Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τὴν δευτέραν παρουσίαν καὶ τὴν κρίσιν

Ἐφραίμ ὁ Σύρος

Το μυστήριο του τάφου και η ερχόμενη Κρίση

Η ταφή, η φυσική φθορά του ανθρωπίνου σώματος και οι προφητικές μαρτυρίες για την έλευση του Κριτή και τις αιώνιες κολάσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ἀλλ᾽ οἱ μὲν ἅγιοι Ἄγγελοι τὴν ψυχὴν παραλαβόντες ἀπάγουσιν· ἡμεῖς δὲ τὸ σῶμα ὡς ξένον καὶ ἀλλότριον ἐκ τοῦ οἴκου λαβόντες πρὸς τὸν τάφον ἀπάγοντες σπουδῇ. Καὶ ὁρῶμεν ἄλλο μέγα καὶ φοβερώτερον μυστήριον, κατανοοῦντες τοὺς νεκροὺς μικροὺς καὶ μεγάλους, τοὺς βασιλεῖς καὶ ἰδιώτας, τοὺς τυράννους καὶ δούλους· πάντας σποδόν, μίαν τέφραν, μίαν κόνιν, μίαν δυσωδίαν, μίαν σαπρίαν, ἕνα σκώληκα· ὡς ὁ αἰθίοψ, οὕτως καὶ ὁ εὐπρεπής· ὡς ὁ νεώτερος, οὕτως καὶ ὁ γέρων· ὡς ὁ παράλυτος, οὕτως καὶ ὁ δυνατός· μιᾷ ἰδέᾳ, μιᾷ μορφῇ ἐν τῷ τάφῳ κείμενοι· καὶ λέγομεν ἀλλήλοις· ἰδοὺ ὁ δεῖνα καὶ ὁ δεῖνα· οὗτός ἐστιν ὁ δεῖνα βασιλεύς, καὶ οὗτος ὁ δεῖνα τύραννος, καὶ οὗτός ἐστιν ὁ δεῖνα στρατηγός· οὗτός ἐστιν τοῦ δεῖνα ἔγγονος, καὶ αὕτη ἐστὶν ἡ θυγάτηρ τοῦ δεῖνα· αὕτη ἥ ποτε φανταζομένη νεᾶνις· οὗτος ὁ πρὶν καλλωπιζόμενος νεώτερος.

Ταῦτα πολλάκις μετὰ στεναγμοῦ λέγοντες ἐν τοῖς τάφοις, καὶ δακρύομεν ὁρῶντες τὸ μέγα καὶ φοβερὸν μυστήριον, ὁρῶντες ὅτι πᾶσα νεότης ἐκεῖ ἀγνώριστος, ὁρῶντες ὅτι πᾶσα ἡλικία ἐκεῖ κατελύθη, ὁρῶντες ὅτι πᾶσα εὐμορφία ἐκεῖ κατηλλοιώθη, ὁρῶντες ὅτι πᾶς ὀφθαλμὸς ἐκεῖ ἐσβέσθη, ὁρῶντες ὅτι ὀδόντες ἐκεῖ ἐσκορπίσθησαν, ὁρῶντες ὅτι πάντα ἐξέπεσαν, καὶ πάντα κόπος καὶ μόχθος τοῦ κόσμου τούτου [ἐξέπεσαν]· καὶ λαλοῦμεν, καὶ οὐδεὶς εἰσακούων, θρηνοῦμεν, 〈καὶ〉 οὐδεὶς προσέχων. Ἐξ ὀνόματος τοὺς κειμένους κράζομεν καὶ λέγομεν· ποῦ ἀπήλθετε, ἀδελφοὶ ἡμῶν; Πῶς διάγετε; Πῶς ὑπάρχετε; Πῶς ἡμᾶς ἄφνω κατελίπετε; Δότε ἡμῖν φωνήν, ὡς ἐλαλεῖτέ ποτε. Λαλήσατε ἡμῖν· ἀνακρίθητε ἡμῖν.

