Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατὰ αἱρετικῶν

Ἐφραίμ ὁ Σύρος

Το μυστήριο της ενανθρώπησης, η άσπορη σύλληψη και η θεομητορική παρθενία

Ανάπτυξη της διδασκαλίας για την πραγματική πρόσληψη της ανθρώπινης φύσης, την ανώδυνη γέννηση και τη διατήρηση της παρθενίας της Θεοτόκου έναντι της πλάνης της φαινομενικής σάρκωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 7

Λέγω ὑπόδειγμα, οὗ τὴν φύσιν ἀναλῦσαι δύναμαι· νοῶ τὸν τρόπον διά τινος ἐμφερείας, οὐ τὴν δύναμιν ἀποκαλύπτω τῆς πράξεως. Ὁ μαργαρίτης λίθος ἐστίν, ἐκ σαρκῶν γενόμενος· ἐκ γὰρ τῶν ὀστρέων ὁ μαργαρίτης προέρχεται. Τίς οὖν μὴ πιστεύσειεν ὅτι καὶ Θεὸς ἐκ σώματος ἄνθρωπος γεγένηται; Ἐκεῖνον οὐχὶ συνουσία τῶν κογχῶν συνιστᾷ, ἀλλὰ τῆς ἀστραπῆς καὶ τοῦ ὕδατος σύγκρασις. Οὕτω καὶ ὁ Χριστὸς συνελήφθῃ ἐν τῇ Παρθένῳ ἐκτὸς ἡδονῆς, τοῦ Ἁγίου Πνεύματος ἐκ τοῦ φυράματος αὐτῆς συστήσαντος τῷ Θεῷ τὴν πρόσληψιν. Ὁ μαργαρίτης, οὔτε μύαξ τίκτεται, οὔτε ὡς πνεῦμα ἐν σχήματι προέρχεται. Καὶ ὁ Χριστὸς οὖν ἀνακραθεὶς τῇ Θεότητι, οὔτε ψιλός ἐστιν ἄνθρωπος, οὔτε ἀκράτῳ Θεότητι κεχρημένος, ὡς ἐν σχήματι πνευματικῷ γεγένηται. Ὁ μαργαρίτης ἐν ὑποστάσει τίκτεται, ἕτερον δὲ λίθον κατ᾽ αὐτὸν οὐ γεννᾷ· οὐ γάρ ἐστιν ἄλλος Χριστός, εἰ μὴ ὁ ἐκ Πατρὸς γεννηθεὶς καὶ ἐκ Μαρίας τεχθείς. Οὐ σχῆμα ὁ λεχθεὶς λίθος ἔχει μόνον, ἀλλὰ καὶ ὕπαρξιν· οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν ὑποστάσει ἐτέχθη καὶ οὐκ ἐν σχήματι. Τῶν δύο φύσεων ὁ μαργαρίτης μετέχει ὁ πολύτιμος, ἵνα δείξῃ Χριστόν, ὅτι Λόγος Θεοῦ ὢν ἐκ Μαρίας ἄνθρωπος γεγένηται. Οὐ μερικὴν ἔσχε τὴν φύσιν, ἐπεὶ ἂν οὐδέτερον ζῶον ἐτύγχανε.

Τελείαν ἔχει τὴν διπλῆν φύσιν, ἵνα μὴ ἀπολέσῃ τὰς δύο. Οὔτε ἡ μία, ἡ Θεός, φύσις ὤφθη μόνη ἐπὶ τῆς γῆς, οὔτε ἡ ἑτέρα, ἡ ἄνθρωπος, ἀνέβη εἰς τὸν οὐρανὸν μόνη. Ἐκ τελείου τέλειος, καὶ ἐξ ἀνθρώπου ἄνθρωπος· ἐκ Θεοῦ Θεὸς καὶ ἐκ Παρθένου Χριστός.

