Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς μάγους

Ἐφραίμ ὁ Σύρος

Η αμφισβήτηση των Ιουδαίων, η έρευνα του Ηρώδη και η εύρεση του βρέφους

Η συνάντηση των μάγων με τους Ιουδαίους και τον Ηρώδη, η σταθερή τους ομολογία και η τελική τους καθοδήγηση από τον αστέρα προς τη Βηθλεέμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Τοῖς δὲ ἐρωτῶσιν εἰκὸς Ἰουδαῖοι, τί δή, ξένοι, τολμᾶτε, τί φατε, ἄνδρες, φασί; Τί φέροντες ἐπικίνδυνον ἥκατε φήμην; Τί βασιλέα καινὸν βασιλευομένῃ σαλπίζετε πόλει; Τί πρὸς ἄωρον κυβιστεύετε τέλος; Τί κατ᾽ οἰκείων μαχαιροῦτε γλῶτταν τραχήλων;

Τί τάφον ἐπιφέρεσθε στόματι, καθεύδοντα καθ᾽ ἑαυτῶν διυπνίζετε θάνατον; Ἠπόρει μνημάτων Περσίς, ἵνα ἔτι ζῶντος Ἡρῴδου βασιλέως ἄλλου πυνθάνεσθε; Πολλὴν ἀκούσας ὁμολογήσει χάριν ὑμῖν καὶ μεγάλοις ὑμᾶς ἀμείψειε δώροις.

Ἀλλ᾽ ἡ πρὸς ταῦτα τοῖς μάγοις ἀπόκρισις σύντομος· εἴδομεν αὐτοῦ, φασί, τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Οὐκ ἠρκέσθησαν ἐρωτῆσαι, ἀλλὰ καὶ προσκύνησιν φῆσαι· διὰ τῆσδε τῆς λέξεως Θεὸν εἶναι τὸν τεχθέντα δηλοῦντες.

Ὡς δὲ ἦλθε τῶν τοιούτων πρὸς Ἡρῴδην ἡ φήμη, τοὺς μάγους τέως ἀνείς, τοὺς σοφοὺς Ἰουδαίων καλεῖ λέγων· ποῦ ὁ Χριστὸς γεννᾶται; Οἱ δέ φασιν, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Ὢ τοῦ θαύματος! Τὸν τόπον ἐπίστανται, καὶ τὸν τόκον βδελύττονται· τὴν Βηθλεὲμ βοῶσι, καὶ τὴν οἰκονομίαν σιγῶσι· τὴν Ἰουδαίαν σημειοῦνται, καὶ τὴν δεσποτείαν ἀρνοῦνται. Εἰ οὕτω γέγραπται, διατί μὴ συντίθεσθε; Εἰ ἀνέγνωτε, διατί μὴ πιστεύετε; Εἰ ἐν Βηθλεὲμ τεχθήσεται, διατί μὴ παρ᾽ ὑμῶν προσκυνηθήσεται;

Ὅθεν συνιεὶς ὁ Ἡρῴδης ὡς οὐχ ἁπλῶς ἥκεσαν ἐρωτῶντες οἱ μάγοι, λάθρα τούτους καλέσας ἐπυνθάνετο παρ᾽ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, ἀκριβῶς, λέγων, τὸν τρόπον ὃν ἥκατε φάσκοντες, εἴπατε τὸ τῆς ὑμετέρας 〈ὁδείας〉 ἀκόλουθον. Μὴ παραγκωνίσασθε ἡμᾶς. Ἐμοὶ τὸ τῆς παρουσίας ὑμῶν θαρρήσαντες αἴτιον, εἴπατε τίς ὁ πείσας ὑμᾶς ἀλλογενεῖ προσκυνεῖν. Τί δὲ τοῦ τοσούτου κόπου τὸ κέρδος ἀνάλογον; Εἰ δὲ οὐκ ἄνθρωπον κλήτορα, ἀστροφανῆ δὲ ἐσχήκατε Ἄγγελον τὸ τῆς ἀνατολῆς ἀκριβῶς μοι φράσατε· χρόνον μάθω καὶ καιρόν, ἐν ᾧ καὶ ἄστρο δουλεύειν μεμάθηκεν ἐκπέμποντι βρέφει, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτόν.

Τὸν μὲν οὖν χρόνον τοῦ καινουργηθέντος ἀστέρος εἰρηκότες ἐξίεσαν, χρηματισθέντες μὴ ἀνακάμψαι πρὸς αὐτόν. Οἷς πάλιν ὤφθη ὁ συνοδοιπόρος ἀστήρ, ἐλθὼν δὲ οὖ τὸ παιδίον ἐτύγχανε, τέτατο, τοιαύτῃ στάσει τούτοις βοῶν· οὗτος, φησίν, ὁ βασιλεύς, οὗ καθάπερ σίγνον ἐγὼ προῆγον ὑμῶν· οὗτος ἀπέσταλκέ με πρὸς ὑμᾶς, τὴν τῆς ὁδηγίας μοι ἐξάψας δᾳδουχίαν.