Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς ἀποταξαμένους
Το καθαρτήριο πυρ της θείας αγάπης
Η ενέργεια και οι καρποί του άυλου πυρός του Πνεύματος, το οποίο καταφλέγει την κακία και φωτίζει τις ψυχές.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το καθαρτήριο πυρ της θείας αγάπης
Η ενέργεια και οι καρποί του άυλου πυρός του Πνεύματος, το οποίο καταφλέγει την κακία και φωτίζει τις ψυχές.
Μίμησαι ταύτην, ὦ τέκνον, μίμησαι, πρὸς μηδὲν ἕτερον ἀφορῶν, ἢ πρὸς τὸν εἰπόντα· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη! Ἔστι γὰρ πύρωσις πνεύματος ἡ ἀναζωπυροῦσα καρδίαν· διότι τὸ ἄϋλον καὶ θεῖον πῦρ φωτίζειν μὲν ψυχὰς καὶ δοκιμάζειν εἴωθεν, ὥσπερ ἄδολον χρυσὸν ἐν καμίνῳ, κακίαν δὲ ἀναλίσκειν, ὥσπερ ἀκάνθας καὶ καλάμην· ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν, διδοὺς ἐκδίκησιν 〈κατὰ〉 τὸ Εὐαγγέλιον αὐτοῦ. Τοῦτο τὸ πῦρ ἐνήργησεν ἐν τοῖς Ἀποστόλοις, ἡνίκα ἐλάλουν, γλώσσαις πυρίναις, τοῖς ἀκούουσι.
Τοῦτο τὸ πῦρ διὰ τῆς δόξης Παῦλον περιεφώτισε, τῇ δὲ αἰσθήσει τῆς ὄψεως ἠμαύρωσεν· οὐ γὰρ ἐχώρει σαρκὸς ὅρασις τοῦ φωτὸς ἐκείνου τὴν δύναμιν. Τοῦτο τὸ πῦρ τὸ ὀφθὲν Μωσῇ ἐν τῇ βάτῳ· τοῦτο τὸ πῦρ ἐν εἴδει ὀχήματος τὸν Ἠλίαν ἐκ τῆς γῆς ἥρπασε· τούτου τοῦ πυρὸς τὴν ἐνέργειαν ζητῶν ὁ Δαυῒδ ἔλεγε· δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν. Τοῦτο τὸ πῦρ τὴν καρδίαν Κλεόπα καὶ τοῦ σὺν αὐτῷ ἐθέρμανε, λαλοῦντος αὐτοῖς τοῦ Σωτῆρος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ὅθεν καὶ οἱ Ἄγγελοι καὶ τὰ λειτουργικὰ πνεύματα τοῦ πυρὸς τῆς λαμπρότητος μετέχουσι κατὰ τὸ εἰρημένον· ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Τοῦτο τὸ πῦρ τὴν ἔνδον ἐν τῷ ὀφθαλμῷ δοκὸν κατακαῖον, καθαρὸν τὸν νοῦν ἀποκαθίστησιν, ἵνα ἀπολαβὼν τὸ κατὰ φύσιν διορατικὸν εἰς τὸ διηνεκὲς τὰ τοῦ Θεοῦ θαυμάσια κατανοεῖν γίνεται, κατὰ τὸν λέγοντα· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
Τοῦτο τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον, κακίας πάσης καυστικὸν καὶ ἁμαρτίας ἀναιρετικόν, ἀναστάσεως δύναμις καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν φωτισμὸς καὶ λογικῶν δυνάμεων σύστασις. Τοῦτο τὸ πῦρ εὐξώμεθα καὶ εἰς ἡμᾶς φθάσαι, ἵνα πάντοτε ἐν τῷ φωτὶ περιπατοῦντες μὴ προσκόψωμεν, ἀλλ᾽ ὡς φωστῆρες ἐν κόσμῳ φαινόμενοι, καὶ λόγον ζωῆς ἐπέχοντες, ὥσπερ πηγὴ βρύουσα, καὶ ὅσοι φθάνουσιν ἐπιλαμβάνονται. Οἱ δὲ μὴ ἔχοντες τὰς προσόδους τῶν θησαυρῶν, ἐνδῶσι τῷ νῷ, ἵνα λαλήσωσιν· οἱ μὲν γὰρ ἀκούοντες ἐν πίστει ὠφελοῦνται, καὶ αὐτοὶ μένουσιν ἀπόκενοι. Τοῖς γὰρ πνευματικοῖς ἀπὸ τοῦ νῦν εὐτρεπίζονται παλάτια, καὶ οἶκοι βασιλικοὶ καὶ ἀχειροποίητοι ὑπὸ τοῦ Ἁγίου Πνεύματος κατασκευάζονται, καὶ ἐσθῆτες διάφοροι, καὶ ἐνδύματα ἔνδοξα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.