Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς ἀποταξαμένους

Ἐφραίμ ὁ Σύρος

Ο αόρατος κόσμος, η αποφυγή της πλάνης και η τελική λύτρωση

Η προειδοποίηση για τους κινδύνους της ψευδούς τελειότητας και των δαιμονικών επιβουλών, η υποταγή στον πνευματικό νόμο και η καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Οἱ οὖν νικήσαντες κατήντησαν πρὸς βασιλέα εἰρηνικὸν καὶ ἥμερον, καὶ ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων χαίροντα· οἱ γὰρ τοιοῦτοι ἀπὸ νῦν κληρονομοῦσι τὴν γῆς τῆς ἐπαγγελίας, καὶ εἰσέρχονται εἰς λιμένα ἀναπαύσεως καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν καὶ εἰς τὴν κατάπαυσιν τῶν δικαίων. Ὥσπερ γάρ ἐστιν ὁ οὐρανὸς οὗτος, ὁ φαινόμενος, ὃς ἐπικαλεῖται στερέωμα, οὕτως ἐστὶν ἐπάνω ἄλλος οὐρανὸς φωτοειδής, ἔνθα παρεμβολαὶ Ἀγγέλων· εἰ καὶ τὰ μάλιστα ὧδε Θεὸς καὶ ὧδε Ἄγγελοι· ἀφανὴς δέ ἐστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς· καὶ ἔστι σκηνὴ ἀχειροποίητος, εἰς ἣν λειτουργοῦσιν οἱ ἅγιοι Ἄγγελοι.

Ταῦτα γὰρ πάντα θεῖά εἰσι καὶ ἄρρητα καὶ φωτεινά, ἐπειδὴ πνευματικά ἐστι καὶ ὑποστατικά, μὴ ὄντα τοῦ αἰῶνος τούτου, ἀλλὰ ἄλλου κόσμου, ὅπου οὐκ ἔστι νὺξ ἢ πόλεμος ἢ γέεννα ἢ πνεύματα πονηρά· ἐπειδὴ δὲ οὐκ ἐνεργεῖ τοὺς πάντας, ὡς ἔτυχε κατανοεῖν τῷ ἔσωθεν ὀφθαλμῷ ἐκεῖνα τὰ ἐπουράνια, διὰ τοῦτο ὡς παραπέτασμά τι ἐτέθη τὸ στερέωμα οὕτω, ἵνα μὴ ἐξὸν αὐτοῖς ἁπλῶς πάντας καθορᾷν, εἰ μὴ τοῖς καθαροῖς τῇ καρδίᾳ καὶ τὸν νοῦν ἡγιασμένοις, τοὺς συμπολίτας καὶ συμμύστας τῶν Ἁγίων. Καὶ ὅταν συσταλῇ τοῦτο, τότε ἀποκαλυφθήσεται ἐκεῖνα τοῖς δικαίοις ὑποδεχόμενα τοὺς ἐκλεκτούς. Πολλοὶ δὲ τοῦ ἀγαθοῦ μέρους ὄντες, καὶ ἐνεργούμενοι ὑπὸ τοῦ ἀγαθοῦ καὶ ζωοποιοῦ Πνεύματος, ἐνόμισαν δι᾽ ἀπειρίαν εἰς τὴν τελειότητα πεφθακέναι, καὶ ἀπομεριμνήσαντες, μετὰ ταῦτα ἔφοδον ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἐπιβουλὴν ἔπαθον· ὅτι ὥσπερ στρατιωτῶν τινες νομίσαντες νενικηκέναι τοὺς ἐχθρούς, λοιπὸν ῥίψαντες τὰ ὅπλα ἐν ἀμεριμνίᾳ διάγουσι, ἔγκρυμμα δὲ ποιήσαντες οἱ ἐχθροὶ ἄφνω ἐπέστησαν, καὶ τοὺς μὲν φονεύουσιν, ἄλλους δὲ αἰχμαλώτους λαμβάνουσιν· οὕτω καὶ ἡ ἁμαρτία τὸ πρότερον τὸν νοῦν ὑποκλέψασα εἰς οἴησιν τελειότητος, εἶτα ἐπικινηθεῖσα παρεχρήσατο αὐτοῖς, δήσασα αὐτοὺς εἰς τὰ ἴδια θελήματα, καὶ ταῖς ἐπιθυμίαις δηλαδὴ πάλιν τούτων βασιλεύσασα.

Πάντες οὖν ἄνθρωποι, εἴτε δίκαιοι εἴτε ἁμαρτωλοί, ἐὰν μὴ διὰ τοῦ νόμου τοῦ πνευματικοῦ, τουτέστιν, ἐὰν μὴ διὰ Ἰησοῦ Χριστοῦ ἐν πάσῃ ταπεινοφροσύνῃ ἑαυτοὺς δουλαγωγῶσιν, οὐ δύνανται ἐλευθερωθῆναι τῶν κακῶν καὶ ἐξειλῆσαι ἐκ τῆς δυναστείας τοῦ Διαβόλου· λέγει γὰρ Παῦλος διὰ τῶν Γραφῶν τὴν πτῶσιν τοῦ θανάτου· ταλαίπωρος ἐγὼ ἄνθρωπος! Τίς με ῥύσει ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Εὐχαριστῶ τῷ Θεῷ διὰ Κυρίου Ἰησοῦ Χριστοῦ.

Καὶ πάλιν· ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἐκ τῆς ἁμαρτίας. Τῷ δὲ ἐλευθερώσαντι ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας δόξαν ἀναπέμψωμεν, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὅτι αὐτοῦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.