Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατὰ αἱρετικῶν

Ἐφραίμ ὁ Σύρος

Ο συμβολισμός του μαργαρίτη και η ασύγχυτη ένωση των δύο φύσεων

Χρήση του φυσικού μαργαρίτη ως τύπου για την κάθαρση της Παρθένου και την άρρητη ένωση της θεότητας και της ανθρωπότητας στο πρόσωπο του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 7

Προσέχετε τῷ μαργαρίτῃ καὶ μὴ πλανᾶσθε· οὐ γὰρ παύσομαι κρατῶν τὸν ἔλεγχον, ἕως ἂν εὐθύνω τοὺς κατηγόρους. Ἴδετε ὅτι οὐκ ἔστι σχῆμα, ἀλλ᾽ ὕπαρξις, καὶ θαυμάσατε τὴν πλοκὴν τῆς φύσεως. Ἀδιαίρετος οὗτος ὁ λίθος ὁ πολυτίμητός ἐστιν· οὐδεὶς γὰρ τῆς Θεότητος χωρίσει τὴν πρόσληψιν. Ἀστραπὴ καὶ ὕδωρ συνεφώνησαν· δύο ὑπεναντία συνεπλάκησαν. Πῶς οὖν ὃ κρατεῖς ἀγνοεῖς, καὶ ὃ μὴ κρατεῖς περιεργάζῃ; Ἐκ πυρὸς ἡ ἀστραπή, καὶ πῦρ· ὅθεν καὶ φωτίζει καὶ φλέγει. Αἱ κόγχαι ἐξ ὕδατος, καὶ δι᾽ ὕδατος αὔξουσι. Πῶς οὖν οὐκ ἔφλεξεν ἡ ἀστραπὴ τῆς κόγχης τὸ σωμάτιον; Πῶς συνῆλθον οὐσιωδῶς τὸ ὕδωρ καὶ τὸ πῦρ, καὶ ἄλληλα οὐ διέφθειραν; Οὐ δύνῃ εἰπεῖν, ἀλλ᾽ ἀναγκάζῃ πιστεύειν ἃ βλέπεις καὶ ἃ ψηλαφᾷς. Γενέσθω σοι μαρτύριον ἡ φύσις, ἣν εἰπεῖν οὐκ ἐπίστασαι, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἄνευ σπορᾶς γίνεται, καὶ δύο ὑπεναντίων οὐσιωδῶς ὁμονοησάντων, τῶν ὑποστάσεων δεικνυμένων ἐπὶ ἑκάστης φύσεως.

Φθάνω ὑμῶν τὴν κατηγορίαν. Οἶδα ἐξ ὑμῶν τινας λέγοντας· Θεὸς ἀγέννητος, ἡ σὰρξ ὁρατή· Θεὸς ἀπαθής, ἡ φύσις ἐμπαθής. Πῶς τοσούτοις ὑπεναντίοις ὁμόνοια πρὸς μίαν ὑπόστασιν ἐγένετο; Ἔχεις τὸν μαργαρίτην ἁπάντων τῶν εἰρημένων διεκφάντορα καὶ σαφηνιστήν· τὸ γὰρ πῦρ σημαίνει τὴν Θεότητα, καὶ τὸ ὕδωρ τὴν πρόσληψιν.

Οὐ τὸ ὕδωρ προσείληφε τὴν ἀστραπήν, βαρὺ γάρ ἐστι, καὶ οὐκ ἐξικνεῖται πρὸς τὸ ὑψηλότατον τοῦ πυρός. Ἡ ἀστραπὴ ἐπιπετασθεῖσα συνεπλάκη τῷ ὕδατι, καὶ ἡ κόγχη θροησθεῖσα ἀπέκλεισε συναφθὲν ἑκάτερον. Ἡ θέρμη τοῦ σώματος ἡνώθη τῷ ἐπεισελθόντι, καὶ ἡ ἀσφάλεια συνελθουσῶν πτυχῶν ἀδιάρρευστον διεφύλαξε τὸ χαῦνον.

