Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατὰ αἱρετικῶν

Ἐφραίμ ὁ Σύρος

Η παραβολή του πολυτίμου μαργαρίτη και η αναίρεση των δοκητικών αιρέσεων

Εισαγωγή στην αναλογία του μαργαρίτη και αντίκρουση των κακοδοξιών του Μαρκίωνα και του Μάνη σχετικά με την πραγματικότητα της Ενανθρώπησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 7

Οἶδά τινα πλούσιον ἐν τῇ Γραφῇ, ἀλλὰ φρόνιμος ὤν, ἰδών σε, πένητα ἑαυτὸν προσηγόρευσεν. Εἰ ὁ πλούσιος ἑαυτῷ πτωχείαν προσεγράψατο, ἀπιδών σου τὸ κράτος, ἐγὼ τί εἴπω, ἢ τί λογίσωμαι; Οἴδατ᾽ ὑμεῖς τοῦτον τὸν ἄνθρωπον· διηγήσατο ἡμῖν τὸ Εὐαγγέλιον παραβολήν, ἣν εἴρηκε δι᾽ αὐτόν. Ἅπας ὁ μόχθος τῶν Ἁγίων διὰ τὸν ἄνθρωπον γεγένηται. Λέγει γάρ· ἦν τις πλούσιος, καὶ γνοὺς ἐν ἀγρῷ θησαυρόν, ἐπώλησεν ἅπαντα, καὶ τὸν ἀγρὸν ἠγόρασεν. Ἕτερος δὲ τὸ αὐτὸ ποιεῖ διὰ μαργαρίτην πολύτιμον. Καὶ ὀφείλομεν ἐν ἑκατέρῳ γνῶναι τὸ διάφορον, καὶ ἐπιλῦσαι τὴν ἑκάστου δύναμιν. Οἱ δύο ἕν εἰσιν. Ἀλλ᾽ ἔχει βραχὺν λόγον τῆς ἐπιλύσεως ὁ τοῦ μαργαρίτου νοῦς. Διὸ ἐν πρώτοις αὐτὸν διέλθωμεν.

Ὁ μαργαρίτης ὁ τίμιος, ὁ ἀπὸ θαλάττης εὑρισκόμενος, πολλῆς τιμῆς ἄξιός ἐστι, διὰ τὸ δυσεύρετον. Οὐ παρέχει βρῶσιν, ἀλλὰ καύχημα. Οὐ παρέχει ποτοῦ ἀπόλαυσιν, ἀλλ᾽ εὐδοξίαν. Πολλὰ χρήματα ποιοῦσιν ὄγκον, οὗτος δὲ ἐπικουφίζει τὸ βάρος. Βραχὺς ὤν, μεγάλα δύναται· ἀλλὰ καὶ σύντομος εἰς τὸ βασταχθῆναι, καὶ εὐμετάθετος εἰς ἀποκατάστασιν. Ῥᾳδίως κρύπτεται καὶ δυσκόλως εὑρίσκεται. Οὗτός ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Οὖτός ἐστιν ὁ Θεὸς Λόγος, ἐν βραχεῖ πολλὴν δύναμιν μυστηρίων ἐμπεριέχων σαφῶς. Οὐ πρόκειται εἰς βρῶσιν, οὐ γάρ ἐστι πρόσκαιρος.

Οὐκ ἔστι πενήτων εἰς χρῆσιν, ἀλλὰ τῶν ἐν γνώσει πλουτούντων ἡ κατάληψις. Οὐδεὶς αὐτὸν ἔχειν δύναται τῶν πτωχῶν ἐν ἀρετῇ· τελείων δὲ κτῆμα γίνεται. Εἰσὶ βαθμοὶ ἐν οἴκῳ ὑψηλῷ, δι᾽ ὧν τις ἐπὶ τὸ ἄκρον ἀνέρχεται. Καὶ ἐν τῷ Εὐαγγελίῳ διαφοραὶ τῶν προσιόντων Θεῷ τυγχάνουσιν οὖσαι. Πένης εἶ; Γίνεταί σοι ἄρτος εἰς τὴν τῆς πενίας παραμυθίαν. Ἀσθενὴς ὑπάρχεις; Λαχάνῳ σε διατρέφει.

Τῷ πολυσάρκῳ σίνηπι ἐπιδίδωσι, καὶ τῷ ἡπατικῷ καὶ τῷ ἰκτεριῶντι οἶνος προσφέρεται. Ἄλλοις ὡς ἰχθὺς πρόκειται. Ἑτέροις σῖτος. Ἐνίοις δρέπανον. Τισὶ δὲ καὶ ἀξίνη γίνεται. Καὶ κρίθινος ἄρτος τοῖς ἀγροικοτέροις παρατίθεται. Καὶ μάχαιραν εἰς χειρουργίαν προσάγει, καὶ μαστίζει μάστιγι τῇ ἀπὸ σχοίνων, καὶ ἐν ῥάβδοις παιδεύει, καὶ ἐν βακτηρίαις καταπονεῖ.

Ταῦτα πάντα βαθμοὺς ἔχει τὸ Εὐαγγέλιον. Ταῦτα πάντα ἐν παραβολαῖς εἴρηται. Καὶ οἶδε πλουσίους ἐν ἀρετῇ καὶ πένητας. Οἶδεν ἀσθενεῖς καὶ ὑγιαίνοντας ἐν τῇ πίστει. Γινώσκει δυνατοὺς καὶ ἀδρανεῖς ἐν εὐσεβείᾳ. Ἀναιρεῖ τῇ μαχαίρᾳ πολλούς, τῶν εἰδώλων ἀποσχίζων, καὶ τὴν ἀσέβειαν ἀπάγων ἀπὸ τοῦ πλήθους. Ἐν κρυπτῷ βλέπει· διὰ τοῦτο ἐπάγει τὸ πῦρ, ἵνα ἐκκαλύψῃ τὸ κρυπτόμενον, καὶ ἵνα ἀναλώσῃ τὸ κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπαιρόμενον. Καυτῆρας ἐπάγει τοῖς ἐπινεμομένοις τὰ μέλη τὰ καίρια, καὶ τὰ λυμαινόμενα πάθη μακρὰν διΐστησι τοῦ κοινοῦ τῆς Ἐκκλησίας. Ἐν τοῖς ἀσθενοῦσιν ἰατρός. Ἐν τοῖς ἀθληταῖς βραβευτής. Ἐντοῖς ἐναντιουμένοις κριτής. Ἐν τοῖς ἀδίκοις ἔκδικος. Τῶν πτωχῶν κηδεμὼν γίνεται, καὶ τῶν χηρῶν προνοητής. Πρὸς τοὺς τυραννοῦντας βασιλεύς ἐστι, καὶ τοῖς ταπεινοῖς ὡς ἀδελφὸς πρόσεισι. Τοῖς ξένοις ἀπαντᾷ ὡς οἰκείοις, καὶ τοῖς ὀρφανοῖς ὡς πατήρ, καὶ τοῖς ἐν ἀγνοίᾳ λοιδοροῦσι φαίνεται ὡς ἰδιώτης. Καὶ εἷς ὤν, πάντα ταῦτα γίνεται· ἐπειδὴ ὃ θέλει, δύναται, καὶ τὰ συμφέροντα πᾶσι βουλεύεται. Διὰ τοῦτο πολλαὶ αἱ παραβολαί. Διὰ τοῦτο διάφοροι αἱ δυνάμεις. Ἐν πᾶσι γὰρ αὐτὸς οὐκ ἀλλοιούμενος, ἀλλ᾽ ὥσπερ πολύχορδος λύρα διαφόροις τρόποις τὴν πάντων λυσιτέλειαν τεχναζόμενος.

Οἶδα ἄνθρωπον τὸν αὐτὸν ἰατρὸν καὶ τέκτονα, χαλκέα καὶ οἰκοδόμον, οἰκονόμον καὶ γεωργόν, ἐπιτηρητὴν καὶ διδάσκαλον, ἀργυροκόπον καὶ κεραμέα, μάγειρον καὶ ἔμπορον, καὶ πολλὰς ἄλλας τέχνας ἐπιστάμενον· ἀλλ᾽ οὔτε ἐν μιᾷ τῶν τεχνῶν γινόμενος τὴν φύσιν ἀπώλεσε. Πῶς οὖν Θεὸς 〈οὐ〉 πολλῷ μᾶλλον ἀναλλοίωτος ἔσται, πολλὰ ποιῶν καὶ διάφορα προαιρούμενος;

Ταῦτα δὲ λέγω, ἵνα μή τις εἴπῃ ὅτι ὡς ἑνὶ τούτων, οὕτω καὶ σχήματι ὤφθη ἄνθρωπος. Ἄλλο φύσις, ἕτερον ἐπιστήμη. Ἄλλο σχῆμα, ἕτερον ὑπόστασις. Ὁ τέκτων καὶ γεωργός, ὁ πηλουργὸς καὶ κυβερνήτης, ὁ κηδεμὼν καὶ τῶν ἀναγκαίων χορηγός, εἷς ἐν πᾶσι τούτοις γινόμενος. Οὐ καθ᾽ ἑκάστην γεννᾶται ἐπιστήμων, ἀλλ᾽ ἅπαξ γεννηθείς, διὰ μελέτης ἐν μιᾷ ἑκάστῃ τῶν τεχνῶν ἐνεργεῖ. Ἄνθρωπος δὲ γεννηθείς, ἵνα πάλιν ποιήσῃ ἄνθρωπον, οὐχὶ μελέτῃ ποιεῖ, ἀλλὰ φύσει τέλειον ἀποδίδωσιν. Ὁ Υἱὸς 〈οὖν〉 τοῦ Θεοῦ οὐκ ἀπὸ μελέτης ἔμαθεν ὀφθῆναι ἀνθρώποις, ἀλλὰ διὰ φύσεως ἀνέλαβεν ἄνθρωπον, ἵνα γένηται ὃ οὐκ ἦν, καὶ ἐν ἀνθρώποις ὑπάρχῃ ὡς ἄνθρωπος.

