Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος κατανυκτικός

Ἐφραίμ ὁ Σύρος

Η πρακτική οδός της αναζήτησης του Θεού

Περιγραφή του πνευματικού αγώνα και των κριτηρίων για την έμπρακτη προσέγγιση του Θεού, μέσω της καλλιέργειας των αρετών και της αντιπαραβολής τους με τα πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Διὰ ποίας οὖν ὁδοῦ δύναταί τις αὐτὸν ἐκζητεῖν καὶ εὑρίσκειν; Πρῶτον μὲν πάντων φυλάττειν δεῖ τὴν πρὸς τοὺς ἀδελφοὺς ἀγάπην· ἡ ἀγάπη γάρ, φησίν, ὁ Θεός ἐστιν. Εἴ τις οὖν τὴν ἀγάπην ἐκτήσατο, τὸν Θεὸν ἐκτήσατο. Εἴ τις ταπεινοφροσύνην ἐκτήσατο, τῷ Χριστῷ ὅμοιός ἐστιν· ὁ δὲ μὴ ταπεινοφρονῶν τοῦ Χριστοῦ ἀλλότριός ἐστιν. Εἴ τις ὑπακοὴν ἐκτήσατο, τὸν Χριστὸν μιμεῖται· ὁ δὲ ἀντιλέγων, ἀλλότριός ἐστι τοῦ Χριστοῦ. Εἴ τις ὑποτάσσεται τῷ προεστῶτι, τοὺς Ἀγγέλους μιμεῖται· ὁ δὲ ἀντιτασσόμενος αὐτῷ, τῷ Διαβόλῳ οἰκειοῦται. Εἴ τις τὴν ἀλήθειαν ἀγαπᾷ, ἀληθῶς τοῦ Χριστοῦ φίλος ὑπάρχει· ὁ δὲ τὸ ψεῦδος ἀγαπῶν, μαθητὴς τυγχάνει τοῦ Διαβόλου. Εἴ τις τὸν ἀδελφὸν αὐτοῦ ἀγαπᾷ, ἀγαπᾶται ὑπὸ τοῦ Θεοῦ· ὁ δὲ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, μισεῖται ὑπὸ τοῦ Θεοῦ. Εἴ τις ἀδελφὸν ἀδελφῷ ἐνδιαβάλλει, σὺν τῷ Διαβόλῳ κατακρίνεται· ὁ δὲ πάσχων ὑπὲρ ἀδελφοῦ, τὸν Χριστὸν ὁ τοιοῦτος κληρονομεῖ. Εἴ τις βδελύσσεται τὸν ἐπὶ ἁμαρτίᾳ σφαλέντα, ἑαυτὸν κατακρίνει· ὁ δὲ συμπάσχων τῷ πταίσαντι καὶ συλλυπούμενος, τὴν ἑαυτοῦ ψυχὴν καθαρὰν ἀπεργάζεται. Εἴ τις δημοσιεύει ἐπὶ σφάλματι ἀδελφόν, σπιλοῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ κρύπτειν σπουδάζων συμπαθείας ἕνεκεν, ὁ τοιοῦτος ἐν καιρῷ ὀργῆς σκεπασθήσεται.

Εἴ τις ὑπερηφανεύεται ἢ φυσιοῦται ὡς κατορθώσας τὸν βίον καὶ τέλειον ἑαυτὸν ὑπονοῶν, οὗτος τὸν κάματον ἀπώλεσε καὶ τὸν μισθὸν ἀπέχει· ὁ δὲ τῇ ταπεινώσει κρύπτειν σπουδάζων τὰ ἑαυτοῦ κατορθώματα, οὗτος ὑψωθήσεται ὑπὸ Κυρίου καὶ τὸν μισθὸν παρ᾽ αὐτοῦ λήψεται. Εἴ τις καυχᾶται ἐπὶ προκοπαῖς ἢ μεγαλαυχεῖ, οὗτος πεσεῖται· ὁ δὲ κατευτελίζων ἑαυτὸν καὶ σμικρύνων, οὗτος εἰς ἀνώτερον ὕψος ἑαυτὸν ἀναβιβάζει. Εἴ τις ὀξέως ὀργίζεται ἢ θυμοῦται, ὁ τοιοῦτος δικαιοσύνης Θεοῦ ἐστιν ἐκτός, καὶ μετ᾽ αὐτοῦ ὁ Χριστὸς οὐκ αὐλίζεται· ὁ δὲ τὴν πρᾳότητα κεκτημένος, καὶ τὴν ἐπιείκειαν ἀσπαζόμενος, οὗτος οἰκητήριόν ἐστι τοῦ Ἁγίου Πνεύματος. Εἴ τις ἀποστρέφεται ἀδελφὸν πλημμελήσαντα, οὗτος πεπλάνηται καὶ φρένας ἔχει κενάς· ὁ δὲ ἐν ἀγάπῃ συμπάσχων, τέλειος ἐν ἀρεταῖς ὑπάρχει. Εἴ τις ξένον ἀδελφὸν ἀποστρέφεται, τοῦτον ὁ Θεὸς ἀποστρέφεται· ὁ δὲ ἐν ἀγάπῃ δεχόμενος αὐτόν, τὸν Θεὸν ἀποδέχεται. Εἴ τις περὶ κτίσεις καὶ οἰκοδομὰς τέρπεται, τῶν αἰωνίων ἀγαθῶν γυμνὸς ὑπάρχειν σπουδάζει· ὁ δὲ περὶ τὰ πνευματικὰ σπουδάζων καὶ ἀγωνιζόμενος, οὗτος ἐπιγινώσκει τὴν γλυκύτητα τῶν αἰωνίων ἀγαθῶν. Εἴ τις ἱμάτια λαμπρὰ φιλοκαλεῖ, στολῆς θεϊκῆς γυμνὸς ὑπάρχει· ὁ δὲ τοῖς ἐκ συνηθείας ἱματίοις ἑαυτὸν περισκέπων, οὗτος μεριμνᾷ τὴν πνευματικὴν στολὴν ἐπενδύσασθαι.

Εἴ τις ἐν τῷ καιρῷ τῆς εὐχῆς καὶ τῆς ψαλμῳδίας ἀμελεῖ ἢ μετεωρίζεται, οὗτος τὸν Θεὸν παροξύνει· ὁ δὲ μετὰ προθυμίας καὶ σπουδῆς ἐνηδυνόμενος τῇ ψαλμῳδίᾳ, οὗτος τοῦ Ἁγίου Πνεύματος κοινωνὸς ὑπάρχει. Εἴ τις ἐν τῇ ὠφελείᾳ τῶν Γραφῶν καὶ ἐν τῇ ἀναγνώσει οὐ φιλοπονεῖ, καὶ ταύτας πόθῳ οὐκ ἀναγινώσκει, οὗτος δένδρον ἄκαρπον τυγχάνει· ὁ δὲ μετὰ σπουδῆς ἐρευνῶν, διπλασιάζει τὸν καρπόν, ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Εἴ τις ἐν ταῖς νυκτεριναῖς εὐχαῖς ἐνηδύνεται τῷ ὕπνῳ, καὶ τοῦτον προτιμᾷ, ὁ τοιοῦτος φανερός ἐστι σαρκικὸς ὢν καὶ οὐ πνευματικός· ὁ δὲ βιαζόμενος ἑαυτὸν εἰς τὴν ἀγρυπνίαν μετὰ προθυμίας, οὗτος μετὰ πόθου ζητεῖ τὸν Χριστόν. Εἴ τις πολυπλασιάζει ἐν λόγοις ματαίοις, βδελυκτὸν ποιεῖ ἑαυτὸν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων· ὁ δὲ τῇ σιωπῇ ῥυθμίζων ἑαυτὸν δοξάζει τὸν Θεόν, καὶ ὑπὸ πολλῶν ἀγαπηθήσεται. Εἴ τις τῶν ἀδελφῶν περισσευόμενος τῷ ἐνδεεστέρῳ οὐ παρέχει, οὗτος ἁγιασμοῦ ἐκτός ἐστι, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ἐντρυφήσουσιν ἄλλοι· ὁ δὲ παρέχων τῷ ἐνδεεστέρῳ βασιλείας οὐρανῶν κληρονόμος ὑπάρχει.

