Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος παρααινετικὸς περὶ τῆς δευτέρας παρουσίας τοῦ κυρίου καὶ περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Η ανταμοιβή των δικαίων και ο μακαρισμός της μοναχικής πολιτείας

Η αιώνια δόξα των Αποστόλων, των Μαρτύρων και των ταπεινών, και ο τελικός έπαινος των μοναχών, που επισφραγίζεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 5

Ποῦ οἱ θόρυβοι; Ποῦ οἱ καυχώμενοι ἐν πλούτῳ; Ὢ πόσων δακρύων καὶ στεναγμῶν ἀξία ἐστὶν ἡ ὥρα ἐκείνη; Διὰ ταύτην τὴν ὥραν ἔλεγεν ὁ Κύριος, ὅτι μακάριοι οἱ πενθοῦντες καὶ κλαίοντες νῦν. Τότε, ἀδελφοί, ὁ εὑρὼν παρρησίαν ἀληθῶς μακάριός ἐστι. Τότε οἱ μακάριοι Ἀπόστολοι ἐκλάμψουσιν ὑπὲρ τὸν ἥλιον· οἱ Προφῆται φαιδρύνονται· οἱ Μάρτυρες στεφανοῦνται. Τότε φανερωθήσονται καὶ οἱ ἔνθεν κρυπτόμενοι ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Αἱ ἀγέλαι τῶν ἀποταξαμένων τῷ κόσμῳ μακαρίων μοναχῶν χορεύουσι μετὰ τῶν Ἀγγέλων ἐν ἀγαλλιάσει· οἱ ἐν τοῖς σπηλαίοις ἑαυτοὺς κατατήξαντες ἐν δάκρυσι καὶ ἀγρυπνίαις καὶ προσευχαῖς.

Οἱ ἐνταῦθα εὐτελεῖς καὶ ἀφανεῖς, ἐκεῖ ἐμφανεῖς καὶ ἐν παρρησίᾳ· οἱ ἐνταῦθα ἄδοξοι καὶ περιφρονούμενοι, ἐκεῖ ἔνδοξοι καὶ τιμώμενοι· οἱ ἐνταῦθα πένητες καὶ πτωχοί, ἐκεῖ πλούσιοι καὶ ἀγαπητοί· οἱ ἐνταῦθα καταλιπόντες πατρίδα καὶ συγγένειαν καὶ ἀδελφοὺς καὶ τρυφήν, ἐκεῖ ἀπέλαβον τὴν τῶν οὐρανῶν βασιλείαν.

Ὦ μακάριοι ὄντες καὶ τρισμακάριοι, μοναχοί· οἱ ἔνθεν βιαζόμενοι καὶ ἐκεῖθεν ἁρπάζοντες τὴν βασιλείαν. Ἐνταῦθα γὰρ ἐν τοῖς σπηλαίοις καὶ ἐν τοῖς κελλίοις καὶ ἐν τοῖς ὄρεσιν ἀπαύστως Θεὸν ἐδοξολογήσατε καὶ διηκονήσατε, οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες, τὸ ἀσθενὲς γένος, ἐκεῖ δὲ σὺν τοῖς χοροῖς τῶν Ἀγγέλων πάλιν ἠξιώθητε ὑμνεῖν. Ἐποθήσατε Χριστόν, ἀπετάξασθε τῷ κόσμῳ· μετέστητε ἐκ τοῦ κόσμου, ἔχετε τὸν Χριστόν. Οὐδεὶς γάρ [φησίν] ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ τέκνα ἕνεκεν ἐμοῦ, ὃς οὐκ ἀπολαύῃ ἑκατονταπλασίονα ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει, καθὼς εἶπεν ὁ Κύριος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.