Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατὰ αἱρετικῶν

Ἐφραίμ ὁ Σύρος

Αναλογίες της κτίσης και επιβεβαίωση της υποστατικής ένωσης

Χρήση γεωργικών και οικοδομικών παραδειγμάτων, καθώς και η μαρτυρία ολόκληρης της κτίσης, για τη θεολογική τεκμηρίωση της αληθούς ενσάρκωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 7

Μέγας ἀληθῶς ὁ τοῦ Κυρίου λόγος, δυσὶ ῥήμασι συγκλείσας τοσαύτην δύναμιν γνώσεως. Πάλιν γίνεται ὁ μαργαρίτης τὸ Εὐαγγέλιον, ὅτι ἐν εὐτελεῖ γράμματι τοσαύτην ἐμπεριέχει δύναμιν μυστηρίων, καὶ ἐν χάρτῃ οἰκτρῷ συνέχεται γνῶσις οὐράνιος.

Καὶ λέγουσιν οἱ αἱρετικοί· ὁ Υἱὸς τοῦ Θεοῦ ἀπηξίου φύσιν ἀνθρώπου λαβεῖν. Τὸν οὐρανὸν ὁ Θεὸς χάρτῃ ἐνεπίστευσε, καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου τὴν φύσιν ἀναλαβεῖν; Οὐ λέγω διὰ τὸ ἶσον, ἀλλὰ δεικνύω τοῦ Πατρὸς εἰς ἡμᾶς φιλάγαθον, ταπεινὸν καὶ ἐπιμιγνύμενον. Οὐ σχήματι ὤφθη Χριστός. Ἄπαγε! Οὐ γὰρ ἐπὶ σχήματος οἰκτροῦ ἐστοίχει ἡ Θεότης ἐπὶ τῆς γῆς ἀναστρέφεσθαι. Τὴν φύσιν τοῦ δεσπότου τῆς γῆς ὁ Δεσπότης τῆς φύσεως ἀνείληφεν, ἵνα κυρώσῃ τῷ Ἀδάμ, ὃ διὰ πλάνης ἀπώλεσεν.

Εἰ σχήματι ὤφθη Χριστός, σχήματι καὶ Υἱὸς Θεοῦ ἦν. Ὅρα ποῦ συγκαταπίπτουσιν οἱ αἱρετικοί· κινδυνεύουσι γὰρ πᾶσαν τοῦ Χριστοῦ ἀρνήσασθαι τὴν ὕπαρξιν. Σκόπει τὴν ἄνοιαν, ὅτι γλῶσσαν μόνον ἔχει καὶ οὐ διάνοιαν· λαλεῖ ἃ θέλει, καὶ οὐ νοεῖ ἃ ἡ ἀκολουθία δηλοῖ. Στήσω τὸν δανειστὴν Θεόν, καὶ δείξω, ὦ αἱρετικέ, πῶς ἐγεώργησεν ἐν τῇ Παρθένῳ τὸν μαργαρίτην. Ἔτι σοι δείξω πῶς ὁ γεωργὸς ἐδάνεισε τῇ φύσει τὴν Θεότητα. Θέλω δεῖξαι καὶ τὸν ἔμπορον, πῶς κοινωνὸν ἑλόμενος τὸν ἄνθρωπον, ὀβολὸν ἔχοντα, πλούσιον ἀνέδειξεν, ὥστε καὶ τὸ δάνειον ἀποτίσαι καὶ νεμεθῆναι τὸν ἄνθρωπον, καὶ τὴν βασιλείαν τοῦ Θεοῦ ἔχειν εἰς ἐξουσίαν ἀσάλευτον.