Οὐκ ἐπεμερίσατο ἡ σὰρξ τῇ Θεότητι, οὐδὲ ἡ ἀνθρωπίνη φύσις ἐβάρησε τὴν θείαν φύσιν. Οὐχ ἡττήθη τῇ πλοκῇ τῆς προσλήψεως, ἵνα ἀπολέσῃ ὃ εἶχε, καὶ ὃ μὴ ἔχει γένηται. Τέλειον ἔχει ὃ ἦν, καὶ τέλειον ἔχει ὃ προσείληφεν. Ἡ σύγκρασις οὐκ ἐγένετο σύγχυσις· οὐ γὰρ σῶμα σώματι συνεπλέκετο, ἀλλὰ ἄνθρωπος ἡνοῦτο τῇ Θεότητι.

Οἶνος καὶ ὕδωρ μιγέντα ἀπολεῖ τὴν φύσιν· οἶνος δὲ καὶ χρυσὸς ἐπιμιγέντα ἑκάτερα συνιστᾷ τὴν ὑπόστασιν. Σκέπει ὁ Θεὸς τὴν πρόσληψιν, ὡς ἡ χρυσῆ στάμνος. τὸ μάννα. Κρύπτεται ὁ θεῖος Λόγος ἐν τῇ προσλήψει, ὡς ἐν τῇ κιβωτῷ ἡ στάμνος.

Τὸ ἐκτὸς γίνεται ἐντός, καὶ τὸ ἐντὸς ἐκτός, ἵνα καὶ ἑνότης δειχθῇ καὶ ὑπόστασις. Οὐ τὸ μάννα πρόσληψις, ἀλλὰ συνήνωται τῇ στάμνῳ, οὐχ ὡς περιβεβλημένη τὴν Θεότητα, ἀλλὰ ὡς ὁ μαργαρίτης ἐξ ἀστραπῆς καὶ τοῦ ὕδατος ἔνδοθεν ἔχουσα. Σύνες ἀστραπῆς καὶ ὕδατος τάξιν, καὶ θαύμασον τὰς παραβολὰς τοῦ Χριστοῦ. Νόησον σαρκὸς λειτουργίαν ἀτελοῦς τῷ μαργαρίτῃ, καὶ πιστεύσεις ὅτι ὄντως ἐκ γυναικὸς ἐτέχθη ὁ Χριστός. Ὁ μύαξ, ὁ οὐδ᾽ ὀβολοῦ ἄξιος, ἔτεκε λίθον πολλῶν ταλάντων χρυσίου τιμιώτερον· οὕτω καὶ ἡ Μαρία ἐγέννησε τὴν Θεότητα τὴν πάσῃ κτίσει ἀσύγκριτον.

Οὐκ ὠδυνήθη τὸ ὄστρεον συνειληφὸς τὸν μαργαρίτην, μόνον δὲ αἴσθησιν τῆς προσθήκης ᾔσθετο· καὶ ἡ Μαρία εὐαρέστως συνείληφε τὸν Χριστόν, αἰσθηθεῖσα τὴν φύσιν τὴν προσιοῦσαν. Οὐκ ἐφθάρη ὁ μύαξ, οὔτε συνειληφώς, οὔτε τετοκώς· τελειωθέντα γὰρ τὸν λίθον τέτοκεν, ὀδύνας μὴ ὑποστάς· καὶ ἡ Παρθένος ἀφθάρτως συνείληφε, καὶ ἀπόνως ἐγέννησεν. Οὐ μόνον ὁ μαργαρίτης συνείληπται, ἀλλὰ καὶ αὔξων ἐχρόνισεν· ἐπειδὴ ἐδύνατο καὶ ἔξω τοῦ κόγχου τὴν οἰκείαν δεῖξαι ὑπόστασιν.

Σαρκὸς πρὸς συνέργειαν ἐδέησε τῇ ὑποστάσει, καὶ φύσει θρεπτικῇ ἐχρήσατο εἰς τελειότητος ὑπόστασιν. Ἐκρύβη ὡς ἐν τῇ μήτρᾳ τῷ κοίλῳ τοῦ κόγχου, καὶ ὡς ἐν φύσει ἐνεκεντρίσθη πρὸς τελείωσιν τῆς ὑπάρξεως. Ηὐξήθη διὰ τῆς ζωτικῆς φύσεως, καὶ τῆς ποιότητος τῆς συλλαβούσης ἐκοινώνησε. Γέγονεν υἱὸς ὁ μὴ σπαρεὶς ἐκ σαρκός, καὶ τέκνον ἐκαρποφόρησεν ἡ φύσις δίχα ἀνδρὸς συνεργοῦντος τῇ γενέσει τῶν τέκνων.

