Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος παραινετικός

Ἐφραίμ ὁ Σύρος

Προτροπή στον ασκητικό αγώνα και αντιμετώπιση των πειρασμών

Εισαγωγική νουθεσία προς τη νεότητα για την καλλιέργεια των αρετών και την πνευματική αντίσταση απέναντι στις σαρκικές επιθυμίες και τις μεθοδείες του Εχθρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Λόγος παραινετικός Πρόσεχε σεαυτῷ, ὦ νεότης, ποθοῦσα ἀσκῆσαι, μήποτε παρέλθωσιν αἱ ἡμέραι σου ἐν τῷ μετεωρισμῷ. Μὴ καταδέξῃ τοὺς πονηροὺς λογισμούς, ἵνα μὴ ἀτονήσῃ ἡ δύναμίς σου ἐν τῷ πολέμῳ τοῦ Ἐχθροῦ σου. Ἔχε πάντοτε τὸν γλυκὺν Δεσπότην ἐν τῇ διανοίᾳ σου, ἵνα στεφανωθῇ ὁ δρόμος τῆς ἀσκήσεώς σου. Ὀξυπόδησον ἐν τῷ ἀγῶνι τῆς ἀσκήσεώς σου, ὧ νεότης. Ἔφθασε γὰρ ἡ ἡμέρα καὶ ἤγγικεν ὁ καιρός, ὅτε οἱ κάμνοντες στεφανοῦνται, καὶ οἱ ῥᾳθυμήσαντες μεταμελοῦνται.

Κτῆσαι ἀρετὴν ἕως οὗ καιρὸν ἔχεις· εὐλάβειαν εἰς τὸ ὄμμα σου, ἀλήθειαν εἰς τὰς ἀκοάς σου, ῥήματα ζωῆς εἰς τὴν γλῶσσάν σου, ἐπίσκεψιν ἀσθενούντων εἰς τὰ ἴχνη σου, ἐν τῇ καρδίᾳ σου τὴν εἰκόνα τοῦ Κυρίου σου, ἐν τοῖς μέλεσί σου κατορθώματα τῆς σωφροσύνης, ἵνα προτιμηθῇς ἔμπροσθεν Ἀγγέλων καὶ ἀνθρώπων. Ξύλον ἄψυχον τιμᾶται ἔχον εἰκόνα θνητοῦ βασιλέως· πόσῳ μᾶλλον προτιμηθῇ ψυχὴ ἔχουσα τὸν Θεὸν ἐν ἑαυτῇ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι!

Πρόσεχε σεαυτῷ, ἀγαπητέ· ἡ ἐπιθυμία νεκρὰ ὑπάρχει, τὸ δὲ σῶμά σου ζῶν ἐστιν. Οὐκοῦν ἀκριβῶς πρόσεχε, μὴ τὸ σῶμά σου ζωὴν παράσχῃ τῷ νεκρῷ· ἐὰν δώσῃς αὐτῷ ζωήν, ἀποκτενεῖ σε. Ὢ τοῦ πικροῦ κλαυθμοῦ, ὅτι ὁ νεκρὸς ζωοποιηθεὶς ἀποκτενεῖ τὸν παρασχόντα αὐτῷ ζωήν. Μάθε ἀκριβῶς τί ἐστιν ἐπιθυμία. Αὕτη ἄνευ τοῦ σώματος νεκρά ἐστιν· ὅταν δὲ ἐγγίσῃ ἡ ὁρμὴ τῆς ἐπιθυμίας τῷ σώματι, ἐζωοποιήθη ἡ ἐπιθυμία, καὶ ἡ διάνοια μελετᾷ εἰς τὴν γλυκύτητα τῆς ἐπιθυμίας, καὶ εὑρίσκεται τὸ σῶμα τὸ ζῶν ἀποθνῇσκον εἰς τὴν νεκρότητα τῆς ἐπιθυμίας. Ἕνεκεν τούτου ἀκριβῶς πρόσεχε σεαυτῷ ἀπὸ τοῦ νεκροῦ τούτου. Ἐν τῇ πυρώσει τῆς ἐπιθυμίας αὐτοῦ, φέρε εἰς τὴν διάνοιάν σου τὸ ἄσβεστον πῦρ καὶ τὸν ἀτελεύτητον σκώληκα, καὶ παραχρῆμα σβέννυται ἡ πύρωσις τῶν μελῶν· μήποτε χαυνωθεὶς ἡττηθῇς καὶ μεταμεληθῇς, καὶ καταλάβῃ σε πῦρ λύπης καὶ μεταμελείας, καὶ συνηθίσῃς ἁμαρτάνειν καὶ μεταμελούμενος. Κτῆσαι αὐστηρότητα ἀπ᾽ ἀρχῆς πρὸς πᾶσαν ἐπιθυμίαν τοῦ μὴ νικηθῆναι, καὶ μὴ συνηθίσῃς ἧτταν ἐν τῷ πολέμῳ. Ἡ γὰρ συνήθεια δευτέρα φύσις· καὶ ἡ συνήθεια τῆς χαυνότητος οὐδέποτε κτᾶται αὐστηρότητα· πάντοτε γὰρ οἰκοδομεῖ καὶ καθαιρεῖ· πάντοτε ἁμαρτάνει καὶ μεταμελεῖται.