Ἔλαβεν ἡ φύσις ἡ πτωχὴ τὴν Θεότητα, καὶ ἠγωνίσατο πρὸς τὸν τύραννον. Ἐκοινώνησε τῷ Πατρὶ τῆς βουλῆς ὁ Υἱός, καὶ ἵδρωσε τὴν ἁμαρτίαν ἐξῶσαι τῆς ἀγορασίας, ὑπερθεματίσας αὐτὴν διὰ τῆς χάριτος. Ἐκείνη τοῖς πάθεσιν ἐγαργάλισε, καὶ αὐτὸς τὴν ἁμαρτίαν ὑπερεθεμάτιζεν. Ἔδειξε τῷ τυράννῳ τὴν φύσιν, καὶ ἔπεισεν αὐτὸν συναγελασθῆναι τῇ ἀνθρωπότητι. Ἔδειξε τῷ ἀνθρώπῳ τὴν χάριν, ἀνήγγειλε τοῦ Πατρὸς τὴν πρόνοιαν, τὴν λύπην τῶν νοερῶν δυνάμεων, τὴν ἔχθραν τὴν πρὸς τὰ γήϊνα. Ἔπεισε τὸν ἱλαστήν· ἐμεσίτευσε πρὸς συναλλαγήν. Ἐπηγγείλατο τὸν ἱλασμόν· τὸν τρόπον ἐμήνυσεν, ὅτι διὰ τοῦ σταυροῦ γενήσεται. Καὶ παρεσκεύασε τὸν δοῦλον προσδραμεῖν τῷ Δεσπότῃ, καὶ τὸν υἱὸν ἀναγνωρίσαι τὸν Πατέρα. Καὶ γενόμενος πρόμαχος κατὰ τοῦ τυράννου, ἐκύρωσε τὴν δεσποτείαν τῷ Πατρί, καὶ τὸν δοῦλον ὄντως ἐλυτρώσατο τῆς πικρᾶς τυραννίδος.

Ἄκουσον λοιπὸν καὶ τοῦ γεωργοῦ τὴν τέχνην· ἐν ἑκάστῳ γὰρ ἀξιώματι τρόπος οἰκονομίας ὑπῆρξε τῷ Χριστῷ πρὸς τὴν ἀνθρωπότητα καὶ πόλεμος κατὰ τῆς ἁμαρτίας. Μὴ οὖν ξενίζου τῷ ποικίλῳ τῆς ἑρμηνείας· ὁ γὰρ Θεὸς πηγὴ διαφόρων κατορθωμάτων ἐστίν. Ὅσον ἐάν τις ἰσχὺν ἔχῃ, συνεκτεινόμενος, καὶ ὁπότε καὶ ποσάκις δύναται συνιέναι, εὐρυνόμενος. Ἐνεκέντρισε τῇ φύσει τῆς Παρθένου τὴν Θεότητα, καὶ ὡς ἔν τινι θυρεῷ κατέκρυψεν αὐτοῦ τὸν Υἱόν, ἵνα μεταλαβὼν τῆς ποιότητος ποιήσῃ τὴν φύσιν τὴν ἐπίκοινον ἀνθρώπου πρόσληψιν. Ἐγένετο γοῦν ἡ Μαρία τῷ μὲν Πατρὶ δένδρον, τῷ δὲ Υἱῷ μήτηρ, τοῖς δὲ ἀνθρώποις πηγὴ πνεύματος αἰωνίου καὶ ἀφθαρσίας ἀνατολή. Ἔχει τοὺς δεσμοὺς ὁ ἐγκεντρισμός, τῶν Προφητῶν τὰς μαρτυρίας.

Ἔχει καὶ ὁ θυρεὸς τὴν διαίρεσιν, τῆς φύσεως τὴν συγχώρησιν. Ἔχει καὶ ὁ γεωργὸς τὸ δρέπανον τὸ καθάραν καὶ περιξέσαν, τοῦ Ἁγίου Πνεύματος τὸν προκαταρτισμὸν καὶ τὴν δύναμιν· ἔχει καὶ τοῦ δένδρου τὸ πεποιημένον πρὸς ὑποδοχὴν κρείττονος φύσεως, τὴν πίστιν τῆς ἁγίας παρθένου γυναικός.