Ὢ τῶν μεγάλων μυστηρίων! Ὢ τῶν ἐπουρανίων δογμάτων! Ὅτι ἔτεκεν ἡ φύσις τὸ μὴ ἴδιον, καὶ γέγονε τέκνον τὸ μὴ ἐξ ἀνδρὸς καταβληθέν. Ἡ παρθένος μήτηρ καὶ ἡ φύσις πηγή· ἡ μήτρα τροφὸς καὶ ἡ κόρη συνεργός. Ἡ πρόσληψις ἐκ τῆς ποιότητος τῆς φύσεως, καὶ ἡ γέννησις ἐκ τῆς πληρώσεως τῆς τεταγμένης τῇ φύσει.

Μόνη γυνὴ χωρὶς ἀνδρὸς ἐγέννησεν· ἀλλότριος γὰρ φθορᾶς ἦν ὁ γεννώμενος. Παρθένος ἔτεκε διὰ τὸν ὄντα τῆς ἁγνείας πηγήν· ἄπειρος ἡδονῆς τῇ τεκνογονίᾳ ἐλειτούργησε· τὸν γὰρ τὰ πάθη νικῶντα προήγαγε. Πῶς οὖν σχῆμα μόνον ἀνείληφεν ὁ κοινωνήσας καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ καὶ τῷ χρόνῳ τῆς γεννήσεως; Πῶς οὖν προῆλθεν ἄνθρωπος ὁ πᾶσαν πεῖραν δοὺς τῇ φύσει, χωρὶς τῆς φθορᾶς καὶ τῶν ὠδίνων; Οὔτε πέπονθεν ἡ Μαρία, ὡς γυνή, οὔτε ὤδινε τίκτουσα, ὡς παρθένος. Οὐκ ἦν ἀλλοτρία τοῦ γεννωμένου· εἶχε γὰρ κοινωνίαν διὰ τὸν θρέψαντα φύσιν. Μήτηρ ἦν τοῦ ἀλλοτρίου Υἱοῦ, διὰ τὴν χορηγίαν τῆς προσλήψεως.

Ηὔξανεν ἐν τῇ μήτρᾳ ὁ Χριστός, ἀνενδεὴς ὤν, ὡς Θεός. Υἱὸς γέγονε γυναικός, Υἱὸς ὑπάρχων Θεοῦ. Ἔγνω τὴν Μαρίαν μητέρα· περιέλαβε δὲ ἐξ αὐτῆς ἀνθρωπότητα ἡ Θεότης. Υἱὸς ἦν τῆς λειτουργησάσης, ὅτι οὐ μόνον τῇ πίστει παρέσχε τὴν προαίρεσιν, ἀλλὰ καὶ τῇ φύσει ἐκοινώνησεν εἰς τὴν πρόσληψιν.

Εἰ σχῆμα προσειλήφει ὁ Λόγος, τίς ἦν χρεία φύσεως; Εἰ ὡς ἐν εἴδει προελήλυθε, τίς ἦν χρεία τῆς γυναικός; Εἰ ὡς διὰ σωλῆνος κατελήλυθε, χρόνου διατί ἐδέετο καὶ συλλήψεως; Διατί ἐν παρθένῳ χωρεῖ ὁ μέλλων προϊέναι ἐκτὸς φύσεως;

Ὁ οὕτω τεχθείς, ὡς καὶ ἐξ οὐρανοῦ ἐν τῇ Παρθένῳ ἐσκήνωσεν, ἱνατί εὐθὺς ἐξ οὐρανοῦ τῇ γῇ οὐκ ἐπεφήνατο; Ὁ μὴ προσειληφὼς τῆς ἀνθρωπίνης φύσεως, εὐθὺς ἐκ τοῦ ἀέρος διατί ἀνθρώποις οὐκ ἐγνωρίζετο; Εἰ ἔσχε τὸ τέλειον τῆς οἰκονομίας, τί προσελάμβανεν ἂν ἐκ τῆς παρθενικῆς φύσεως; Οὔτε περιττός ἐστιν ὁ Θεός, οὔτε χλευαστής· περιττὴ δὲ ἡ Μαρία, ἐὰν ὁ Χριστὸς ἦλθεν ἐν σχήματι. Χλευάζειεν ἂν καὶ ὁ Θεός, γέννησιν ἐπὶ φάτνης τοῖς ἀνδράσι δεικνύς. Ἔστω ἡ ἀνάγκη τῶν λόγων τῶν αἰτιῶν κατηγοροῦσα. Ἐγὼ γὰρ ἀλήθειαν οἶδα τὸν Χριστόν, καὶ ἐν τῷ μαργαρίτῃ θαυμάζω αὐτόν, ἅτε Θεὸν προσειληφότα ἐκ τῆς Παρθένου τὸν ἄνθρωπον.