Ἡ φύσις διὰ τὴν ἕνωσιν ηὔξησε τὸ ἀποκλεισθέν. Προϊόντος τοῦ καιροῦ, προῆλθε τὸ ὕδωρ καὶ τὸ πῦρ εἰς μαργαρίτην. Οὕτω λέγει καὶ τὸ Εὐαγγέλιον, ὅτι Πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ τὴν Παρθένον. Διατί; Ἵνα λάβῃ δύναμιν χωρῆσαι τὴν Θεότητα. Καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Ἡ ἀστραπὴ ἐπιστήσεταί σου τῇ φύσει, ὅτι τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Οὐκ εἶπε, τὸ γεγεννημένον πάλιν γεννηθήσεται, οὐδὲ εἶπε, τὸ γεννώμενον ἐκ τῆς δυνάμεως ἢ τοῦ Ἁγίου Πνεύματος, ἀλλ᾽ ἐκ σοῦ· ἵνα δείξῃ τὴν φύσιν τῆς Παρθένου λειτουργοῦσαν τῇ Θεότητι, καὶ τὴν πρόσληψιν ἐν αὐτῇ καὶ ἐξ αὐτῆς τῷ Λόγῳ καὶ τῷ Θεῷ συμπλεκομένην. Εἰ μὴ εἶπε, τὸ γεννώμενον ἐκ σοῦ, τάχα ἂν σχῆμα ἐνομίσθη ὁ Λόγος προσειληφέναι. Ἔνια τῶν ἀντιγράφων οὐ περιέχει τό, ἐκ σοῦ, ταῖς αἱρέσεσι χαριζόμενα. Εἰ καὶ μηδ᾽ ἔχει τό, ἐκ σοῦ, ὦ αἱρετικέ, ἡ προσθήκη ἐκ σοῦ σῴζει τὸν νοῦν, ὃν εἶπεν ἐν τῷ, διὸ καὶ τὸ γεννώμενον, σημαίνων τὴν προσπλοκὴν τῆς προσλήψεως. Ἡ σύλληψις ἐλέγχει τὴν φύσιν καὶ ἀποβάλλεται τὸ σχῆμα, καὶ ἡ λέξις τοῦ Ἀρχαγγέλου συνιστᾷ ὅτι ἡ Θεότης δι᾽ οὐδὲν ἄλλο τῇ Παρθένῳ ἐπεσκίασεν, ἢ ἵνα γεννηθῇ ἄνθρωπος. Ἐπεὶ ἠδύνατο συντόμως ὀφθῆναι πάσῃ τῇ γῇ, εἰ μὴ δι᾽ ἀληθινῆς τῆς τοῦ ἀνθρώπου πλοκῆς ἐβούλετο τοῖς ἀνθρώποις ἐπιδημῆσαι.

Ἐπίβλεψον τῷ μαργαρίτῃ, καὶ βλέπῃς αὐτὸν τὰς δύο φύσεις συνέχοντα. Φαιδρότατός ἐστι διὰ τὴν Θεότητα, λευκὸς διὰ τὴν πρόσληψιν. Ἐν τῷ λευκῷ βλέπεις τὸ φαιδρόν, ἐν τῇ ἀρετῇ ὁρᾷς τὴν ἔνοικον δύναμιν. Σκληρὸς διὰ τὴν ἀνθρωπείαν φύσιν, λεῖος διὰ τὴν ἐπουράνιον κατάστασιν. Ὑδατώδης διὰ τὴν ἐπίγειον φύσιν, πυρώδης διὰ τὴν τῆς Θεότητος ὑπόστασιν. Πᾶσι σκοπός ἐστι φυσικός, ὅτι ἕκαστος, ὡς ἐν κατόπτρῳ, τὰ κατ᾽ αὐτὸν φωτίζεται. Τὰ κάτοπτρα τέχνῃ γίνεται· διὸ ἔχει τινὰ παραλογισμὸν εἰς τὴν τοῦ προκειμένου παράληψιν. Ὁ δὲ μαργαρίτης φυσικὴν ἔχει τὴν χάριν, καὶ τὸ λυσιτελὲς ἔμφυτον. Καὶ ἕτερα πολλὰ ἐκ δύο τινῶν ἓν γίνονται· ἀλλ᾽ οὐ γεννῶνται, καθὼς ὁ μαργαρίτης, οὔτε ἐκ πυρὸς καὶ ὕδατος λαμβάνονται.

