Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος παρααινετικὸς περὶ τῆς δευτέρας παρουσίας τοῦ κυρίου καὶ περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Τα σημεία της Δευτέρας Παρουσίας και το φοβερό Κριτήριο

Περιγραφή των αποκαλυπτικών αλλοιώσεων της κτίσεως, της συγκέντρωσης όλης της ανθρώπινης φύσης, του οριστικού διαχωρισμού, του ελέγχου των πράξεων και της καταδίκης των αμαρτωλών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Τίς οὐ φοβεῖ τὴν ἡμέραν ἐκείνην; Τίς οὐ φρίξει τὴν ὥραν ἐκείνην; Ὧδε πολλάκις τρανοτέρα βροντὴ ἐὰν γένηται, οὐ βαστάζομεν, ἀλλὰ πάντες ἐπὶ τὴν γῆν ἐπικλίνομεν. Τίς ἄρα βαστάσει τότε, ὅταν θεωρεῖ τὰ παράδοξα ἐκεῖνα θαύματα;

Ὅταν ἴδῃ τὰς δυνάμεις τῶν οὐρανῶν σαλευομένας; Ὅταν θεωρήσῃ τὰ στοιχεῖα λυόμενα, τὸν οὐρανὸν ὡς βιβλίον εἱλισσόμενον, τὸν ἥλιον σκοτιζόμενον, τὴν σελήνην μεταβαλλομένην εἰς αἷμα, τὰ ἄστρα πίπτοντα ἐκ τοῦ οὐρανοῦ, ὥσπερ φύλλα ἀπὸ συκῆς, τὴν γῆν κατακαιομένην, καὶ τὰ ἐν αὐτῇ ἔργα;

Ὅταν θεωρήσῃς τὴν σάλπιγγα ἐκ τοῦ οὐρανοῦ κεκραγῶσαν φοβερὸν καὶ ἐγείρουσαν τοὺς ἀπ᾽ αἰῶνος κοιμηθέντας; Ὅταν θεωρήσῃς τοὺς οὐρανοὺς σχιζομένους καὶ τὸν Θεὸν ἀποκαλυπτόμενον κατὰ θυμοῦ μεγάλου ἐπὶ τοὺς ἁμαρτωλούς;

Ὅταν θεωρήσῃς τοὺς Ἀγγέλους ἀποστελλομένους καὶ περιτρέχοντας καὶ ἐπισυνάγοντας τοὺς ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν; Ὅταν θεάσῃ τὸν θρόνον τὸν φοβερὸν ἑτοιμασθέντα καὶ τὸν δίκαιον Κριτὴν καθεζόμενον; Ὅταν ἴδῃς πᾶσαν ἀνθρωπίνην φύσιν ἔμπροσθεν αὐτοῦ συνηγμένην μετὰ μεγάλου φόβου καὶ τρόμου;

Πιστεύσατέ μοι, ἀδελφοί μου ἀγαπητοί, ὅτι πολλῶν δακρύων ἐστὶν ἀξία ἡ ἡμέρα ἐκείνη καὶ πολλῶν στεναγμῶν, ὅταν θεωρήσωμεν τὴν ἐλεεινὴν καὶ ὀδυνηρὰν ὥραν ἐκείνην, ὅτε ἀφορίζει ἡμᾶς ἀπ᾽ ἀλλήλων ὁ Κριτής, ὡς ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων. Τότε χωρίζονται γονεῖς ἀπὸ τῶν τέκνων καὶ τέκνα ἀπὸ γονέων. Τότε διαμερισθήσονται ἀδελφοὶ ἀπὸ ἀδελφῶν καὶ φίλοι ἀπὸ φίλων καὶ συγγενεῖς ἀπὸ τῶν γνωρίμων. Τότε διαχωρίζονται κληρικοὶ ἀπὸ συγκληρικῶν καὶ ἐπίσκοποι ἀπὸ συνεπισκόπων καὶ διάκονοι ἀπὸ συνδιακόνων καὶ ὑποδιάκονοι καὶ ψάλται καὶ ἀναγνῶσται ἀπ᾽ ἀλλήλων. Τότε διαχωρίζονται καὶ τὰ ἀνδρόγυνα ἐν δάκρυσι. Τότε κλαύσονται βασιλεῖς καὶ ἄρχοντες οἱ μεγάλα πράξαντες καὶ ἐν ἀδικίᾳ βιώσαντες καὶ καταπονήσαντες τοὺς ἰδίους καὶ ὁμοπίστους ἀδελφούς. Τότε ζητεῖται τὸ αἶμα τῶν ἀπολλυμένων ἐξ ἀμελείας τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ἐκ τῶν χειρῶν αὐτῶν. Τότε ἕκαστος ἀπαιτεῖται τὸ τάλαντον, ὃ ἔλαβε καὶ προσέθηκε. Πᾶς μὲν Χριστιανὸς ἀπαιτεῖται ἃ ἤκουσε καὶ παρέλαβεν· ἐξαιρέτως δὲ ἀρχιερεῖς, ἱερεῖς καὶ λευῖται· δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται. Τότε ἕκαστος ἵσταται μετὰ φόβου καὶ τρόμου τὴν κεφαλὴν κάτω νεύων καὶ ἐκδεχόμενος τὴν ἀπόφασιν τὴν μέλλουσαν κατ᾽ αὐτοῦ ἐξελθεῖν.