Πρὸς Μαρκίωνα λέγω ταῦτα, τὸν τοιαῦτα ὑθλοῦντα τοῖς οἰκείοις σπουδασταῖς. Πρὸς Μάνην διαλέγομαι, τὸν χείρονα Μαρκίωνος φρονοῦντα περὶ προσλήψεως. Ὁ μαργαρίτης ἡμῶν εἰς μέσον πρόκειται. Λεγέτωσαν οἱ αἱρετικοί, πόθεν ἐστι καὶ πῶς γίνεται. Ἔχω ἐν αὐτῷ θησαυρὸν ἀποδείξεων, καὶ ἀντιχειρόγραφον τοῖς χρεώσταις τοῖς ἀντιδίκοις αὐτῶν προβαλοῦμαι. Εἴπωσιν ἡμῖν τίς ἡ γέννησις τοῦ μαργαρίτου.

Δείξωσιν ἡμῖν, ὅτι σχῆμα μόνον ἔχει, καὶ οὐχ ὑπόστασιν. Οἶδα τί λέγουσιν, ἀλλὰ κἀγὼ γινώσκω τίνα πεῦσιν ποιήσομαι. Δίχα συμπλοκῆς σώματος φασὶν γεννηθείς, οὐ δύναται εἶναι ἄνθρωπος. Εἰ μὲν γέγονεν ὡς ὁ Ἀδάμ, εἶχε, φασίν, ἀνθρώπου ὑπόστασιν. Εἰ δὲ ἐγεννήθη ἐκ παρθένου, ἐκτὸς συνουσίας ἀνδρός, σχῆμα ἀνείληφε.

Σιωπῶ ὑμῖν, αἱρετικοί· ἔχω γὰρ τὸν ὑπὲρ ἐμοῦ ἀποκρινόμενον. Ἐγὼ ἡσυχίαν ἄγω· λαλεῖ γὰρ ὑμῖν ὁ μαργαρίτης. Λάλησον, πῶς ἐγεννήθης. Εἰπέ σου τὴν φύσιν, καὶ τοὺς αἱρετικοὺς ἔντρεψον. Δεῖξόν σου τὴν ὕπαρξιν, καὶ τὰς φαντασίας τὰς ἑώλους διάλυσον. Αἱ κόγχαι φθεγξάσθωσαν τὴν γέννησιν τοῦ μαργαρίτου. Λεγέτωσαν τὴν σύλληψιν. Οἱ μύακες διδάσκαλοι γενέσθωσαν, οἱ ἐν τοῖς ὕδασιν, ἀνθρώπων τῶν δοκούντων ἐν οὐρανῷ διατρίβειν. Ἀπὸ τῶν ἀλόγων, ὅπου δὲ καὶ ἀψύχων, παιδευέσθωσαν οἱ ἐγκυβιστῶντες τῶν ἐπουρανίων ταῖς φύσεσιν· ἀπὸ τῶν μηδὲ νόμῳ μηδὲ θεσμοῖς κεχρημένων, οἱ νόμους διδόντες νομοθετείσθωσαν. Οὐ φέρω τὴν αἰσχύνην τῶν αἱρέσεων, ὅτι λόγον ἀπαιτοῦσι τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ πολυπραγμονοῦσι τὸν τρόπον τῆς θείας αὐτοῦ πράξεως. Λογοθετοῦσι τὸν Θεὸν οἱ χρεῶσται τῆς ἁμαρτίας, ὅτι ἐπιστῆναι φιλονεικοῦσι τῇ γεωργίᾳ τῆς ἀφράστου φύσεως. Κρίνουσιν οἱ κατάκριτοι τὸν Κριτήν, ἀγνοοῦντες ὑπὲρ ἑαυτῶν ἀπολογήσασθαι. Ἐὰν καταλάβητε τὸ ἀκατάληπτον, οὐκέτι ἐστὶν ἀκατάληπτον· καὶ ἐὰν νοήσητε τὸ θεῖον, οὐκέτι θεῖον ἔσται, ἀλλὰ κοινόν. Ἐὰν ἐπιστῆτε τῷ ἀγνώστῳ Θεῷ, καθὼς λέγει ὁ Ἀπόστολος, γέγονεν ἡ γνῶσις ὑμῶν διάλυσις τῆς θείας δυνάμεως.