Οἱ συγκρίναντες οὖν τὰ ἐπίγεια τοῖς ἐπουρανίοις, τότε γινώσκουσι τὸ χάος τὸ ἐν μέσῳ, καὶ τὴν διαφοράν. Ὥσπερ ἄν τις συνεχόμενος ὑπὸ πυρετοῦ, καὶ ἔτι ἀκμαζούσης τῆς κακώσεως, ἐὰν προσενέγκῃ τῷ τοιούτῳ ἐδέσματα διάφορα ἢ γλυκάσματα ἢ ἑτέραν τροφήν, σικχαίνει καὶ ἀηδίζεται, κεκορεσμένος καὶ μεμεστωμένος ὢν ἐκ τοῦ πυρετοῦ καὶ ὡς τροφὴν αὐτὸν ἔχων, οὕτω καὶ οἱ πνευματικοὶ ἔχοντες τὴν καύχησιν τῆς ἐπουρανίου ἀγάπης καὶ θείου πυρός, ὅσα ἂν αὐτοῖς προσενέγκῃς φαινόμενα τούτου τοῦ κόσμου αὐτοῖς ἀξιώματα, εἴτε βασιλείαν, εἴτε πλοῦτον, εἴτε δόξαν, σικχαίνουσιν, ὥσπερ τις ἀηδίζεται διοδεύων εἰς τόπους ὅπου ἐστὶ νεκρῶν δυσωδία πολλή. Πάλιν τὸν αὐτὸν τρόπον καὶ οἱ μεμεστωμένοι τῆς ἐναντίας δυνάμεως καὶ ὄντες τοῦ πνεύματος τοῦ κόσμου. Οὗτοι, λαλουμένου πνευματικοῦ λόγου περὶ φωτός, περὶ βασιλείας, περὶ αἰῶνος ἄλλου, καὶ σοφίας, καὶ δυνάμεως θείας, καὶ πλούτου, ὥσπερ ἀηδίζονται καὶ ἀκηδιοῦσι μὴ δυνάμενοι χωρῆσαι τὰ λόγια τοῦ Θεοῦ. Ἐξ ἀληθείας οὗτοι εἰσὶ σοφοί, οὗτοι εἰσὶν ἀνδρεῖοι, οὗτοι πολεμισταί, οὗτοι πλούσιοι τυγχάνουσιν, οἱ ἄνω ἔχοντες τὸν ἑαυτῶν νοῦν, καὶ ὀργιζόμενοι ταῖς συνούσαις αὐτοῖς ἡδοναῖς καὶ ἐπιθυμίαις, ἀντιπράττοντες τῷ νόμῳ τῆς κακίας, καὶ ὑπήκοοι γενόμενοι καὶ συνηδόμενοι τῷ νόμῳ τοῦ Θεοῦ.