Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τὴν δευτέραν παρουσίαν καὶ τὴν κρίσιν
Η παρουσία των αγγέλων και η πορεία της ψυχής
Η εμφάνιση των ουρανίων ταγμάτων, οι προσευχές των παρισταμένων και η ανάληψη της ψυχής με τη δοκιμασία των εναέριων τελωνίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η παρουσία των αγγέλων και η πορεία της ψυχής
Η εμφάνιση των ουρανίων ταγμάτων, οι προσευχές των παρισταμένων και η ανάληψη της ψυχής με τη δοκιμασία των εναέριων τελωνίων.
Ποσάκις με ἠλέησε, καὶ πάλιν παρώργισα! Ταῦτα τοῦ τελευτῶντος πρὸς ἡμᾶς διαλεγομένου, ἐξαίφνης δεσμεῖται αὐτοῦ ἡ γλῶσσα, ἀλλοιοῦνται οἱ ὀφθαλμοί, σιγᾷ τὸ στόμα, κωλύεται ἡ φωνή, ἡνίκα αἱ δεσποτικαὶ δυνάμεις λοιπὸν παραγένωνται, ἡνίκα αἱ φοβεραὶ στρατιαὶ καταβῶσιν, ὅταν οἱ θεῖοι ἐκσπηλευταὶ καλοῦσι τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐκδημῆσαι, ὅταν ὁ ἀπαράκλητος ἀπαιτεῖται εἰς τὸ δικαστήριον ἡμᾶς ἕλκων· ὃν καὶ θεασάμενος ὁ ταλαίπωρος ἄνθρωπος, κἂν βασιλεύς, κἂν δυνάστης, κἂν κοσμοκράτωρ, ὅλος δονεῖται, ὅλος τρέμει, ὅλος ταράττεται, ὅλος θαμβεῖται, ὁρῶν δυνάμεις φοβεράς, ὁρῶν μορφὰς ξένας, ὁρῶν πρόσωπα ἀπηνῆ καὶ αὐστηρά, ὁρῶν τάξεις αἳ οὐδέποτε θεάσονται· καὶ πρὸς αὑτὸν ἐννοῶν καὶ λέγων· εὐλογητὸς ὁ μόνος ἀθάνατος. Εὐλογητὸς ὁ μόνος βασιλεὺς αἰώνιος, καὶ κριτὴς ἀπαραίτητος, καὶ βασιλεὺς ἀδιάδοχος· καὶ αἰώνιος κόλασις. Τί ἐστι πρὸς ταῦτα βασιλεία ἐπίγειος! Τί ἐστιν ἡ ἐξουσία τῶν ἀνθρώπων ἡ πρόσκαιρος! Ἰδοὺ ἀληθῶς στρατιαὶ οὐράνιαι! Ἰδοὺ μορφαὶ φοβεραὶ τοῦ μέρους φοβεροῦ! Ἰδοὺ ἰσχυροὶ Θεοῦ ἰσχυροῦ! Ἰδοὺ δυνατοὶ τοῦ μόνου κραταιοῦ!
Ταῦτα τότε ὁ θανὼν ὁρᾷ, ἡμᾶς δὲ οὐκέτι θεωρεῖ, ἀλλὰ πρὸς τὰς καλούσας δυνάμεις θεᾶται· καὶ πάντες ἔντρομοι γενόμενοι καὶ πρὸς ἀλλήλους λέγοντες· ἡσυχάσατε, ἡσυχάσατε, καὶ τῷ κειμένῳ λοιπὸν μὴ ὀχλήσητε. Μὴ κράζητε, ἵνα μὴ θορυβήσητε. Μὴ θρηνήσητε, ἵνα μὴ αὐτὸν ταράξητε. Προσεύξασθε, ἵνα μετ᾽ εἰρήνης ἡ ψυχὴ ἐξέλθῃ. Εἰς ἀγῶνα μέγαν νῦν παρίσταται. Σκοπήσατε τοῦτο καὶ ὑμεῖς παθεῖν ἔχετε. Ἐμβλέψατε καὶ τοῦ μυστηρίου τούτου μὴ λάθητε.
Προσεύξασθε, ἵνα φιλανθρώπους Ἀγγέλους ἔχῃ· προσπέσατε, ἵνα εὐμενῆ τὸν Δεσπότην εὑρήσηται. Ἀτενίσατε, καὶ τῆς ὥρας ταύτης φροντίσατε. Τί γάρ ἐστιν ἄνθρωπος; Σκώληξ, τέφρα, σκιά, ὄναρ. Ἤδη διέβη· ἤδη ἀπῆλθεν· ἤδη ἠρέμησεν· ἤδη κατέπαυσεν· ἤδη ἡσύχασεν· ἤδη ἐπαύσατο. Ἐκεῖνος ὁ πολὺς καὶ ἀήττητος λέων, ὁ τύραννος, ὁ δυνάστης, ὁ ὑψηλός, ὁ πᾶσι φοβερός, κεῖται.
Καὶ παρῆλθεν ὁ φανεὶς ὡς μὴ φανείς, ὁ τεχθεὶς ὡς μὴ τεχθείς. Ὁ πολὺς ὑπὲρ πολλοὺς γέγονεν οὐδείς· ὁ κρατῶν κεκράτηται· ὁ δεσμῶν δεσμεῖται· καὶ ἰδοὺ ὑπάγεται, ἔνθα ὑπάγουσιν οἱ ἀπάγοντες. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
Τότε παραλαμβάνοντες οἱ Ἄγγελοι [καὶ] τὴν ψυχὴν διὰ τοῦ ἀέρος ἀπέρχονται, ἐν ᾧ ἵστανται ἀρχαί, ἐξουσίαι καὶ οἱ κοσμοκράτορες τῶν ἐναντίων δυνάμεων, οἱ πικροὶ ἡμῶν κατήγοροι, οἱ δεινοὶ τελῶναι καὶ λογοθέται καὶ φορολόγοι, ἐν τῷ ἀέρι συναντῶντες, λογοθετοῦντες, ἐξερευνῶντες, προσφέροντες τὰ τοῦ ἀνθρώπου ἁμαρτήματα καὶ χειρόγραφα, τὰ ἐν νεότητι, τὰ ἐν τῷ γήρει, τὰ ἑκούσια, τὰ ἀκούσια, τὰ δι᾽ ἔργων, τὰ διὰ λόγων, τὰ δι᾽ ἐνθυμήσεων. Πολὺς ὁ φόβος ἐκεῖ· πολὺς ὁ τρόμος τῆς ἀθλίας ψυχῆς. Ἀδιήγητος ἀνάγκη, ἣν ὑφίσταται τότε ὑπὸ τοῦ πλήθους τῶν μυριάδων ἐχθρῶν αὐτὴν κρατουμένην, κλονουμένην, συκοφαντουμένην, συνωθουμένην, ἐμποδιζομένην, ἵνα μὴ ἐν φωτὶ οἰκίζῃ, ἵνα μὴ ἐν χώρᾳ ζώντων εἰσέλθῃ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.