Ὅρα! Μὴ ζήτει τὰ ὑποδείγματα ἐν πᾶσι τοῖς μαργαρίταις· οὐ γὰρ πάντες εἰσὶ γνήσιοι, ἐν αὐτοῖς ἀπαρτισμάτια ἔχοντες ἃ εἴπομεν· τὸ γὰρ πλῆθος αὐτῶν τὸ γεωδέστερον μέρος ἔχει πολύ. 〈Εἰσὶν〉 αἱ εἰς τὸν βυθὸν διατρίβουσαι κόγχαι· αἱ δὲ ἐν τοῖς τεναγώδεσι τῇ ἰλύϊ χαίρουσι, καὶ διαφόρους σκωρίας ἐσθίουσαι, βράδιον ἔχουσι τοὺς καλοὺς μαργαρίτας. Ἔχει καὶ ἄλλην αἰτίαν ὁ μαργαρίτης· ὅτι, ἐὰν μὴ ἀπαρτισθῇ ὁ χρόνος τῆς γεννήσεως αὐτοῦ, ὡς ἄωρος προϊών, λιθώδης εὑρίσκεται· ὅθεν καὶ οἱ βύθιοι οἱ πολλοί εἰσιν ἀδόκιμοι. Ἐὰν μὴ ἐκτεχθῇ, οὐκ ἔστι χρήσιμος. Τοὺς πολλοὺς γὰρ οὐχ εὑρίσκουσι, ἀλλ᾽ ἐξ αὐτῶν τῶν κογχῶν ἀναλέγουσι. Διὰ τοῦτο ἀπαρτισμάτια λέγονται, ἐπειδὴ ἀπαρτίσαντα τὴν αὔξησιν καὶ πέμψαντα τὴν οὐσίαν εἰς τὴν δύναμιν τῆς φύσεως, οὐκ αἴρονται, ἀλλὰ τίκτονται. Οἳ καὶ πολλῆς τιμῆς ἄξιοι γίνονται.

Ἵνα δὲ μάθῃς ὅτι καὶ ἐν τῇ θαλάσσῃ ζῷα ὕδωρ ἐστίν, ἀνάγνωθι τὸν Νόμον καὶ ἀκούεις μαρτυροῦντα τὸν Θεὸν ὅτι τοῖς ὕδασιν ἐπέταξε προαγαγεῖν σὺν πᾶσι καὶ τοὺς μύακας· ταῦτα γάρ ἐστι τὰ ἐν τοῖς ὕδασιν ἕρποντα.

Ἐξ ἀκαθάρτων ζῴων ὁ μαργαρίτης· ἐπειδὴ καὶ ὁ Χριστὸς ἐγεννήθη ἐκ φύσεως τῆς ῥυπωθείσης καὶ χρῃζούσης καθάρσεως διὰ τῆς τοῦ Θεοῦ ἐπισκοπῆς. Ὥσπερ ἡ ἀστραπὴ τὰ πάντα, οὕτω καὶ ὁ Θεός· καὶ ὥσπερ ἐκείνη φωτίζει τὰ ἀπόκρυφα, οὕτω καθαίρει ὁ Χριστὸς καὶ τὰ τῆς φύσεως κρύφια. Καὶ διὰ τοῦτο ἐκάθηρε τὴν Παρθένον, καὶ οὕτως ἐγεννήθη, ἵνα δείξῃ ὅτι, ὅπου Χριστός ἐστι, πᾶσα καθαρότης ἐνεργεῖ.

Ἐκάθηρεν αὐτὴν ἐν τῷ Ἁγίῳ Πνεύματι προετοιμάσας, καὶ οὕτω συλλαμβάνει αὐτὸν ἡ μήτρα γενομένη καθαρά. Ἐκάθηρεν αὐτὴν ἐν ἁγνείᾳ, διὸ καὶ γεννηθείς, παρθένον ἀπολέλοιπεν. Αἱ κόγχαι δηλούτωσαν ὅτι οὐ διὰ τοῦ μέλους τοῦ γυναικείου συνείληφεν ἡ Παρθένος· ἀνέπτυξαν γὰρ ὅλον τὸ σῶμα ταῖς δύο πτυχαῖς, καὶ οὐ τὴν σαρκικὴν κατάστασιν παρέσχον. Αἱ κόγχαι ἀμερίμνως ἀπολυτὸν ἔσχον τὸ σῶμα, καὶ αἰφνιδίως ἐπληρώθησαν τῆς ἀστραπῆς. Οὕτω καὶ ἡ Παρθένος παντὶ τῷ σώματι ἐδέξατο τὸν Θεοῦ Λόγον ἁπλότητι φύσεως καὶ οὐ περιεργείᾳ κινήσεως. Ἐπληρώθη τῆς Θεότητος, καὶ συνῆκεν ὅτι οὐ προσέλαβεν ἐκ τῆς ἀνθρωπίνης καταστάσεως τὴν πρόσληψιν.

Ἐνόει τὴν σύλληψιν, ἠγνόει τὴν συνουσίαν. Ἐνόει τὸν ὄγκον τὸν κρυπτόμενον, ἀπείρως δὲ εἶχε τῆς περιέργου φθορᾶς τῆς ὀρέξεως. Πάντα τὰ μέλη συνέτρεχον πρὸς ἁγνείαν, τῆς οἰκείας ὁρμῆς ἐπιλαθόμενα. Ὅτι καὶ ἡλίου ἀνατολαῖς, πάντα φωτοειδῆ γίνονται, ἐὰν ἔξωθεν φαίνων ὁ ἥλιος φωτίζῃ τὰ σύμπαντα. Τί ποιήσει ἐν οἰκίσκῳ ὅλος γενόμενος; Εἰ τὸν Παῦλον ὁ Χριστός, ἐξ οὐρανοῦ φωτίσας, ἠλλοίωσε πρὸς εὐσέβειαν, καὶ ἐποίησε τὸν λύκον πρόβατον, καὶ τὸν διώκτην Ἀπόστολον, καὶ τὸν ἀπάνθρωπον εὔσπλαγχνον, καὶ εὐπειθῆ τὸν δυσπειθῆ, πόσῳ μᾶλλον ἔσωθεν ἐν τῇ Μαρίᾳ ὢν θεῖος Λόγος, πάσης αὐτὴν φθορᾶς καὶ τροπῆς ἀλλοτρίαν κατέστησεν;