Αὕτη δὲ ἡ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν ἐν τῷ τάφῳ κόνις, αὕτη ἣν ὁρᾶτε τέφρα, αὕτη ἡ δυσωδία, ταῦτα 〈ἃ〉 κατέσαπε τὰ ὀστᾶ· οὗτοι ἀκάθαρτοι σκώληκες τὸ σῶμά ἐστι ἐκεῖνο τῶν νεανίσκων καὶ τῶν νεανίδων, ὧν ἐποθεῖτέ ποτε· αὕτη ἡ τέφρα ἐκείνη ἐστὶν ἡ σὰρξ ἐν ᾗ συνεπλέκεσθε καὶ ἀκολάστως ἐφιλεῖτε· οὗτος ὁ βόρβορος ἐκεῖνο τὸ πρόσωπόν ἐστι, ὧν νυκτὸς καὶ ἡμέρας ἀπλήστως κατεφιλεῖτε· οὗτοι οἱ σκώληκες καὶ ἡ ῥύσις ἡ ῥυπαρὰ ἐκείνη ἡ σάρξ ἐστιν, ἐν ᾗ συμπλεκόμενοι ἡμαρτάνετε. Εἴδατε καὶ φοβήθητε· γνῶτε ὅτι ἐπὶ ταῖς κλίναις τὰς ὑμετέρας συμβίας ὑμεῖς ἀφέντες ταῖς πορνείαις συμπλέκεσθε, ὅτι σποδῷ καὶ βορβόρῳ ἐγκυλινδούμενοι· γνῶτε ὅτι πάντα τὰ μέλη αὐτῶν βόρβορος καὶ δυσωδία.

Μὴ πλανᾶσθε, ὦ νέοι καὶ νεάνιδες ἄφρονες, ἀσύνετοι, ἀπάνθρωποι· κρίσις γάρ ἐστι καὶ ἀνταπόδοσις. Ἄκουε καὶ τῶν κολάσεων. ᾍδης κόλασις ἀτελεύτητος. Ἔστι σκότος ἀφώτιστον, καὶ ἔστι γέεννα ἀπαράκλητος, καὶ ἔστι σκώληξ ἀκοίμητος, καὶ ἔστι κλαυθμὸς ἀσίγητος, καὶ ἔστι βρυγμὸς ἀκατάπαυστος, καὶ ἔστι θλῖψις ἀνίατος, καὶ ἔστι κρίσις ἀπροσωπόληπτος, καὶ εἰσὶν ὑπουργοὶ ἀσυγχώρητοι, καὶ ἔστι πένθος πικρὸν καὶ αἰώνιον, ἡνίκα ἐκ νεκρῶν ἀναστῶμεν ἅπαντες, καὶ παριστάμενοι λογοθετούμεθα καὶ ἐξομολογούμεθα εἰς ἐκεῖνο τὸ μέγα καὶ φρικτὸν καὶ ἀδιήγητον τοῦ Δικαστοῦ δικαστήριον, ὅτε ἐξ οὐρανοῦ ἐλεύσεται τοῦ κρῖναι πᾶσαν τὴν οἰκουμένην ἐξ ἀνατολῶν ἡλίου ἕως δυσμῶν, ὅτε φωναὶ τῶν φοβερῶν ἐκείνων σαλπίγγων ἠχήσουσι, ὅτε ἡ κτίσις φόβῳ καὶ τρόμῳ κλᾶται καὶ ταράττεται, ὅτε οἱ τάφοι ἀνοίγονται καὶ πᾶσα σὰρξ ἀνίσταται, γυμνὴ καὶ τετραχηλισμένη, ὅτε πᾶν στόμα φραγήσεται καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτε ὁ ποταμὸς τοῦ πυρὸς ἕλκει ἔμπροσθεν τοῦ Δικαστοῦ, περὶ οὗ φησιν ὁ Δανιήλ· ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· χίλιαι χιλιάδες παρεστήκεσαν αὐτῷ καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν.

Ἐκείνη ἐστὶν ἡ ἡμέρα καὶ ὥρα, περὶ ἧς φησιν ὁ Δαυΐδ· ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἐκείνην τὴν ἡμέραν κατηράσατο ὁ Ἰώβ, λέγων· καταρασάτω αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην· ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· τουτέστι τὸν Διάβολον. Περὶ ἐκείνης τῆς ἡμέρας καὶ ἕτερος Προφήτης εἶπεν· ἰδοὺ ἔρχεται, λέγει Κύριος· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἡνίκα ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα; Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τότε πᾶσα σὰρξ παραστήσεται εἰς τὸ φοβερὸν ἐκεῖνο δικαστήριον, ὡς κατάδικος· πάντες δέσμιοι, πάντες γυμνοί· τρέμοντες, ταραττόμενοι, ἀγωνιῶντες, μεριμνῶντες, ἕκαστος τί εἴπῃ ἢ τί ἀπολογήσηται τῷ Βασιλεῖ τῶν βασιλευόντων, Κυρίῳ τῷ Θεῷ ἡμῶν.