Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς μάγους

Ἐφραίμ ὁ Σύρος

Θεολογικός στοχασμός περί της Γεννήσεως και έπαινος της πίστεως των μάγων

Προτροπή προς την πίστη αντί της λογικής έρευνας μπροστά στα παράδοξα και το ακατάληπτο της θείας Γεννήσεως, και εγκωμιασμός των μάγων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Τίς οὖν τὸν τοιοῦτον ζητῶν εὕροι τόκον; Τίς τὸν τοῦ μυστηρίου τρόπον καταλήψεται λόγος; Μηδεὶς ἀνθρωπίναις ἐννοίαις τὸν ἀκατάληπτον φθάνειν πειράτω· οὐ γὰρ χρεία μέτρων ἐνταῦθα λοιπόν, ἀλλὰ πίστεως μόνης.

Παῦσαι ζητῶν, ἄνθρωπε, καὶ μετὰ τῶν μάγων διδάχθητι προσκυνεῖν. Ταῖς ἡλιακαῖς ἀκτῖσι πρῶτον βλέψον τρανῶς καὶ τότε παρθενικαῖς ἀτενίσεις γοναῖς ἀβλαβῶς. Πῦρ ἐστι καταναλίσκον τὸ θεῖον· ἐὰν ψηλαφῆσαι θελήσῃς τὴν φλόγα, μηδὲν εὑρίσκων κατακαύσεις τὰς χεῖρας.

Τίς γὰρ οὐρανὸν ἐκλόνησε τῇ τῶν Ἀγγέλων τεχθεὶς ὑμνῳδίᾳ; Τίς ἄστρον ἀνέτειλε καὶ θεολόγους τοὺς ἀστρολόγους ἀνέδειξε μόνους; Τίς ὑπ᾽ Ἀγγέλων ἐκ κοιλίας προσηγόρευται Κύριος; Τίς τὸ τοιοῦτο καὶ πρὸ τόκου κεχρημάτικεν ὄνομα; Τίς ἐν κοιλίᾳ σκιρτήσει προσκεκύνηται πώποτε; Τίς ὑπάρχων ἐν μήτρᾳ παρὰ τῶν ἐν μήτρᾳ σέβας ἐδέξατο; Τίς ἐκ Περσίδος εἰς προσκύνησιν εἵλκυσε μάγους;

Ἀληθῶς γὰρ τούτων τὴν πίστιν θαυμάσαι καλόν, ὅτι σπήλαιον καὶ πτωχείαν ἰδόντες πολλὴν οὐκ ἐδίστασαν· ἔμαθον γὰρ ἐν Πνεύματι ὅτι δι᾽ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν· ὅτι τοῦ παντὸς περιδράττεται κἂν ἐν σπηλαίῳ γεγέννηται· ὅτι περιβάλλει τὸ στερέωμα νέφεσι κἂν ὡς ἀρτιτόκοις ἔθος περιβάλλεται ῥάκεσιν· ὅτι κόλποις ἀναπαύεται Πατρὸς κἂν σωματικῶς ἀνακέκλιται φάτνῃ· ὅτι θρόνον ἔχει Πατρὸς κἂν ἐν ἀγκάλαις βαστάζεται μητρός.