Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος παρααινετικὸς περὶ τῆς δευτέρας παρουσίας τοῦ κυρίου καὶ περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Αγιογραφικές μαρτυρίες και η εντολή της συγχωρήσεως

Παράθεση προφητικών και αποστολικών χωρίων για την επικείμενη έλευση του Κριτού και επισήμανση της αναγκαιότητας άφεσης των σφαλμάτων του πλησίον ως προϋπόθεση θεϊκού ελέους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Ἐρώτησον καὶ μάθε ὅτι οὐ βραδύνῃ ὁ Κριτής. Μὴ παύσῃ ἐρωτῶν ἕως οὖ πληροφορηθῇς ἀκριβῶς. Μὴ παύσῃ παρακαλῶν τοὺς ἀκριβῶς γινώσκοντας περὶ τούτου. Θέλεις δὲ γνῶναι τίνες εἰσὶν οἱ ἀκριβῶς ἐπιστάμενοι τοῦτο τὸ μέγα καὶ φοβερὸν μυστήριον; Προφῆται, Ἀπόστολοι, Εὐαγγελισταί· οὗτοι ἀκριβῶς γινώσκουσι περὶ τῆς φοβερᾶς παρουσίας τοῦ Χριστοῦ καὶ νυμφίου· τούτους ἐρώτησον, ἀδελφέ, καὶ ἀκοῦσαι ἔχεις ὅτι ἔρχεται καὶ οὐ χρονιεῖ. Ἐρώτησον τὸν μέγαν προφήτην Ἠσαΐαν, καὶ ἀποκρίνεταί σοι λέγων· ἰδοὺ Κύριος ἔρχεται, καὶ ὁ μισθὸς αὐτοῦ μετ᾽ αὐτοῦ. Καὶ πάλιν· Κύριος Σαβαὼθ ἐξέρχεται συντρίψαι πόλεμον.

Καὶ ἄλλος προφήτης λέγει· ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. Ἀνταποκριθήσεταί σοι καὶ ὁ προφήτης Μαλαχίας λέγων· ἰδοὺ ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Ἢ τίς στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διδάξει δέ σε καὶ ὁ προφήτης Δαυῒδ λέγων· ὁ Θεὸς ἐμφανῶς ἥξει καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ βασιλεῖς τῆς γῆς. Καὶ πάλιν· ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Ἐὰν Πέτρον ἐρωτήσῃς τὸν κορυφαῖον, καὶ αὐτὸς ἀνταποκριθήσεταί σοι λέγων· οὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ μὴ θέλων τινὰ ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι. Καὶ πάλιν· ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτί, οὕτως ἔρχεται. Ἰάκωβος δὲ πάλιν ἀνταποκρίνεται λέγων· ἰδοὺ ὁ Κριτὴς πρὸ τῶν θυρῶν ἕστηκε. Λέγει δὲ πρὸς σὲ καὶ ὁ θεολόγος Ἰωάννης λέγων· ἵνα ἔχωμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ᾽ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.

Ἐρώτησον, ἀγαπητέ, καὶ τὸν ἅγιον Ματθαῖον τὸν Εὐαγγελιστήν, καὶ αὐτός σοι λέξει τρανότερον περὶ τῆς παρουσίας τοῦ Νυμφίου, ἃ ἤκουσε παρ᾽ αὐτοῦ· λέγει δέ· εἶπεν ὁ Κύριος· γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ὥραν, οὐδὲ τὴν ἡμέραν, ἐν ᾗ ὁ Χριστὸς ἔρχεται. Καὶ πάλιν· γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε, ὁ Κύριος ἔρχεται. Καὶ πάλιν· μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει γρηγοροῦντα. Καὶ πάλιν λέγει· ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Τότε καθήσεται ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ τὰ ἑξῆς. Καὶ τοὺς λοιποὺς τῶν Εὐαγγελιστῶν καὶ πάντας τοὺς Ἁγίους ἐὰν ἐρωτήσῃς, τὰ ὅμοια ἀκούσῃς παρ᾽ αὐτῶν περὶ τῆς παρουσίας τοῦ Κυρίου, ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.

Λοιπὸν οὐκέτι ἔχεις πρόφασιν. Ἰδοὺ ἤκουσας παρὰ τῶν μακαρίων Προφητῶν καὶ Ἀποστόλων πᾶσαν ἀλήθειαν. Ἄρτι οὖν ἑτοίμασον τὰ τῆς σωτηρίας. Καὶ τί ποιήσω ἵνα σωθῶ καὶ εὕρω ἔλεος καὶ παρρησίαν ἐν τῇ ἡμέρᾳ τῆς ἀπολογίας;

Ἐγώ σοι λέγω· μόνον φύλαξον. Ἐὰν οὖν ἀκούσῃς τοῦ Κυρίου, ἐπακούσεταί σου καὶ αὐτός· εἶπε γὰρ οὕτως ὁ Κύριος· ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. Ἰδοὺ ἤκουσας τέως μιᾶς ἐντολῆς μεγάλης καὶ ἐλαφρᾶς· εἶπε γὰρ ὁ φιλάνθρωπος Θεός, ὅτι τὸ φορτίον μου ἐλαφρόν ἐστι. Ποῖον γὰρ βάρος ἐστὶ τὸ ἀφιέναι τοῦ ἀδελφοῦ τὰ παραπτώματα, καὶ συγχωρηθῆναι παρὰ τοῦ Θεοῦ τὰ ἴδια παραπτώματα; Ἵνα θαρρῶν λέγῃς· ἄφες μοι τὰ ὀφειλήματά μου, Δέσποτα· ἐγὼ γὰρ ἀφῆκα τοῦ ἀδελφοῦ μου.