Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατανυκτικός

Ἐφραίμ ὁ Σύρος

Εσχατολογικός στοχασμός και διάλογος με τους αδελφούς

Ο συγγραφέας αναλογίζεται τη μέλλουσα Κρίση με αφορμή τον έναστρο ουρανό, ελέγχει την ψυχή του για τη ραθυμία της και εξηγεί τα αίτια του θρήνου του στους συνοδοιπόρους του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Λόγος κατανυκτικός Ἐν μιᾷ τῶν ἡμερῶν ὄρθρου λίαν ἀναστάς, ἐπορευόμην ἐγὼ σὺν τοῖς δύο ἀδελφοῖς ἔξωθεν τῆς εὐλογημένης πόλεως Ἐδεσσῶν· καὶ ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανόν, ὡς ἔσοπτρον καθαρὸν λάμποντα σὺν τοῖς ἄστροις μετὰ δόξης ἐπὶ γῆς, καὶ θαυμάσας ἔλεγον, ἂν ἄρα ταῦτα οὕτω λάμπωσι μετὰ δόξης, δίκαιοι καὶ ἅγιοι, ποιήσαντες τὸ θέλημα τοῦ ἁγίου Θεοῦ, ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν ἔλθῃ ὁ Κύριος, πόσῳ μᾶλλον λάμψουσι φωτὶ ἀνεκλαλήτῳ τῆς δόξης τοῦ Σωτῆρος; Παραχρῆμα δὲ μνησθεὶς τῆς φοβερᾶς ἐκείνης ἐλεύσεως τοῦ Χριστοῦ, ἐτρόμασαν ὀστᾶ μου, καὶ τὸ σῶμα σὺν ψυχῇ κατατμηθεὶς ἔκλαυσα μετ᾽ ὀδύνης καρδίας, καὶ εἶπον ἐν στεναγμῷ· πῶς ἐγὼ ὁ ἁμαρτωλὸς εὑρεθῶ ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ; Πῶς ἔχω παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ Δικαστοῦ; Πῶς ἐγὼ ὁ μετέωρος σὺν τελείοις εὑρεθῶ; Ἢ πῶς ἐγὼ ἔριφος σταθῶ μετὰ προβάτων ἐκ δεξιῶν τοῦ Χριστοῦ; Ἢ πῶς ἐγὼ ὁ ἄκαρπος εὑρεθῶ μετὰ Ἁγίων ποιησάντων ὧδε καρπὸν δικαιοσύνης; Ἢ ὅταν γνωρίζωσιν οἱ Ἅγιοι ἀλλήλους ἐν παστῷ οὐρανίῳ, τί ἂν ἐγὼ ποιήσω; Τίς ἄρα γνωρίσει με; Δίκαιοι ἐν τῷ παστῷ ἢ ἀσεβεῖς ἐν τῷ πυρί; Πάλιν δείξουσι μάρτυρες τὰς βασάνους, ἀσκηταὶ τὰς ἀρετάς. Ἐγὼ δὲ τί ἂν ἐπιδείξαιμι, εἰ μὴ τὴν χαυνότητα τῆς ἐμῆς ῥᾳθυμίας;

Ὦ ψυχὴ μετέωρε· ὦ ψυχὴ ἁμαρτωλέ· ὧ ψυχὴ ἀναίσχυντε· ὦ ψυχὴ μισήσασα τὴν ζωὴν αὑτῆς ἀεί! Ἕως πότε περισπασμοὶ σύρουσί σε ἐπὶ γῆς; Ἕως πότε ἕλκει σε ἡ κακὴ συνήθεια τῶν πονηρῶν λογισμῶν; Οὐκ οἶδας ὅτι οἱ κακοὶ λογισμοὶ καθ᾽ ὥραν, ὥσπερ νέφος σκοτεινόν, γίνονται ἔμπροσθέν σου τοῦ μὴ νήφειν πρὸς Θεόν; Τί λοιπὸν σὺ προσδοκᾷς ἐν τῇ σῇ ἀμελείᾳ· ὅτι βραδύνει ἐλθεῖν ὁ οὐράνιος Νυμφίος; Οὐ βραδύνει, ἄθλιε, ἀλλ᾽ ὡς ἀστραπὴ φρικτὴ οὐρανόθεν γίνεται ἡ αὐτοῦ παρουσία. Σπούδασον εὑρεθῆναι ἕτοιμος εἰς τὴν ὥραν ἐκείνην τὴν φοβεράν, ἵνα μὴ κλαύσῃς ἐκεῖ εἰς αἰῶνα αἰῶνος. Μὴ πρόσεχε παντελῶς εἰς ἑτέρων πταίσματα· τὰ σὰ κακὰ θρήνησον. Μήποτε πρόσχῃς τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ καὶ πλησίον, ἀλλ᾽ εἰς τὴν σὴν δοκὸν κατανόει συνεχῶς. Ἐὰν δύνῃ ἐκβαλεῖν πρότερον τὴν σὴν δοκὸν ἀπὸ τοῦ σοῦ ὀφθαλμοῦ, ἔκβαλε καὶ τὸ κάρφος τοῦ ἀδελφοῦ καὶ πλησίον· εἰ δὲ μή γε, θρήνησον τὴν σὴν δεινὴν τύφλωσιν. Πῶς σὺ φῶς νομίζεις παρέχειν τῷ πλησίον! Γενοῦ σεαυτῆς, ψυχή, ἰατρὸς καθ᾽ ὥραν, εἶθ᾽ οὕτω θεραπεύσεις ἀδελφόν σου ἄρρωστον. Οὐδὲ ἔχεις πρόφασιν περὶ σῶν ἀμελειῶν.

Πάντα γάρ σοι δέδωκεν ὁ Θεὸς ὁ ἅγιος, διάκρισιν, σύνεσιν καὶ γνῶσιν πνευματικήν. Γνώριζε τὸ συμφέρον. Οἱ δὲ δύο ἀδελφοὶ δακρύοντες ἔλεγον· διατί οὕτω, πάτερ, κλαίεις μετὰ ὀδυρμῶν; Κἀγὼ εἶπον πρὸς αὐτούς· τέκνα μου ἀγαπητά, δι᾽ ἐμὴν ἀμέλειαν θρηνῶ ἐγὼ ἐμαυτόν. Θεὸς γὰρ ἀγαθὸς ἐδωρήσατο ἡμῖν φωτισμὸν τῆς γνώσεως, κἀγὼ αὐτὸν ἀθετῶ ἡμέραν καθ᾽ ἡμέραν. Εἰ γὰρ ἀπετέλεσα Κυρίου θελήματα, μακάριος ἂν ἤμην ἐν τῇ ὥρᾳ ἐκείνῃ· καὶ οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ οἱ ποιήσαντες τὰ αὑτοῦ θελήματα. Χάριν τούτου, ἀδελφοί, οὐκ ἔχομεν παντελῶς ἐκεῖ ἀπολογίαν, ὅτι ἐν γνώσει ἡμεῖς πάντες ἁμαρτάνομεν. Καταμάθωμεν πάντες τοῦ θεοῦ τὴν πρόνοιαν, μετὰ πασῶν δωρεῶν, ὧν ἡμῖν ὁ ἀγαθὸς Θεὸς ἐδωρήσατο.