Μὴ διστάσῃς, ἄνθρωπε, περὶ τὰ λεγόμενα· τὰ γὰρ ἀόρατα πίστει βλέπομεν. Μὴ ἀπιστήσῃς τῇ διηγήσει, ἀπὸ σαυτοῦ μανθάνων τίς ἐστιν ἡ τῶν ἀοράτων κατάστασις. Ἐὰν μὴ ᾖ ἐν σοὶ ψυχή, οὐχ ὁρᾷ ὁ ὀφθαλμός, οὐδὲ ἀκούει τὸ οὖς, οὐδὲ ὁ λάρυγξ γεύεται, ἢ αἱ χεῖρες ἐργάζονται. Οὐκοῦν ἡ ψυχὴ πάντα ποιεῖ, συνεργεῖ δὲ καὶ τὸ σῶμα. Οὕτω νόει ἐπὶ τῶν ἐκπληκτικῶν κατορθωμάτων, τὴν θείαν δύναμιν ἀπορρήτῳ λόγῳ πάντα διευθύνουσαν. Ἐγὼ ἀπὸ τῶν περὶ γῆν τεχνῶν καὶ ἀξιωμάτων θέλω πεῖσαι τὴν γέννησιν, καὶ διὰ τοῦτο ποικίλως ἐκτίθημι, οὐχ ἵνα ἐκ πολλῶν, ἢ κἂν ἀπὸ ἑνὸς ἐπιτύχω, ἀλλ᾽ ἵνα τὰ πολλὰ ἐπιγράφων τῇ σοφίᾳ δείξω τὴν πολυχειρίαν τῆς Θεότητος, ὅτι καθ᾽ ἑκάστην ἡλικίαν τρόπῳ οἰκείῳ τῇ ἁμαρτίᾳ ἀντιπαρετάσσετο.

Ἐν τῇ γεννήσει οὕτω, καὶ ἄλλως μετὰ τὴν γέννησιν· ἐν τῇ αὐξήσει ἑτέρως, καὶ ἐν τῇ ἀνδρώσει ἀλλοίως. Καὶ καθεξῆς ἕκαστον εἰδέναι χρὴ τρόπον ἡρμόσθαι οἰκείῳ καιρῷ. Ἀλλὰ πίστευε τοῖς εἰρημένοις· καὶ γὰρ αὐτὸς εἶπεν ὁ Σωτήρ, ὅτι ἐγώ εἰμι, φησίν, ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ μου ὁ γεωργός. Ἔχω δέ σοι καὶ ἐκ τῆς τέχνης σήμανσιν δοῦναι τοῖς εἰρημένοις. Ἐν ταῖς ἀμυγδαλαῖς ἐγκεντρίζουσι δένδρων καλλίστων βλαστούς· ἕτεροι δὲ ἐμφυλλίζουσι· ποιοῦσι δὲ καὶ ἐν ταῖς ἀμπέλοις ὁμοίως.