Ἔλαβεν ἀρραβῶνα τὴν πίστιν τῆς νεάνιδος, καὶ οὐκέτι προσκλινὴς ἦν ἡ χάρις, ἀλλὰ δικαίῳ λόγῳ παρεῖχεν αὐτῇ τῆς ἀφθαρσίας τὴν δύναμιν. Ἡ πίστις τὴν φύσιν προσήγαγε· καὶ λαβοῦσα αὐτὴν ἡ χάρις, οὐκέτι αὐτὴν φθαρτὴν γενέσθαι εἴασεν, ἀλλ᾽ ἑαυτῇ προσῳκείωσεν, ὡς βασιλεὺς ἰδιώτου σκεῦος ἴδιον ποιησάμενος. Καὶ γέγονεν ἡ Μαριὰμ οὐκέτι γυνή, ἀλλὰ παρθένος διὰ τῆς χάριτος· ὡς τροφὴ κτηνώδης γενομένη βασιλική, διὰ τὴν τοῦ βασιλέως μετοχήν. Οὐ λέγω ὅτι ἀθάνατος ἦν, ἀλλ᾽ ὅτι ὑπὸ τῆς ὀρέξεως οὐ διετράπη, γεγανωμένη ὑπὸ τῆς χάριτος. Εἶχε τὸν ἰὸν ἡ φύσις συνεπόμενον τῷ χαλκῷ, ἀλλ᾽ ἡ χάρις ἐκάθηρεν, ἐγάνωσε, διὸ ἐφύλαξε.

Φιλῶ τὸν τοῦ Εὐαγγελίου λίθον, ὅτι τροφή μου γέγονε τῆς ψυχῆς. Θαυμάζω τὸν μαργαρίτην, ὅτι ὁμιλεῖ μοι περὶ τῶν εἰς Χριστὸν διηγημάτων. Τέθεικα τὴν παραβολήν, ὅτι παρέβαλέ μοι γνῶσιν διπλῆν. Ἔγνων ἐν αὐτῇ φύσεως σύγκρασιν καὶ Θεότητος δύναμιν. Συνῆκα ἐναντίων ὁμόνοιαν, καὶ ἐναλλαγὴν καταστάσεως φυσικῆς.

Βλέπω τὸν οὐρανὸν τῇ γῇ ἑνούμενον. Ὁρῶ ὅτι οἱ δύο αἰῶνες εἰς ἕνα δεσμὸν συνήχθησαν. Ἐσφράγισεν ἡ χάρις τὴν ὁμόνοιαν, καὶ οὐχ εὑρίσκω διελεῖν τὴν ἑκάστου ὑπόστασιν. Νοῶ τὴν διάφορον δύναμιν, καὶ ἡ τοῦ μαργαρίτου περιφέρεια ἀπάγει τὴν διάνοιαν μὴ καταλαβεῖν πῶς ἐζεύχθησαν. Ἴσος ἐστὶ πανταχόθεν· ὁ γὰρ Χριστὸς ἀφεῖλε τὸ ἄνισον, καὶ ὡς τεχνίτης ἴσους τοὺς δύο αἰῶνας συνῆψε, καὶ οὐδεὶς αὐτοὺς διελεῖν δύναται. Τῶν κογχῶν αἱ πτυχαὶ διαιροῦνται, τοῦ μαργαρίτου δὲ τὰ μέτρα ἀδιαίρετα τυγχάνουσιν. Ἐκεῖναι τομὴν ἐπιδέχονται, οὗτος δὲ ἄτμητός ἐστιν· ἵνα νοήσῃς τοῦ Νόμου τὰς δύο πλάκας, καὶ τοῦ Εὐαγγελίου τὸ ὄρθιον, τὸ μονοειδές, τὸ πολύτιμον. Τὰ ἐπίγεια περιέχει ὁ Νόμος· τὰ ἐπουράνια τὸ Εὐαγγέλιον. Ἰδοὺ ἡ κόγχη καὶ ὁ μαργαρίτης, ἃ συνῆψεν ὁ Χριστός. Διὰ τῆς χάριτος ἀνατρέχων πρὸς τὴν γέννησιν, καὶ ἐξετάζων τοῦ νοητοῦ μαργαρίτου τὴν φύσιν, ἐπέγνων τὴν δύναμιν, ἐνόησα τὴν πλοκήν, κατέλαβον τὴν φύσιν. Θέλω πάλιν νοῆσαι τοῦ σοφοῦ Δημιουργοῦ τὴν τέχνην.