Εἴ τις ὡς δυνατὸς καὶ ὑγιὴς κατεπαίρεται τῶν ἀσθενεστέρων καὶ ταπεινῶς ἐχόντων, κεκατήραται ὑπὸ τοῦ Θεοῦ, καὶ ἀκούει παρ᾽ αὐτοῦ, πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται· ὁ δὲ ἀντιλαμβανόμενος καὶ συμπάσχων ἀκούσεται παρὰ τοῦ Κυρίου, ὅτι ἐφόσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἴ τις ταράσσει ἀδελφοὺς ἕνα τῷ ἑνὶ ἐνδιαβάλλων, οὗτος μισητὸς Ἀγγέλοις καὶ ἀνθρώποις ἐστίν· ὁ δὲ πραΰνων ὀργιζομένους καὶ λυπουμένους, οὗτος υἱὸς Θεοῦ κληθήσεται. Εἴ τις παρορᾷ νηστείαν, καὶ τῆς σαρκὸς ἐκτελεῖ τὰ θελήματα καὶ τὰς ἐπιθυμίας, καθαρότητος καὶ ἁγνείας ἐκτός ἐστιν· ὁ δὲ νηστείᾳ ἑαυτὸν κατατήκων πάσης καθαρότητος καὶ σωφροσύνης καὶ ἁγνείας ἐργάτης ὑπάρχει. Εἴ τις πολυφαγίᾳ καὶ ἐδέσμασι τέρπεται, οὗτος τῷ πνεύματι τῆς γαστριμαργίας δουλεύεται προφανῶς· ὁ δὲ ἐγκρατείᾳ ἑαυτὸν ἐκδοὺς καὶ συσφίγγων, παθῶν καὶ λογισμῶν εὐχερῶς κρατήσει. Εἴ τις θηλειῶν ἐντυχίαις ἥδεται, καὶ πρὸς αὐτὰς φαιδρύνεται, πάθεσι πονηροῖς δουλεύει πολεμούμενος τῷ συνειδότι· ὁ δὲ ταύτας ἀποστρεφόμενος καὶ τῆς τοιαύτης συνηθείας ἑαυτὸν μακρύνων, πολέμου ἐκτὸς ὑπάρχει εἰρηνεύων τῷ συνειδότι.

Εἴ τις εὐγενίᾳ σαρκικῇ τέρπεται καὶ πέποιθεν ἐπ᾽ αὐτῇ, οὗτος κατὰ Θεὸν οὐκ ἐξέδωκεν ἑαυτόν, ἀλλὰ παίζει καὶ παίζεται ὑπὸ τῶν λογισμῶν· ὁ δὲ μακρύνων ἑαυτὸν ἀπὸ τῶν συγγενῶν τῶν κατὰ σάρκα, καὶ τούτοις ἐμπαθῶς οὐ διάκειται, οὗτος ἐν ἀληθείᾳ ἀποταξάμενος τῷ Θεῷ δουλεύει. Εἴ τις ἐπιτασσόμενος γογγύζει, τὸν μισθὸν τῆς ὑπακοῆς προφανῶς ζημιοῦται· ὁ δὲ μετὰ προθυμίας τὸ ἐπιταχθὲν ἐκτελῶν, οὗτος τὸ λαμπρὸν κάλλος τῆς ψυχῆς διασῴζει.