Τί οὖν ἄπιστον καὶ τὸν Θεὸν τὴν τοιαύτην τέχνην ἐπὶ τῶν ἀοράτων ἐμπεριλαβεῖν; Εἴτε ἐν Λόγῳ, καθὼς τὴν πρόσληψιν ἐνεκέντρισεν, εἴτε ἐν τῇ προσλήψει, τὴν Θεότητα; Πλὴν ὅτι οὐκ ἐκ σπέρματος ἐπεισαχθέντος ἡ Παρθένος ἐγέννησε. Μὴ γένοιτο! Ἀλλὰ τὴν ἑαυτῆς οὐσίαν ἀκίνητον προέχρησε, καὶ ἡ σοφία δι᾽ ἀλαξεύτων λίθων τὸν οἶκον ἑαυτῇ ᾠκοδόμησεν. Οὐκ ἠκούσθη σιδήρου φωνὴ ἐν τῇ οἰκοδομῇ· οὐδὲ γὰρ ἐπὶ τῆς Μαρίας ἀνὴρ ἐλειτούργησεν, ἀλλὰ μόνη Παρθένος. Αὐτοφυεῖς ἦσαν οἱ λίθοι ὑπ᾽ ἀνθρώπων μὴ κατασκευασθέντες· οὕτω καὶ ἐν τῇ Μαρίᾳ, ἡ πρόσληψις αὐτογενὴς παρείληπται, ἐκ τῆς φύσεως ἡμῶν ἐκλεγεῖσα διὰ Παρθένου σεμνῆς. Ὡς ἀπὸ τῆς γῆς ληφθέντες οἱ λίθοι, ηὐξήθη ἡ πρόσληψις διὰ τῆς φύσεως, καὶ ἡ Θεότης ἀρρύπωτος ἔμεινε διὰ τὴν φύσιν τὴν ἄχραντον. Δίχα σιδήρου ὁ ναὸς ᾠκοδομήθη· δίχα φθορᾶς καὶ πόνου ὁ Χριστὸς γεγέννηται. Μόνη ἡ γῆ ἐλειτούργησεν, ὡς καὶ μόνη ἡ Παρθένος συνείληφεν. Οὐκ ἐτμήθη ἡ πέτρα, οὐδὲ ᾐσθάνθη τεμνομένων τῶν λίθων ἡ γῆ· καὶ ἡ Παρθένος οὐκ ἐκινήθη, οὐδὲ ἐξ ἡδυπαθείας συνέλαβεν. Οὐκ ἄλλοθεν ἡ γῆ τοὺς λίθους λαβοῦσα παρέσχετο, ἀλλ᾽ αὐτὴ ἀπόνως καὶ ἀπείρως ἐξ αὑτῆς αὐτοὺς ἔδωκεν. Οὕτω καὶ ἐν τῇ Παρθένῳ οὐκ ἐπεισήχθη ἡ πρόσληψις, ἀλλ᾽ ἀπ᾽ αὐτῆς εἴληπται· ἐπεὶ τροφὸς ἂν ἦν, καὶ οὐ μήτηρ· [ἡ] φύλαξ παρακαταθήκης, καὶ οὐ πηγὴ τῆς ἀρίστης τεκνογονίας.

Τὸ Εὐαγγέλιον μητέρα αὐτὴν προσηγόρευσε, καὶ οὐ τροφὸν ἐκάλεσεν· ἀλλὰ καὶ τὸν Ἰωσὴφ πατέρα, μηδὲν κοινὸν πρὸς τὴν γέννησιν ἔχοντα, οὐ διὰ τὸν Χριστόν, ἀλλὰ διὰ τὴν Παρθένον, ἵνα μὴ ἐκ πορνείας νομισθῇ τετοκέναι, καθὼς οἱ Ἰουδαῖοι εἰπεῖν ἐτόλμησαν· οὐ γὰρ προσηγορία τὴν φύσιν ἔδωκε.

Καὶ ἡμεῖς γὰρ πατέρας καλοῦμεν γέροντας, τοὺς ἡμᾶς μὴ γεννήσαντας· ἡ φύσις τὴν προσηγορίαν ἔδωκε, καὶ ὁ χρόνος τὴν τιμὴν παρέσχετο. Ἐπὶ δὲ τῆς Παρθένου καὶ τοῦ Ἰωσὴφ οἱ ἀρραβῶνες τῶν μνηστόρων τοῦτο κληθῆναι αὐτόν, πατέρα τὸν μὴ γεννήσαντα. Οἱ φοίνικες οἱ ἄρρενες ἐπισκιάσαντες τὰς θηλείας ἐγκάρπους ποιοῦσιν, οὔτε μιγνύμενοι αὐταῖς, οὔτε τινὰ οὐσίαν παρεχόμενοι αὐταῖς. Καὶ τῶν συκῶν ἔνιαι, οὐ φέρουσι καρπόν, καὶ τῶν ἀχράδων, αἱ μὴ ὑπὸ τῶν ἀρρένων πρεμνογονοῦσαι.

