Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς ἀποταξαμένους

Ἐφραίμ ὁ Σύρος

Ο πνευματικός αγώνας και η υπεροχή του επουράνιου πλούτου

Η αναγκαιότητα της σταθερότητας απέναντι στους πειρασμούς, η περιφρόνηση της επίγειας δόξας και η επιδίωξη της αρετής έναντι της κοσμικής ματαιότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ὅταν οὖν ἀναλύσωσι πρὸς τὸν Χριστόν, μετὰ χαρᾶς πολλῆς δέχονται αὐτοὺς τὰ πνεύματα τῶν δικαίων καὶ ὅλη ἡ ἐπουράνιος βασιλεία· λέγει γὰρ αὐτῷ ὁ Κύριος· εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπεὶ ὅλος πιστὸς εἶ, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Πολλοὶ γὰρ τῶν ἀδελφῶν λαβόντες χάριν συμφωνοῦσιν ὁσημέραι εἰς αὔξησιν καὶ προκοπὴν καὶ μέτρα μεγάλα χωροῦντες. Εἰσὶ δὲ ἄλλοι οἵτινες λαμβάνουσι δωρεὰν ἐκ τοῦ Θεοῦ· καὶ οὗτοι καίτοι συνούσης τῆς χάριτος ἐκτρέπονται εἰς ἀταξίαν καὶ εἰς κακὰ πολλά· καὶ ὅτε ἐκπίπτουσιν εἰς ἁμαρτίας, ἔτι παραμένει ἡ χάρις, ἢ εὐθὺς ἀφίσταται;

Πρὸς ὃν ἀποκρινόμεθα. Συμβαίνει, ὅτε καὶ πλημμελήσαντος αὐτοῦ, διὰ τὸ φιλάνθρωπον παραμένειν, ἕως ὅτε ἐστὶν ἐν τῇ σαρκί· ὅταν δὲ χωρισθῇ ἐκ τοῦ σώματος ἡ ψυχή, τότε ἡ χάρις ἀφίσταται, καὶ χωρεῖ εἰς τὸ ἴδιον μέρος, παραδιδομένης τῆς ψυχῆς δηλονότι τοῖς πονηροῖς πνεύμασι. Δύο γὰρ νόμοι ἐν ἀνθρώπῳ εἰσί, καὶ ὁ μὲν νόμος τῆς κακίας ἕλκων εἰς τὸ ἴδιον μέρος, ὁ δὲ νόμος τῆς χάριτος ἕλκων εἰς τὰ ἐπουράνια· ὅσον γὰρ εἰσέρχεται εἰς τὰ πειρατήρια, στερεοῦται καὶ θεμελιοῦται καὶ γίνεται πέτρα ἀκλινὴς καὶ ἄπτωτος· καὶ ὁ τοιοῦτος νοῦς στήκων εἰς τὴν θύραν καὶ μὴ διδοὺς τὰ νῶτα τῷ πολεμίῳ, ἀλλ᾽ ἀνθιστάμενος, ἐν τῇ ἐξόδῳ τοῦ σώματος παραλαμβάνουσιν αὐτὸν οἱ δεξιοὶ Ἄγγελοι εἰς τὸ μέρος τῆς βασιλείας, καὶ χωρεῖ εἰς τὴν ἀΐδιον ζωήν.

Ὥσπερ δὲ ἐν τοῖς παροῦσι καὶ φαινομένοις, διδοὺς ὁ βασιλεὺς χαρίσματα τοῖς διακόνοις αὐτοῦ, οἱ μὲν λαμβάνουσι, συντηροῦσι καὶ προσκτῶνται ἑαυτοῖς σκεύη τίμια· οὕτως εἰσὶν ἔνδοξοι οἱ πολυπλασιάσαντες ἐκ τῶν παρασχεθέντων χαρισμάτων. Ἐξ ἀληθείας γὰρ οἱ παραγευόμενοι ἐκείνης τῆς γλυκύτητος καὶ ἡδύτητος, οὗτοι βλέποντες βασιλέα φαινόμενον ἠμφιεσμένον πορφύραν καὶ ἀξίωμα καὶ θησαυρούς, ὥσπερ δυσωδίαν ἡγοῦνται ταῦτα, καὶ βδελυκτὰ καὶ ταπεινὰ αὐτοῖς καταφαίνεται, ἐπειδὴ εἰσῆλθον εἰς βασιλικοὺς καὶ ἐπουρανίους οἴκους τοῦ Χριστοῦ, καὶ ἀνεῴχθησαν τούτοις θησαυροὶ ἐπουράνιοι, καὶ ἐκληρονόμησαν ἄλλον πλοῦτον ἄλλου ἀξιώματος, γενόμενοι υἱοὶ φωτὸς πόλεως ἐπουρανίου, αἰῶνος πέρας μὴ ἔχοντος.

