Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τὴν ἀνάστασιν, εἰς τὰ ἐγκαίνια καὶ εἰς τὸν ἅγιον τάφον

Ἐφραίμ ὁ Σύρος

Ο λίθος του μνήματος και η μαρτυρία της Παλαιάς Διαθήκης

Αναφορές σε γεγονότα της Παλαιάς Διαθήκης όπου οι λίθοι καθίστανται μάρτυρες, προς απόδειξη της Αναστάσεως και στηλίτευση της απιστίας των Ιουδαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἡκέτω ὁ λίθος μάρτυς τῆς ἀναστάσεως. Ὁποίῳ γὰρ ἂν ὕπνῳ βαθεῖ συνείχοντο οἱ φύλακες καὶ ὑπνίζοντο, τοιούτου λίθου ἀποφραττομένου τοῦ στομίου τοῦ μνήματος; Ὀρυγίων χρεία καὶ ὄνυχος, πελεκίων καὶ σιδήρων ποικίλων, εὐλυτῶσαι λίθον σφηναρίοις ἐμπεφραγμένον.

Πῶς οὖν ἵσταται τό, ἐλθόντες οἱ μαθηταὶ ἔκλεψαν αὐτὸν καὶ ἀπεληλύθασιν; Ἐγὼ δὲ καὶ ἀπὸ τῆς Παλαιᾶς Διαθήκης ἀποδείκνυμι περὶ τούτου τοῦ λίθου, ὅτι μέγας μάρτυς γίνεται, ποικίλοις τρόποις τοὺς ἐναντίους ἐπιστομῶν. Καὶ γὰρ Ἰακὼβ χρίει λίθον, οὐδὲν ἕτερον σημαίνων ἢ χειροτονίαν μαρτύρων ἐσομένων τοῦ λίθου.

Καὶ Μωυσῆς ἐπὶ λίθου ἐδοξάσθη, ἐπὶ γῆς Μαδιάμ, μαρτυρήσαντι ὅτι ἔχει βασιλικὴν δύναμιν. Καὶ Σαμουὴλ ἔφη ὅτι ἐπὶ τῷ λίθῳ τούτῳ ὁ Θεὸς ἡμῖν βοηθὸς γέγονε· καὶ ἐνεκάλεσεν αὐτὸν Ἀβενέζερ, ὃ ἑρμηνεύεται Θεὸς βοηθός.

Εἰ δὲ καὶ ἡ Παλαιὰ Διαθήκη εἰς μέσον ἄγει μάρτυρας καὶ λίθους, καὶ νῦν μάρτυς λίθος τῆς τῶν Σαδδουκαίων συκοφαντίας· καὶ γὰρ ὁ πατριάρχης Ἰακὼβ ἔτι λέγει τῷ Λάβαν· οὗτος ὁ βουνὸς μάρτυς. Εἰκότως τοίνυν καὶ ἡμεῖς εἴποιμεν πρὸς Ἰουδαίους, ὅτι εἰ μὴ πιστεύετε Χριστὸν εἰς οὐρανοὺς ἀναβεβηκέναι, ἰδοὺ καὶ ὁ βουνὸς τῆς ἀναλήψεως μάρτυς, ἀφ᾽ οὗ ἀπολιπὼν τοὺς ἀποστόλους πρὸς τὸν οἰκεῖον Πατέρα ἐξεδήμησεν.

Οὐ παρίειμι καὶ τὸ λοιπὸν τὸ ἐν τῷ λίθῳ κρυπταζόμενον μυστήριον· εἰ γὰρ καὶ σφραγῖδι συνείχετο, γινέσθω μάρτυς κατὰ τῶν ἐναντίων, ὅτι τοῖς οἰκείοις ἀντιλέγουσι συνηγόροις. Ἄρα τίς οὐ βδελύξεται τὸν ἄπιστον λαὸν τῶν Ἰουδαίων, ὅτι ἐν οἷς περιεργάζονται ἡμᾶς, ἐν αὐτοῖς συμπίπτοντες οὐκ αἰσθάνονται; Ἄρα τίς αὐτοὺς οὐκ ἀποδράσειεν, ἐν μὲν τῇ κακίᾳ ἐπαύξοντας, ἐν δὲ τῇ εὐσεβείᾳ ἀφραίνοντας; Καθὼς λέγει καὶ Ἱερεμίας ὁ προφήτης περὶ αὐτῶν· σοφοί εἰσι τῷ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν.