Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς ἀποταξαμένους
Η αναγκαιότητα της θείας χάριτος και η πτώση του ανθρώπου
Η νίκη κατά των παθών και του πονηρού επιτυγχάνεται μέσω της θείας χάριτος, ενώ αναλύεται η αλλοτρίωση του ανθρώπου από τη θεία δόξα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αναγκαιότητα της θείας χάριτος και η πτώση του ανθρώπου
Η νίκη κατά των παθών και του πονηρού επιτυγχάνεται μέσω της θείας χάριτος, ενώ αναλύεται η αλλοτρίωση του ανθρώπου από τη θεία δόξα.
Λόγος εἰς τοὺς ἀποτασσομένους Ὡς ὁ θεῖος νόμος ἐνυπάρχει οὐ μέλανι καὶ γράμμασι γεγραμμένος, ἀλλ᾽ ἐν καρδίαις καθαραῖς ἐμπεφυτευμένος, οὕτω οἱ τοὺς τῆς διανοίας ὀφθαλμοὺς φωτιθέντες καὶ ἀεὶ ὀρεγόμενοι ἴσασιν ἀκριβῶς μὴ ἐκ τῆς οἰκείας αὐτῶν ἰσχύος περιγενέσθαι τῶν ἐκ τοῦ Πονηροῦ σκανδάλων, ἀλλ᾽ ἐκ τῆς ἀηττήτου δυνάμεως· οἱ δὲ μὴ λόγῳ τετιμημένοι, μηδὲ νῷ θείῳ πεπαιδευμένοι, εἰκῆ φυσιούμενοι, ὅτι διὰ μόνου τοῦ ἐν τῷ σταυρῷ μυστηρίου σῴζονται, κατακρίνονται· τὸ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου δυνάμει αὐτεξούσιον ἐπὶ τὸ ἑλέσθαι μόνον ἢ μὴ ἑλέσθαι ἀντιστῆναι τῷ Διαβόλῳ κεῖται· οὐ γὰρ ἐπὶ τὸ δύνασθαι παντελῶς ἔχειν τὸ κράτος κατὰ τῶν παθῶν. Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες, καὶ ἀγρυπνεῖ ὁ φυλάσσων. Ἀμήχανον γὰρ ἐπιβῆναι ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατῆσαι λέοντα καὶ δράκοντα, μὴ πρότερον καθ᾽ ὅσον δυνατὸν ἀνθρώπῳ καθάραντα ἑαυτόν, δυναμωθῆναι παρὰ τοῦ εἰπόντος τοῖς Ἀποστόλοις· ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου.
Εἴπερ ἴσχυεν ἡ τῆς ἀνθρωπότητος φύσις ἐκτὸς τῆς πανοπλίας τοῦ Ἁγίου Πνεύματος στῆναι πρὸς τὰς μεθοδείας τοῦ Διαβόλου, οὐκ ἂν εἴρηται ὑπὸ τοῦ Ἀποστόλου· ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Καὶ πάλιν· ὁ Κύριος Ἰησοῦς Χριστὸς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Διὸ δεῖ καὶ προσευχῇ δέεσθαι τοῦ Δεσπότου· μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ Πονηροῦ. Ἐὰν γὰρ μὴ διὰ τῆς τοῦ κρείττονος βοηθείας ῥυσθέντες τῶν πεπυρωμένων βελῶν τοῦ Πονηροῦ καταξιωθῶμεν τῆς ἀπαθείας, μάτην πολιτευόμεθα, ὥσπερ οὐ τῆς δυνάμεως τοῦ σταυροῦ τυγχάνοντες.
Ὁ τοίνυν βουλόμενος μέτοχος γενέσθαι τῆς θείας δόξης, καὶ ὥσπερ ἐν καθαρῷ ἐσόπτρῳ τὴν Χριστοῦ μορφὴν ἐν τῷ ἡγεμονικῷ ὁρᾷν, ὀφείλει ἀκορέστῳ στοργῇ καὶ ἀπλάστῳ διαθέσει ἐξ ὅλης καρδίας καὶ δυνάμεως, νύκτωρ καὶ μεθ᾽ ἡμέραν, ζητεῖν τὴν ἀντίληψιν ἐν δυνάμει· ἧς ἀμήχανον μετασχεῖν, εἰ μή, ὡς προεῖπον, πρότερον ἀποσχόμενόν τινα τῆς ἡδυπαθείας τοῦ κόσμου καὶ τῆς ἐναντίας δυνάμεως· δύναμις γὰρ σκότους δυνάμεως φωτὸς ἀλλοτρία ἐστί, καὶ ἐνέργεια πονηρίας ἀγαθῆς ἐνεργείας ἄνοικος καὶ πάντῃ ἀπεξενωμένη τυγχάνει.