Οἱ συγκρίναντες οὖν τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, τότε γινώσκουσι τὸ χάος τὸ ἐν μέσῳ, καὶ τὴν διαφοράν. Ὥσπερ ἄν τις συνεχόμενος ὑπὸ πυρετοῦ, καὶ ἔτι ἀκμαζούσης τῆς κακώσεως, ἐὰν προσενέγκῃ τῷ τοιούτῳ ἐδέσματα διάφορα ἢ γλυκάσματα ἢ ἑτέραν τροφήν, σικχαίνει καὶ ἀηδίζεται, κεκορεσμένος καὶ μεμεστωμένος ὢν ἐκ τοῦ πυρετοῦ καὶ ὡς τροφὴν αὐτὸν ἔχων, οὕτω καὶ οἱ πνευματικοὶ ἔχοντες τὴν καύχησιν τῆς ἐπουρανίου ἀγάπης καὶ θείου πυρός, ὅσα ἂν αὐτοῖς προσενέγκῃς φαινόμενα τούτου τοῦ κόσμου αὐτοῖς ἀξιώματα, εἴτε βασιλείαν, εἴτε πλοῦτον, εἴτε δόξαν, σικχαίνουσιν, ὥσπερ τις ἀηδίζεται διοδεύων εἰς τόπους ὅπου ἐστὶ νεκρῶν δυσωδία πολλή. Πάλιν τὸν αὐτὸν τρόπον καὶ οἱ μεμεστωμένοι τῆς ἐναντίας δυνάμεως καὶ ὄντες τοῦ πνεύματος τοῦ κόσμου. Οὗτοι, λαλουμένου πνευματικοῦ λόγου περὶ φωτός, περὶ βασιλείας, περὶ αἰῶνος ἄλλου, καὶ σοφίας, καὶ δυνάμεως θείας, καὶ πλούτου, ὥσπερ ἀηδίζονται καὶ ἀκηδιοῦσι μὴ δυνάμενοι χωρῆσαι τὰ λόγια τοῦ Θεοῦ. Ἐξ ἀληθείας οὗτοι εἰσὶ σοφοί, οὗτοι εἰσὶν ἀνδρεῖοι, οὗτοι πολεμισταί, οὗτοι πλούσιοι τυγχάνουσιν, οἱ ἄνω ἔχοντες τὸν ἑαυτῶν νοῦν, καὶ ὀργιζόμενοι ταῖς συνούσαις αὐτοῖς ἡδοναῖς καὶ ἐπιθυμίαις, ἀντιπράττοντες τῷ νόμῳ τῆς κακίας, καὶ ὑπήκοοι γενόμενοι καὶ συνηδόμενοι τῷ νόμῳ τοῦ Θεοῦ.

Τί οὖν ἐστιν ὁ ῥήτωρ ἢ φιλόσοφος; Ἐπανίσταται αὐτῷ ἐπιθυμία, καὶ μοιχεύει· θυμός, καὶ τύπτει· πλεονεξία, καὶ διαρπάζει. Οὕτως ἐλαύνεται ὁ νοῦς ὑπὸ τῶν πνευμάτων. Καὶ ποῦ ἡ σοφία, ἣν νομίζει κεκτῆσθαι; Βασιλεῖαί εἰσι δύο· βασιλεία φωτὸς καὶ βασιλεία σκότους. Δύο ἡγεμόνες ποιοῦσι βασιλεῖ ἐπίσκεψιν· ὅπου γὰρ ἂν φιλιάζῃς, ἢ συνθήκας ποιῇς, ἐκείνου εἶ κοινωνός. Γέγραπται γάρ, ὅτι 〈τοῖς〉 ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὅπου ἀγαπᾷς, ἔχεις ἴδιον ὀφείλημα, καὶ ὅπου δ᾽ ἂν τὴν ὁρμὴν καὶ τὴν ὑπακοὴν δῷς, ἐκείνου εἶ κτῆμα καὶ υἱὸς καὶ φίλος. Εἰ ἀγαπᾷς καὶ συνειδῇς τῆς κακίας καὶ πονηρίας πνεύμασιν, εὐθὺς συνεργοῦσί σοι καὶ προσκολλῶνται· εὐπερίστατος γάρ ἐστιν ἐπὶ κακίᾳ ἀνθρώπων, χαίρων ὁμοίως πᾶσιν· εἰ δὲ ἀγαπᾷς καὶ συνειδῇς τῷ ἀγαθῷ, πάλιν αὐτὸ παραγίνεται καὶ βοηθεῖ σοι. Ἀλλὰ ὧδε μετὰ πολλῆς ἀγάπης καὶ πόθου κτᾶταί τις, ἐπειδὴ βασιλεία ἐστὶ μὴ ἔχουσα τέλος. Διὰ τοῦτο τὸ τίμιον σπάνιόν ἐστι, καὶ τὸ δυσχερῶς κατορθούμενον αὐτὸ ἔνδοξον καὶ ἀΐδιόν ἐστιν. Ἐπεὶ δὲ ἀκαμάτως πάντες θέλουσιν εἰσέρχεσθαι καὶ ἕπεσθαι τὸ ἀγαθόν, γινωσκέτωσαν ὅτι ὁ μὲν ἐν μέσῳ δρόμος πολύς, καὶ ἀγὼν πρόκειται, καὶ ἀπὸ πολλῶν ὀλίγοι ἐξελοῦσιν.