Ἔχω καὶ ἄλλην ἀπόδειξιν περὶ τῆς ὄντως αὐτοῦ ὑπάρξεως, τὴν ἄχρι τελείας αὐτοῦ ἡλικίας αὔξησιν. Εἰ γὰρ σχῆμα εἶχεν ὁ Λόγος, ἱμάτιον ἐνεδέδυτο. Δείξατε αὐξάνον ἱμάτιον. Καὶ εἰ ἐν σχήματι ὁ Χριστὸς παρεγένετο, δείξατε στολὴν προϊοῦσαν καὶ φαιδρὰν γινομένην, οὐχὶ δὲ παλαιουμένην. Καὶ εἰ ὁ Χριστὸς ἐν σχήματι ἐλήλυθε, νήπιος ὢν ἤκμαζε τὴν ἀνδρὸς τελείου κατάστασιν; Ἡ αὔξησις μαρτυρεῖ τῇ συλλήψει, καὶ ἡ σύλληψις τῇ αὐξήσει. Οὔτε ἐκείνη συντόμως ἐγένετο, οὔτε αὕτη παρῆκε τὸν χρόνον τῆς φύσεως. Οὐκ ἔστι τὰ σχήματα ὑποστάσεως κοινά, ἀλλ᾽, ὡς τὰ ἱμάτια, τέχνης εὑρήματα. Τίς οὖν χρεία φύσεως, τέχνης λειτουργούσης τῷ Χριστῷ; Τίς οὖν χρεία γυναικείας συλλήψεως, τῶν ὑλῶν οὐκ ἀπὸ ζώντων ἀνθρώπων προϊουσῶν, ἀλλ᾽ ἐν τῇ γῇ εὑρισκομένων; Παρθένος διηκόνησε τῇ φύσει τῆς Θεότητος, διὰ τοῦτο καὶ φύσιν ἄφθαρτον αὐτῇ ἐχαρίσατο. Εἰ ἦν πρᾶξις ἡ λειτουργία, καὶ ἄνθρωπος ταύτην παρασχεῖν ἠδύνατο. Εἰ ἦν σχῆμα ἡ διακονία, ἡ τέχνη τῶν ἀνθρώπων συνεβάλλετο τῇ Θεότητι. Νηδὺς ἐλειτούργησε τῇ Θεότητι, καὶ διὰ τὴν ἑτοίμην ὑπακοὴν μισθὸν ἔλαβε τὴν ἀπονίαν. Προσήγαγε φύσιν πονεῖν ὀφείλουσαν, καὶ ἀπέλαβεν αὐτὴν ἄπονον. Προσήγαγε δῶρον ἀσθενές, καὶ ἔλαβεν αὐτὸ ἰσχυρόν. Ἔδωκε μήτραν ἐπίπονον, καὶ ἔλαβεν αὐτὴν ἀδιάρρηκτον. Ἰατρὸς ὁ τὴν φύσιν αὐτῆς χρησάμενος, διὰ τοῦτο ὑγιῆ ἀποκατέστησεν.