Τότε θεωρεῖ πῶς τιμῶνται οἱ ἀγωνισάμενοι ὧδε ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ δάκρυσι καὶ προσευχαῖς· ποίας δὲ καὶ τὰς παρὰ τοῦ Βασιλέως λαμβάνουσιν ἀπολαύσεις. Καὶ στενάζων καὶ τρίζων τοὺς ὀδόντας, λέγει· πῶς ἐγὼ ὁ ἄθλιος οὐκ ἠγωνισάμην τὸν ὀλίγον ἐκεῖνον τῆς ζωῆς μου χρόνον, ἀλλ᾽ ἐν ἀμελείᾳ παρῆλθον τὰς ἡμέρας μου; Ἄρα ἄρτι ποῦ με ἁρμόζει οὐκ οἶδα, ἢ εἰς τὴν κόλασιν.

Ταῦτα δὲ αὐτοῦ ἐνθυμουμένου, ἐξέρχεται ἡ ἀπόφασις παρὰ τοῦ Βασιλέως λέγουσα· ἕκαστος θερίσει ὃ ἔσπειρε. Τότε οἱ σπείραντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν ἐκεῖθεν. Τότε ἕκαστος ἀπέρχεται ὅπου τὰ ἔργα αὐτοῦ· ἵστανται γὰρ τὰ ἔργα ἑκάστου ἔμπροσθεν αὐτοῦ λέγοντα πρὸς αὐτόν· σὺ ἡμᾶς ἔπραξας, ἄθλιε. Ὤφειλες διὰ τῶν δακρύων σου ἐξαλεῖψαι ἡμᾶς. Ἤκουες τῆς Γραφῆς λεγούσης, ὅτι ἔρχεται ὥρα ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καὶ ἐνέπαιζες τοὺς λέγοντας. Ἄρτι οὖν δεῦρο ὑπάγωμεν, καὶ τῶν πόνων τῶν καρπῶν σου ἀπόλαυσον. Τότε ἀπελεύσεται ἕκαστος εἰς τὸν ἴδιον τόπον, ὃν ἡτοίμασεν ἑαυτῷ, καὶ πληροῦται ἡ Γραφὴ λέγουσα· τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Οἱ δὲ ἑτοιμάσαντες ἑαυτοὺς οὐ ταράσσονται, ἀλλὰ παρρησίᾳ κράζουσιν· ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην. Οἱ δὲ μὴ ἕτοιμοι ταραχθήσονται ἀκούοντες τό, πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον. Τότε πορεύσονται οἱ μὲν εἰς τὸ ἐξώτερον σκότος, οἱ δὲ εἰς τὴν γέενναν τοῦ πυρός· οἱ δὲ εἰς τὸν βρυγμὸν τῶν ὀδόντων καὶ εἰς τὰς λοιπὰς κολάσεις, ὠθούντων αὐτοὺς τῶν Ἀγγέλων μετὰ σπουδῆς καὶ λεγόντων πρὸς αὐτούς· ὡς πρόβατα ἐγένεσθε τοῦ ᾅδου, θάνατος ποιμανεῖ ὑμᾶς.

Οἱ δὲ ἀπέρχονται τρίζοντες τοὺς ὀδόντας καὶ ἐπιστρεφόμενοι πυκνοτέρως καὶ θεωροῦντες πῶς ἀπεχωρίσθησαν, καὶ ἀπάγονται, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος.

Ποῦ ὅλος ὁ πλοῦτος τοῦ κόσμου; Ποῦ ἡ δυναστεία τῶν βασιλέων; Ποῦ τὸ θράσος τῶν ἀρχόντων; Πῶς οὐδαμοῦ φαίνεται ὁ βοηθῆσαι δυνάμενος τοὺς ἀγαπωμένους; Ποῦ πατὴρ ὁ γεννήσας; Ποῦ μήτηρ ἡ ὠδινήσασα; Ποῦ οἱ γνήσιοι ἀδελφοί; Ποῦ οἱ φίλοι; Ποῦ οἱ συγγενεῖς; Ποῦ οἱ κῶμοι τῶν τρυφώντων;