Ὥσπερ οὖν ταῦτα, τὰ μὴ γεννῶντα, πατέρες νομίζονται, οὕτω καὶ Ἰωσὴφ ἐκλήθη πατήρ, ἀνὴρ τῆς Παρθένου μὴ γενόμενος. Μέγα τὸ μυστήριον, καὶ χρὴ πᾶσαν τὴν κτίσιν συγκαλέσαι πρὸς ἔρευναν. Μείζων καὶ ἐννοίας ἡ φύσις, συνελθεῖν εἰς μαρτυρίαν. Μείζων γὰρ πάσης ἐπινοίας τὸ γεννώμενον. Καὶ διατί πᾶσα ἡ φύσις λογικὴ οὐ συμβάλλεται ταῖς ἀποδείξεσι; Θεὸς ἦν τὸ γεγεννημένον, καὶ πάντα ὡς δοῦλα παρέστωσαν. Θεὸς ἦν ἄνθρωπος τικτόμενος, καὶ παρίστασθαι ὀφείλει πᾶσα φύσις θαυμάσαι τὸν Κτίστην. Ἐκπληττέσθωσαν πῶς τὰ πάντα ἐδημιούργησε. Πιστευέτωσαν ὅτι τὰ παρὰ τῇ φύσει ἀδύνατα, αὐτῷ δυνατά.

Νοείτωσαν ὅτι ὃ θέλει γίνεται, καὶ οὐ χρῄζει τῆς φύσεως. Παιδευέτωσαν οἱ Ἕλληνες ὅτι οὐ διὰ τὴν ὕλην ἐποίησε τὰ πάντα, ἀλλ᾽ ὅτι ἠθέλησε. Πειθέσθωσαν ὅτι ἄνευ ὕλης ἐγένετο ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ. Ἰδοὺ γὰρ ἄνευ τῆς ζυγαδικῆς φύσεως συνεστήσατο ἄνθρωπον, τὸν ἀόρατον καὶ τὸν ὁρατὸν αἰῶνα ἐμπεριέχοντα.

Οὐκ αὐταρκῶ μόνος πρὸς τὴν διήγησιν. Λαλείτωσαν σὺν ἐμοὶ καὶ τὰ τῆς φύσεως καὶ τὰ τῆς τέχνης καὶ τὰ τῆς νοητῆς πράξεως. Λεγέτω οὐρανός, δοὺς ἀστέρα μάρτυρα, ὃν οὐκ ἔλαβε σὺν ἡλίῳ καὶ σελήνῃ. Μαρτυρείτω ὁ αἰθὴρ ἐν ἀστραπῇ, ὑπόδειγμα τοῦ μέλλοντος γεννᾶσθαι ἐκ Παρθένου ἐν ταῖς κόγχαις παρασχόμενος. Ἡ γῆ βοάτω τὸν θησαυρὸν τὸν κρυπτόμενον, ἡ θάλασσα τὸν μαργαρίτην τὸν μὴ φαινόμενον, ἡ γεωργία, ἡ τέχνη οἰκοδόμων, ἡ σπουδὴ τῶν ἐμπόρων, ἡ ἐπίνοια τῶν ἁλιέων, ἡ τῶν βασιλέων βουλή, ἡ τῶν στρατηγῶν παράταξις, ἡ τῶν ἀνθρώπων εὐφήμησις, ἡ τῶν σοφῶν αἵρεσις, ἡ τῶν ἀστρολόγων κατάληψις, ἡ τῶν τυράννων ταραχή, ἡ ἱερέων χειρίστων κακόνοια, ἡ νηπίων ὁμολογία, ἡ ποιμένων προφητεία, πάντα ἡκέτωσαν εἰς τὴν τοῦ Θεοῦ γέννησιν· ἵνα μόλις οὕτω πιστεύσωσιν αἱρετικοί, ὅτι Χριστὸς οὐκ ἐν σχήματι ὤφθη, ἀλλ᾽ ἐν φύσει ἀνθρώπου ἐκ Παρθένου γεγέννηται.