Οὐκ ἦν ἄνθρωπος, ὁ τὴν Παρθένον αἰτῶν χρῆσιν τεκνογονίας, ἀλλὰ Θεός. Διὰ τοῦτο παρέσχετο τῇ φύσει ὃ οὐκ εἶχεν, ἵνα δείξῃ ὅτι οὐκ ἦλθε τὴν φύσιν ῥῆξαι, ἀλλὰ ἄρρηκτον διαφυλάξαι. Μαργαρίτης ἦν ὁ γεννώμενος, διὰ τοῦτο ἐξώλισθε γεννηθεὶς ἄνευ ὠδίνων καὶ πόνων. Οὔτε τραχὺς ἦν ὡς γηώδης, οὔτε διακεχυμένος ὡς ὑγρός, οὔτε πολυμερὴς ὡς ὑλικός· ἀλλὰ νήπιος, ἔχων Θεὸν τέλειον ὑπὸ φύσιν ἁπλότητος κρυπτόμενον. Διὸ ἐκ τῆς τοῦ ἐνόντος δυνάμεως ἡ Παρθένος, ὡς κόγχος, ἔτεκε φυσικῶς, καὶ ὡς γυνὴ πέπονθεν οὐδαμῶς, πάλιν συνελθούσης τῆς φύσεως, ὡς αἱ πτυχαὶ τῶν ὀστρέων, ἐπὶ τὴν παρθενικὴν κατάστασιν.

Οὐκ ἀπεσφραγίσθη ἡ φύσις τῆς Παρθένου, Χριστοῦ συλληφθέντος· διὰ τοῦτο οὔτε γεννηθέντος διηνοίχθη, ἵνα γεννήσῃ, οὐδὲ ἐρράγη γεννῶσα. Ἀναγκάζομαι διατρίβειν ἐν τῷ λόγῳ, ἵνα πάντα λέγων δείξω τοῖς αἱρετικοῖς, ὅτι ὁ Χριστὸς ἐτέχθη ἄνθρωπος, καὶ οὐ δοκήσει προελήλυθεν. Ἡμεῖς, ὡς συλλαμβανόμεθα, οὕτω καὶ γεννώμεθα. Φθείρεται ἡ μήτηρ συλλαμβάνουσα, πονεῖ τίκτουσα, ἀπόλλυσι τὴν σφραγῖδα τῆς φύσεως, ἵνα συλλάβῃ. Διὰ τοῦτο καὶ γεννῶσα, οὐ διικνεῖται μόνον, ἀλλὰ καὶ χαλᾶται πρὸς ἐλάττωσιν τῆς φύσεως, καὶ ὠδίνει ὑπόμνησιν αἴρουσα τῆς ἐξ ἀρχῆς γενομένης φθορᾶς· ὅτι ὁ σπόρος προκόψας, ἡ φθορὰ ὠδῖνας τὸ θέρος τῆς κατασπαρείσης σαρκὸς ἔχειν παρασκευάζει. Ὁ δὲ Χριστὸς οὐχ οὕτως.

Ἐγεννήθη ἀνωδίνως, ἐπειδὴ ἀφθάρτως συνείληπται. Ἐν παρθένῳ σαρκὶ καταβέβληται, οὐχ ὑπὸ σαρκός, ἀλλ᾽ ὑπὸ Ἁγίου Πνεύματος· διὰ τοῦτο προῆλθεν ἐκ Παρθένου· τὸ γὰρ Πνεῦμα τὴν μήτραν διήνοιξεν, ἵνα ἔλθῃ ἄνθρωπος, ὁ τὴν φύσιν δημιουργήσας καὶ τὴν δύναμιν τῇ Παρθένῳ πρὸς αὔξησιν αὐτοῦ παρασχόμενος. Τὸ Πνεῦμα ἦν μαιούμενον τὴν λοχὸν τὴν ἄλοχον. Διὰ τοῦτο οὔτε τὸ τεχθὲν τῇ σφραγῖδι τῆς παρθενίας διώχλησεν, οὔτε ἡ παρθένος ἐπόνησε, διαιρεθεῖσα μὲν διὰ τὸν ὄγκον τοῦ τέκνου γεννωμένου, παλιννοστήσασα δὲ πάλιν ἐπὶ τὴν ἑαυτῆς σφραγῖδα, ὡς αἱ πτυχαὶ τῶν κογχῶν προϊέμεναι τὸν μαργαρίτην καὶ πάλιν ἐπὶ τὴν αὐτὴν ἀδιάλυτον ἕνωσιν καὶ σφραγῖδα συνερχόμεναι.