Ἀγαπητέ, ἐὰν συνηθίσῃς χαυνοῦσθαι ἐν τῷ πολεμεῖσθαί σε, ἡ ἐπιγραφὴ τοῦ γραμματείου σου μεταμελείας ἐστὶν εἰς αἰῶνα αἰῶνος. Ὁ συνηθίσας ἡττᾶσθαι ἔν τινι τῶν ἐπιθυμιῶν, πάντοτε τὸ συνειδὸς αὐτοῦ ἐλέγχει αὐτόν, καὶ περίλυπός ἐστι πάντοτε, καὶ ἔμπροσθεν τῶν θεατῶν δείκνυσι πρόσωπον εὐλαβείας καὶ ἱλαρότητος, ἔσωθεν δὲ σκυθρωπάζων τυγχάνει διὰ τὸν ἔλεγχον τῆς συνειδήσεως αὐτοῦ· τοῦτο γὰρ εἴωθεν ἔχειν ἡ ἐπιθυμία, λύπην ὀδυνηρὰν παρέχει τοῖς πράττουσιν αὐτήν.

Πρόσεχε οὖν ὅλῃ τῇ ψυχῇ, ἔχων τὸν Θεὸν ἐν ἑαυτῷ πάντοτε· ἀθάνατος γὰρ νυμφίος τυγχάνει ὁ Χριστὸς τῇ ψυχῇ. Μὴ οὖν ἐγκαταλίπῃς τὸν ἀληθῆ σου νυμφίον, ἵνα μὴ ἐγκαταλειφθῇς καὶ σὺ ὑπ᾽ αὐτοῦ, καὶ ἐγκαταλειφθεὶς ἀγαπήσῃς τὸν ἀλλότριον, τουτέστι τὸν Ἐχθρὸν τὸν δόλιον· δόλῳ γὰρ ἀγαπᾷ βραχὺν χρόνον, καὶ εὐθέως ἐγκαταλιμπάνει· πόρνη γὰρ ἀκάθαρτος τυγχάνει, ὅταν γὰρ ἀναλώσῃ τὴν οὐσίαν τινὸς καὶ τὴν δύναμιν, μισητὸς ὑπ᾽ αὐτῆς εὑρίσκεται. Τίς μὴ κλαύσει, ὅτι ὁ Ἐχθρὸς ἀναλίσκων τὴν δύναμιν ἡμῶν καὶ τὸν χρόνον ἐν ἀκαθαρσίαις αὐτοῦ καὶ ἐπιθυμίαις ταῖς μιαραῖς, τότε ἀφίσταται ἀφ᾽ ἡμῶν διὰ τὸ μῖσος ὃ ἔχει πρὸς ἡμᾶς; Οὐδέποτε γὰρ ἠγάπησεν ἡμᾶς ὁ μιαρὸς καὶ ἀκάθαρτος.