Τοιγαροῦν εἴπερ βούλει μαθεῖν τίνος ἕνεκεν, κτισθέντες ἐν τιμῇ καὶ κατοικισθέντες ἐν τῷ παραδείσῳ, τελευταῖον συμπαρεβλήθημεν τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθημεν αὐτοῖς, ἀποπεπτωκότες τῆς ἀχράντου δόξης, γίνωσκε ὅτι, ἐπειδὴ διὰ τῆς παρακοῆς δοῦλοι τῆς σαρκὸς πάθεσι γενόμενοι ἑαυτοὺς ἀπῳκίσαμεν ἐκ τῆς μακαρίας χώρας τῶν ζώντων, καὶ ἐν αἰχμαλωσίᾳ γενόμενοι ἔτι ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος καθεζόμεθα· καὶ διὰ τὸ ἔτι ἡμᾶς ἐν Αἰγύπτῳ καθέζεσθαι, οὔπω ἐκληρονομήσαμεν τὴν ῥέουσαν μέλι καὶ γάλα γῆν τῆς ἐπαγγελίας· οὔπω συνεφυράθημεν τῇ ζύμῃ τῆς εἰλικρινείας καὶ ἀληθείας, ἀλλ᾽ ἔτι ἐσμὲν ἐν τῇ τῆς σαρκὸς πονηρᾷ ζύμῃ· οὔπω ἐρραντίσθη ἡ καρδία ἡμῶν τῷ αἵματι τοῦ ἀμνοῦ τοῦ Θεοῦ· ἔτι γὰρ τὸ πέταυρον τοῦ ᾅδου καὶ τὸ κέντρον τῆς κακίας ἐντέτακται αὐτῇ· οὔπω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου χρίσματος· ἔτι γὰρ τὸ κέντρον τοῦ θανάτου κατερρίζωται ἐν ἡμῖν· οὔπω ἐνεδυσάμεθα τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν θεότητι, ἐπειδὴ οὔπω ἐσπουδάσαμεν ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· οὔπω ἐφορέσαμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου, σύμμορφοι τῆς δόξης αὐτοῦ γενόμενοι· ἔτι γὰρ τὴν εἰκόνα τοῦ χοϊκοῦ φορῶμεν· οὔπω προσεκυνήσαμεν ἐν πνεύματι καὶ ἀληθείᾳ τὸν Θεόν, διὰ τὸ βασιλεύειν τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ ἡμῶν σώματι· οὔπω ἐθεασάμεθα τὴν δόξαν τοῦ ἀφθάρτου· ἔτι γὰρ ὑπὸ τὴν σκιὰν ἐνεργούμεθα· οὔπω ἐνεδυσάμεθα τὰ τοῦ φωτὸς ὅλας καὶ ἔργα· οὔπω μετεμορφώθημεν τῇ ἀνακαινώσει τοῦ νοὸς ἡμῶν· ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνι τούτῳ· οὔπω συνεδοξάσθημεν Χριστῷ, διὰ τὸ μὴ συμπαθεῖν ἡμᾶς αὐτῷ· οὔπω τὰ στίγματα αὐτοῦ ἐν τῇ σαρκὶ ἡμῶν ἐβαστάσαμεν, γενόμενοι ἐν μυστηρίῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ· ἔτι γάρ ἐσμεν ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις· οὔπω κληρονόμοι Χριστοῦ ἐγενόμεθα· ἔτι γὰρ πνεῦμα δουλείας ἐνυπάρχει ἡμῖν, καὶ οὐχὶ υἱοθεσίας· οὔπω γεγόναμεν ναὸς Θεοῦ καὶ οἰκητήριον τοῦ Ἁγίου Πνεύματος· ἔτι γάρ ἐσμεν ναὸς εἰδώλων καὶ δοχεῖον πνευμάτων πονηρίας.
Ὄντως γὰρ ὄντως, οὔπω τὸ ἀκέραιον τοῦ τρόπου καὶ τὴν τῆς διανοίας ἁπλότητα ἐνεδειξάμεθα καὶ τὴν λαμπρότητα οὐκ ἐκτησάμεθα· οὔπω κατηξιώθημεν τοῦ ἀδόλου καὶ λογικοῦ γάλακτος, καὶ τῆς νοητῆς αὐξήσεως· οὔπω ἡμῖν ἡ ἡμέρα διήγγικεν, οὔτε φωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν ἀνέτειλεν· οὔπω συνεκεράσθημεν τῷ ἡλίῳ τῆς δικαιοσύνης, οὐδὲ ταῖς αὐγαῖς αὐτοῦ συνηστράψαμεν· οὔπω γεγόναμεν πορφύρα ἄδολος βασιλική· οὔπω ἐτρώθημεν ὑπὸ τοῦ θείου ἔρωτος, οὐδὲ ἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ Νυμφίου· οὔπω τὴν ἄφθαρτον κοινωνίαν ἐγνωρίσαμεν, οὐδὲ τὴν ἐν ἁγιασμῷ δύναμιν καὶ εἰρήνην ἐπέγνωμεν· καὶ ἵνα συνελὼν τὰ πάντα εἴπω, οὔπω ἐσμὲν γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἐπειδή ἐσμεν γεννήματα ἐχιδνῶν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.