Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατανυκτικός

Ἐφραίμ ὁ Σύρος

Η ενέργεια της θείας χάριτος και η φιλανθρωπία του Θεού

Θεολογική προσέγγιση της ενέργειας της θείας χάριτος, η οποία προϋποθέτει την κάθαρση της καρδιάς, και αναφορά στην άρρητη θεία ευσπλαχνία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ἡ χάρις αὐτοῦ ἀεὶ ἐπισκέπτεται ἡμῶν τὰς καρδίας συνεχῶς· ἂν εὕρῃ ἀνάπαυσιν, εἰσιοῦσα κατοικεῖ πάντοτε ἐν τῇ ψυχῇ· ἐὰν δὲ μὴ εὕρῃ καθαρὰν τὴν καρδίαν, εὐθέως ἀφίσταται. Πάλιν δὲ οἱ οἰκτιρμοὶ ἀναγκάζουσιν αὐτὴν ἐλθεῖν ἐπισκέψασθαι ἡμᾶς τοὺς ἁμαρτωλούς, ἐπειδή ἐσμεν πάντες τρεπτοὶ τῇ προαιρέσει, οὐχὶ δὲ κατὰ φύσιν· εὑρισκόμεθα ἀεὶ μετέωροι καὶ χαῦνοι, φθονεροὶ καὶ πονηροί, λογιζόμεθα κακὰ κατ᾽ ἀλλήλων συνεχῶς, ἐνθυμούμεθα πάλιν ἐνθυμήσεις πονηράς, εὑρισκόμεθα ἀεὶ ὡς ἐν βορβόρῳ δεινῷ κείμενοι ἐν λογισμοῖς. Καὶ ἐλθούσης χάριτος ἐπισκέψασθαι ἡμᾶς, εὑρίσκει δυσωδίαν τῶν ῥυπαρῶν λογισμῶν ἐν ταῖς καρδίαις ἡμῶν, καὶ εὐθέως ἀφίσταται μὴ εὑροῦσα εἴσοδον εἰσελθεῖν καὶ κατοικεῖν εἰς ἡμᾶς καθὼς θέλει. Πλὴν νύσσει τὴν καρδίαν ἐν γλυκασμῷ φωτεινῷ, ἵνα ἔλθῃ εἰς αἴσθησιν, ὅτι ἐπεσκέψατο καὶ οὐχ εὗρεν εἴσοδον, ἵνα οὕτω γλυκανθεὶς ἄνθρωπος τῷ φωτισμῷ ἐπιζητήσῃ αὐτήν. Ὅμως αὕτη ἡ χάρις οὐ δύναται παντελῶς ἀποστῆναι ἀφ᾽ ἡμῶν, διότι βιάζεται ἰδίᾳ εὐσπλαγχνίᾳ ἐλεῆσαι ἅπαντας.

Εἶδες πρόνοιαν Θεοῦ; Εἶδες σπλάγχνα τοῦ Χριστοῦ; Πῶς ἡμᾶς ποθεῖ ἀεὶ ὁ Θεὸς ὁ ἅγιος, καὶ θέλει ἡμᾶς σωθῆναι; Μακάριος ἄνθρωπος ὁ σπουδάζων πάντοτε ἑτοιμάσαι καθαρὰν τὴν καρδίαν χάριτι, ἵνα ἐλθοῦσα εὕρῃ εὐωδίαν ἀρετῶν καὶ ψυχῆς ἁγίασμα, καὶ κατοικήσῃ ἐν αὐτῷ εἰς αἰῶνα αἰῶνος. Τί οὖν ἀποδώσομεν τῷ Θεῷ τῷ εὐσπλάγχνῳ περὶ τῶν ἀγαθῶν τούτων ἁπάντων καὶ δωρεῶν, ὅτι ἐκ τῶν οὐρανῶν κατῆλθεν ἀπὸ Πατρὸς ἢ ὅτι ἐν τῇ μήτρᾳ ἐσαρκώθη δι᾽ ἡμᾶς ἢ ὅτι ὑπὲρ ἡμῶν ἐρραπίσθη; Περὶ τοῦ ῥαπίσματος μόνον τοῦ ἀποδοῦναι, χίλια ἔτη ἡμεῖς ἂν ζῶμεν ἐπὶ τῆς γῆς, οὐ δυνάμεθα ἀποδοῦναι τῷ Θεῷ ἀμοιβὰς τῆς χάριτος.