Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος παρααινετικὸς περὶ τῆς δευτέρας παρουσίας τοῦ κυρίου καὶ περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Μνήμη της Κρίσεως και ασκητική υπομονή

Παραινέσεις για διαρκή ενθύμηση του φοβερού βήματος και των μελλουσών κολάσεων, πένθος και εγκαρτέρηση στον ασκητικό κανόνα με πρότυπο τις δοκιμασίες του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ταύτην τὴν ἐντολὴν φύλαξον. Μὴ ἔχε ἔχθραν κατά τινος, μηδὲ μισήσῃς τινά ποτε· μὴ γελοίοις σχολάσῃς· μὴ καταλαλήσῃς· μὴ λοιδορήσῃς· μὴ ἀργολογήσῃς· μὴ κοσμικοῖς συναυλισθῇς περισσῶς· μὴ μυθολογήσῃς· μὴ κατασχέτω σε ἐπίγεια πράγματα, ὁ ἀποταξάμενος τῷ κόσμῳ ὅλῳ· μὴ ἔχε ἄλλην μέριμναν, μηδὲ ἄλλον ἀγῶνα, πλὴν τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς, καὶ ἀεὶ ἡ καρδία καὶ ἡ γλῶσσά σου περὶ κρίσεως μελετάτω. Εἴτε οὖν ἐργάζῃ, εἴτε προσεύχῃ, εἴτε περιπατεῖς, εἴτε καθέζῃ, εἴτε ἐσθίεις, εἴτε νηστεύεις, εἴτε ἐπὶ τῆς κοίτης σου κεῖσαι γρηγορῶν, ἢ ἄλλο τι πράττεις, μὴ ἀποστῇ ὁ νοῦς σου τοῦ ἐνθυμεῖσθαι καὶ τὸ στόμα σου λαλεῖν περὶ κρίσεως. Διαλογίζου δὲ ἐν τῇ καρδίᾳ σου οὕτως· ἆρα πῶς ἔχω ἀπολογήσασθαι τῷ Κριτῇ; Ἆρα εὑρίσκεται ἁμαρτωλὸς ἄλλος, ὡς ἐγώ; Πῶς ἐξαλείψω μου τὰς ἁμαρτίας; Πῶς; Ἐγώ σοι λέγω· ὡς ὁ Δαυῒδ ἐποίησε καὶ ἐδίδαξε, λέγων· λούσω καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.

Οὕτως κλαῖε καὶ ἐνθυμοῦ, λέγων· ἆρα ποταπαί εἰσιν ἐκεῖναι αἱ κολάσεις αἱ φοβεραί, ἃς λέγει ἡ θεία Γραφή; Ἆρα ποταπός ἐστιν ὁ πύρινος ποταμὸς ἐκεῖνος; Ἆρα ποταπόν ἐστιν ἐκεῖνο τὸ ἄσβεστον πῦρ; Ἆρα ποταπόν ἐστιν ἐκεῖνο τὸ ἐξώτερον σκότος; Ἆρα ποταποί εἰσιν οἱ βρυγμοὶ τῶν ὀδόντων; Ἆρα ποταπή ἐστιν ἐκείνη ἡ γέεννα τοῦ πυρός; Ἆρα ποταπός ἐστιν ἐκεῖνος ὁ σκώληξ ὁ ἀτελεύτητος;

Ἆρα ποταπός ἐστιν ἐκεῖνος ὁ κλίβανος τοῦ πυρός; Ἆρα εἰς ποῖον ἁρμόζει με ἐκ τούτων ἀπελθεῖν τὸν ἁμαρτωλόν; Ταῦτα μελέτα, τέκνον, καθ᾽ ἑκάστην ἡμέραν καὶ νύκτα καὶ ὥραν, καὶ σπούδασον προσκαρτερῶν τῇ νηστείᾳ καὶ τῇ ἀγρυπνίᾳ καὶ τῇ προσευχῇ καὶ τοῖς δάκρυσι καὶ τῷ πάντοτε ἰδιάζειν ἐν τῷ κελλίῳ καὶ σιωπᾶν. Καὶ μὴ παρασιωπήσῃς, ἀδελφέ, μηδὲ χαυνώσῃς· κἄν τινες διασύρωσί σε ἢ καταγελῶσιν ἢ ἐξουδενῶσιν ἢ εὐτελίζωσι, σὺ μὴ πρόσεχε αὐτοῖς, ἀλλ᾽ ἔχε τὸν σκοπόν σου εἰς τὸν ποθούμενον Νυμφίον. Καὶ εἰπὲ ὅτι ἄξιός εἰμι ἐμπαίζεσθαι. Καὶ γὰρ ὁ Κύριός μου ἐνεπαίχθη καὶ ὑβρίσθη καὶ ἐνεπτύσθη καὶ ἐσταυρώθη καὶ ἐμισήθη ὑπὸ τῶν μαθητῶν τοῦ Διαβόλου. Διδάσκει δὲ καὶ ἡμᾶς ὁ Κύριος, ἵνα καὶ ἡμεῖς ἀδικούμενοι ὑπομένωμεν, λοιδορούμενοι εὐλογῶμεν, διωκόμενοι ἀνεχώμεθα. Μνημόνευε πάλιν, ἀδελφέ, τοῦ Κυρίου λέγοντος τοῖς μαθηταῖς· εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Ἀλλ᾽ ὅτι ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Καὶ πάλιν· μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι.

Καὶ πάντες δὲ οἱ Ἅγιοι τὴν στενὴν ταύτην ὁδὸν ἐβάδισαν, ὡς λέγει ὁ Ἀπόστολος, ὅτι ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.

Καὶ σύ, ἀδελφέ, ἐὰν ὑπομείνῃς καὶ τοῦ μικροῦ κανόνος σου ἐπιμελήσῃ, σὺν αὐτοῖς ἔχεις εὑρεθῆναι. Μὴ οὖν ῥᾳθυμήσητε ὅτι μισεῖ ὑμᾶς ὁ κόσμος· οἱ γὰρ μισοῦντες τρισάθλιοι, οἱ δὲ μισούμενοι διὰ Χριστὸν μακάριοι. Ἔρχεται γὰρ καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Φησὶ γὰρ ὁ Προφήτης· ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Ὄντως γὰρ ὄντως φοβερὰ ἡ ἡμέρα τῆς παρουσίας αὐτοῦ. Ἄκουσον καὶ ἄλλο ὅμοιον τούτου· λέγει γὰρ ὁ προφήτης Δανιήλ, ὅτι θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε. Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, ἡ δὲ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρεστήκεσαν αὐτῷ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν.