Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατὰ αἱρετικῶν

Ἐφραίμ ὁ Σύρος

Έλεγχος των Ιουδαίων, ομολογία πίστεως και καταληκτική δοξολογία

Αντίκρουση της ιουδαϊκής απιστίας, καταδίκη των αιρετικών πλανών, προσωπική διακήρυξη πίστεως και καταληκτική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 7

Λέγουσι καὶ Ἰουδαῖοι, οὐ πιστεύομεν ὅτι ὁ Θεὸς σὺν ἀνθρώποις διέτριψεν ὡς ἄνθρωπος, ἀλλὰ πιστεύουσιν ὅτι ἐν τῇ κιβωτῷ θεῖον κατεκέκλειστο. Καὶ τί μεῖζον; Κιβωτὸς ἢ ἄνθρωπος; Εἰ πιστεύεις ὅτι ὁ Θεὸς ἐν κιβωτῷ κατεκέκλειστο, διατί ἀπιστεῖς ὅτι ἐν ἀνθρώποις Θεὸς ἐπὶ τῆς γῆς παρεγένετο; Ἡμεῖς οὐ πιστεύομεν ὅτι ἐσταυροῦτο Θεὸς ὤν. Καὶ διατί οὐκ ἀπιστεῖς ὅτι ἡ κιβωτὸς ἡ τὸν Θεὸν ἔχουσα ὑπὸ ἀλλοφύλων ᾐχμαλώτιστο; Ὥσπερ γὰρ ἐκείνη δοκοῦσα ἀτιμίαν ὑφίστασθαι παρείληπτο, οὕτω καὶ ὁ Θεὸς Λόγος, ὢν ἀπαθής, διὰ τῆς προσλήψεως ὑβρίζετο σταυρούμενος αὐτός. Καὶ καθάπερ ἀλλοφύλοις ἡ κιβωτὸς τὸν Δαγὼν παρέλασε καὶ κατέστρεψεν, οὕτω καὶ ὁ Χριστὸς ἐν σταυρῷ τὸν Διάβολον ἐτροπώσατο, καὶ τοὺς βλασφήμους ἐπαίδευσε, καὶ γνῶσιν ἀκούσιον τῆς θείας αὐτοῦ δυνάμεως τοῖς ἀπίστοις παρέσχετο.

Οὐ πιστεύετε ὅτι ἀνέστη ὁ Χριστὸς ἀποθανὼν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. Διατί πιστεύετε ὅτι Ἰωνᾶς μετὰ τρεῖς ἡμέρας ἐκ τῆς κοιλίας τοῦ κήτους ἐξελήλυθε σῶος καὶ ὁλόκληρος; Οὐ πιστεύετε ὅτι ἡ Παρθένος ἐγέννησεν ἄνθρωπον καὶ Θεόν. Διατί πιστεύετε ὅτι ὁ ναὸς ὁ περίβλεπτος ἐξ ἀλαξεύτων λίθων ἐγένετο, καὶ σίδηρος ἐν ὅλῃ τῇ οἰκοδομῇ οὐ παρῆν, καὶ γέγονε πάντων κτισμάτων καὶ ναῶν περικαλλέστερος;

Οὐ φέρω τὴν παράνοιαν τῶν Ἰουδαίων, ὅτι κρατοῦσι τὰς ἀποδείξεις, καὶ οὐ πιστεύουσιν. Οὐ φέρω τῶν αἱρετικῶν τὴν ἄνοιαν, ὅτι τοῖς Ἕλλησι πείθονται, καὶ οὐ ταῖς θείαις Γραφαῖς. Εἰ μὴ γέγονεν ὁ οἶκος ἄνευ σιδήρου, κτισθεὶς ναὸς εἰς λειτουργίαν Θεοῦ, καὶ ὁ Χριστὸς ἐν σχήματι ἐλήλυθεν. Εἰ δὲ καὶ ἕως τοῦ νῦν οἱ θεμέλιοι ἵστανται, μὴ φιλονεικεῖτε, ἀλλὰ πιστεύετε. Ἐγὼ γὰρ καὶ θανεῖν αἱροῦμαι ὑπὲρ ταύτης τῆς πίστεως. Μίξατέ με μετὰ Ἑλλήνων, ὅπερ οὐκ εὔχομαι, καὶ ποιήσατε, ὅπερ εὔχομαι, ὑπὲρ Χριστοῦ ἀποθανεῖν. Ἐγώ, ὅσον ἐπ᾽ ἐμοί, δέδια τὸν θάνατον, ἀλλὰ τὸ θάρσος μου Χριστός ἐστιν. Ἐν ἐμοὶ φοβοῦμαι, ἐν ἐκείνῳ θαρρῶ. Ἐν ἐμοὶ ἀποδιδράσκω, ἐν ἐκείνῳ ἵσταμαι. Ἐν ἐμοὶ αἰσχύνομαι, ἐν ἐκείνῳ παρρησιάζομαι. Αὐτός ἐστιν ὁ μαργαρίτης, ἐγὼ ὁ πηλός. Αὐτὸς ὁ θησαυρός, ἐγὼ ἡ σποδός. Αὐτός ἐστιν ἡ ζωή, ἐγὼ ὁ θάνατος. Αὐτός ἐστιν ἡ δικαιοσύνη, ἐγὼ ὁ ἁμαρτωλός. Αὐτὸς ἡ ἀλήθεια, ἐγὼ τὸ ψεῦδος, ὅτι διὰ φιλίαν ματαιότητος τῇ προαιρέσει τὴν ἀλήθειαν ἀπωλεσάμην.

Αὐτὸς φύσιν μοι ἔδωκεν, ἐγὼ δὲ αὐτὴν διὰ τῶν παθῶν ἠρήμωσα. Αὐτός μοι προαίρεσιν αὐτάρκη ἐδωρήσατο, ἐγὼ δὲ αὐτὴν ἐλλιπῆ ἐποίησα, πλέξας αὐτὴν ταῖς ἁμαρτίαις. Αὐτός ἐστιν ὁ κατελθὼν εἰς τὴν θάλασσαν, καὶ ἐν πολλοῖς πειρασμοῖς τὸν μαργαρίτην αὐτόθεν ἀναλεξάμενος. Συνῆν ἡ Θεότης ἐν τοῖς πειρασμοῖς, καὶ συνήνεγκε τὴν πρόσληψιν ἀπὸ γῆς εἰς οὐρανούς. Αὐτός ἐστιν ὁ πολλὰ σκάψας ἐν τῷ ἀγρῷ, καὶ καμὼν ἐν τῷ σταυρῷ, ἵνα ὡς ἀποκαλύψας ἐκ τοῦ τάφου τὸν θησαυρὸν τῶν Ἁγίων ἑαυτῷ περιποιήσηται.

Κάμωμεν καὶ ἡμεῖς, ἵνα κοινωνοὶ γενώμεθα τῆς ἐμπορίας αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.