Οἶδα πολλοὺς ἄμεινον ἐπειληφότας, ὧν ἐχρήσαντο. Ὅτε οἱ χρησάμενοι, τεχνῖται ὄντες, τὸ δοθὲν ἐν σφάλματι ἀποδεδώκασι διορθωσάμενοι, πόσῳ μᾶλλον ὁ Θεὸς οὐ χεῖρον ἀπεδίδου ὑγιὲς χρησάμενος, ἀλλ᾽ ἄμεινον; Διὰ τοῦτο ἄφθαρτον χρησάμενος φύσιν, ἀπαθῆ κατέστησεν δι᾽ αὐτῆς γεννηθείς. Μηχανικοὶ δύνανται ἐπέχειν ἐναντίᾳ πνοῇ ἐν σκεύει τὰ ὕδατα, καὶ διὰ πτερῶν ἀνοίγουσι καὶ κλείουσιν αὐτομάτους πόρους ἐν τοῖς σκεύεσιν ὄντας· ἆρα ὁ Θεὸς ἀνθρώπων οὐκ ἂν ἦν ἐντεχνότερος εὐρύναι καὶ στενῶσαι τὴν φύσιν μηδὲν ἐκ τῶν ἐν μέσῳ προϊόντων ὄγκων διοχλουμένην;

Οἱ βασιλεῖς, ἐν αἷς ὑψοῦνται πόλεσιν ἢ γεννῶνται, προνόμια δωροῦνται· ὁ Υἱὸς τοῦ Θεοῦ τῇ Παρθένῳ οὐ παρείχετο μητρὶ οὔσῃ τὴν παρθενίαν, καίπερ δυνάμενος; Ἄλλοι τῶν κρατούντων τόπους, καὶ πηγὰς ἐπινοοῦσι καὶ φύσεις ὑδάτων, καὶ κράσεις ἀέρων βελτιοῦσιν ἐπινοίᾳ συνέσεως· ὁ Χριστὸς οὐ πολλῷ μᾶλλον καὶ αὐτὰ τὰ δοκοῦντα ἐνοχλεῖν τῇ φύσει οὐ διωρθοῦτο, ἀλλ᾽ ὡς εἷς τῶν ἀνθρώπων τὴν τεκοῦσαν μητέρα μίαν εἶναι τῶν πολλῶν κατελίμπανεν; Ὥσπερ μόνος ἐκ Παρθένου ἐτέχθη Χριστός, οὕτως ἔδει καὶ τὴν Μαρίαν τεκοῦσαν διαμεῖναι παρθένον, καὶ γενέσθαι μητέρα ἀνώδινον.

Μή σε ἡ οἰκεία φύσις τυφλούτω ἀπιστεῖν τῇ Θεότητι. Μή σε τὸ ἐμπαθές σου σῶμα στρεβλούτω κατηγορεῖν τῆς φύσεως τῆς ἀνθρωπίνης, ὅτι ὁ Χριστὸς οὐκ ἦλθεν ἵνα δουλεύσῃ τοῖς πάθεσιν, ἀλλ᾽ ἵνα ἀφανίσῃ τὴν ἁμαρτίαν. Οὐκ ἐνέδυσε τὸ σῶμα ἵνα χλευάσῃ τὴν φύσιν. Οὐκ ἔφυγε τὴν πρόσληψιν ἵνα τιμήσῃ τὸ σχῆμα. Εἰ διὰ τοῦ σχήματος ᾤετό τις δρᾶν ἀξιοθαύμαστον, πάντως πλέον ἄν τι διεπράξατο δι᾽ αὐτῆς τῆς φύσεως. Εἰ τῆς φύσεως τὸ σχῆμα ἐτίμησε, καλὸν ἡ φύσις τιμῆς ἀξιωθεῖσα ἀπὸ τῆς Θεότητος. Εἰ δὲ διὰ κατόρθωσιν ἦλθεν ἐν σχήματι, θαυμασιωτέρα ἡ φύσις τοῦ σχήματος, ἐναργεστέραν παρέχουσα τὴν διόρθωσιν. Εἰ μηδὲν συνήνεγκε τὸ σχῆμα, ἔδει ἐκτὸς αὐτοῦ κατορθῶσαι τὸ προκείμενον. Εἰ μηδὲν κατώρθωσεν ἐν τῷ σχήματι, περιττὸς ὁ περιττὸν περιφερόμενος.