Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος παραινετικός

Ἐφραίμ ὁ Σύρος

Εσχατολογική εγρήγορση και εγκατάλειψη των κοσμικών μεριμνών

Θεολογική αναφορά στη θεία συγκατάβαση και προειδοποίηση για την αιφνίδια έλευση του Νυμφίου, με έκκληση για αποταγή των γήινων απολαύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Προσέλθετε, δεῦτε, υἱοὶ φωτός, ἀκούσατε τῆς εὐλογημένης φωνῆς ἐκείνης καὶ μακαρίας τοῦ Σωτῆρος ἡμῶν τῆς λεγούσης πρὸς ἡμᾶς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν τῶν οὐρανῶν βασιλείαν. Βλέπετε, ἀγαπητοί μου, μηδεὶς ὑμῶν στερηθῇ τῆς μακαρίας ταύτης κληρονομίας· ἰδοὺ γὰρ ἐπὶ θύραις ἐστί· Φῶς ἐκ Φωτὸς κατέβη πρὸς ἡμᾶς· καὶ φωτίσαν ἡμᾶς ἀνήνεγκε πρὸς τὸ φῶς. Κατέβη πρὸς ἡμᾶς γενόμενος ὡς ἡμεῖς, ἵνα ἡμᾶς ὁμοίους ἑαυτῷ ποιήσῃ.

Ὁ ἀθάνατος πρὸς τοὺς θνητοὺς κατῆλθε, καὶ ποιήσας αὐτοὺς ἀθανάτους ἀνέβη πάλιν πρὸς τὸν Πατέρα. Νῦν ἔρχεται μετὰ δόξης τοῦ εὐλογημένου Πατρὸς κρῖναι ζῶντας καὶ νεκρούς. Ὁδὸς ζωῆς γέγονεν ἡμῖν πλήρης φωτὸς καὶ δόξης, ἵνα ἡμεῖς ἐν τῷ φωτὶ βαδίσωμεν ἐν αὐτῷ πρὸς τὸν Πατέρα.

Δεῦτε, ἀγαπητοί, βαδίσωμεν εἰς τὴν ὁδόν, ἣν ὁ Κύριος ἔδειξεν ἡμῖν, ἵνα μετὰ χαρᾶς φθάσωμεν εἰς τὴν αὑτοῦ βασιλείαν. Λάβωμεν οὖν ἐπισιτισμὸν καὶ ἔλαιον ἐν τοῖς ἀγγείοις ἡμῶν. Οὐκ ἔστι γὰρ ὀλίγον τὸ διάστημα τῆς ὁδοῦ ἐκείνης.

Περιζωσάμενοι οὖν τὰς ὀσφύας ἡμῶν ἐν εἰλικρινείᾳ καὶ ἀληθείᾳ, ὡς ἄνθρωποι, ἐκδεχώμεθα τὸν ἴδιον Δεσπότην. Ἅψωμεν τὰς λαμπάδας ἡμῶν, καὶ γενναίως νήψωμεν· προσδοκῶμεν γὰρ τὸν Κύριον ἡμῶν ἐκ τῶν οὐρανῶν δέξασθαι. Μὴ οὖν νυστάξωμεν, ἵνα μὴ σβεσθῶσιν ἡμῶν αἱ λαμπάδες. Ἡ γὰρ κραυγὴ ἐκείνη ἄφνω γίνεται· ἰδοὺ ὁ νυμφίος, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ πάντες οἱ ἀγαπῶντες αὐτόν, καὶ ἑτοιμάσαντες ἑαυτοὺς ἰδεῖν αὐτὸν μετὰ δόξης. Πάντας γὰρ τοὺς ποθήσαντας αὐτὸν χαροποιήσει ἐν τῷ παστῷ ἐκείνῳ τῷ φωτεινῷ καὶ αἰωνίῳ. Βλέπετε οὖν, φίλοι μου, βλέπετε μή, γενομένης τῆς κραυγῆς ἐκείνης, εὑρεθῇ τις ὑμῶν κατέχων λαμπάδα σκοτεινὴν μὴ ἔχουσαν ἔλαιον, καὶ περιβεβλημένος ἐσθῆτα στυγνὴν καταδικασθῇ εἰς τὸ σκότος τὸ ἐξώτερον καὶ εἰς τὴν τιμωρίαν ἐκείνην τὴν ἀθάνατον καὶ αἰώνιον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Ἀσφαλισώμεθα οὖν ἑαυτούς, ἀγαπητοί μου, ὅτι οὐκ οἴδαμεν πότε ὁ Κύριος ἡμῶν ἔρχεται, ὡς κλέπτης γὰρ ἐν νυκτί, καὶ ὡς παγίς, οὕτως ἡ φοβερὰ ἡμέρα ἔρχεται· καὶ ὡς ἀστραπὴ ὀξυτάτη, οὕτως ἡ παρουσία τοῦ Κυρίου γίνεται. Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἀναστήσονται, καὶ ἡ γῆ ἐκ τῶν θεμελίων αὐτῆς τρέμει, καὶ οἱ οὐρανοὶ σὺν ταῖς δυνάμεσι σαλευθήσονται. Οἴμοι, ἀγαπητοί μου, τίς θαρσήσει τῇ ὥρᾳ ἐκείνῃ;

Πᾶσα πνοὴ τρέμει καὶ φρίσσει· ἀλλ᾽ ἡ χάρις τοῦ Σωτῆρος ἐνισχύει καὶ χαροποιεῖ τὰς καρδίας τῶν δικαίων· καὶ ἁρπάζονται ἐν ταῖς νεφέλαις εἰς ἀπάντησιν αὐτοῦ. Οἱ δὲ ὁμοιωθέντες ἐμοί, οἱ ὀκνηροὶ καὶ ἀμελεῖς, τρέμοντες μένουσιν ἐπὶ τῆς γῆς.

Κουφίσωμεν οὖν ἑαυτοὺς ὀλίγον ἀπὸ τῆς γῆς, ἀγαπητοί μου, καὶ εὐχερῶς εἰς τὸν οὐρανὸν ἀναβησόμεθα. Τί ἡμᾶς ὠφελήσει ὁ κόσμος οὗτος, ὅτι δεσμεύομεν ἑαυτοὺς εἰς τὰς φροντίδας αὐτοῦ; Ἢ τί κερδανοῦμεν ἀπὸ τοῦ καλλωπισμοῦ τῶν ἱματίων ἡμῶν, εἰ μὴ πῦρ ἄσβεστον; Ἢ τί προξενεῖ ἡμῖν ἡ φιλοκαλία τῶν βρωμάτων, εἰ μὴ κόλασιν αἰώνιον; Γινώσκετε, ἀγαπητοί μου, ὅτι ἐὰν μὴ ἀγωνισώμεθα ἐν τῷ βραχεῖ καιρῷ τούτῳ, ἐκεῖ μέλλομεν μετανοεῖν καὶ ὀδυνᾶσθαι εἰς αἰῶνα αἰῶνος.

Ἀδελφοί μου ποθεινοί, τί ἀμελοῦμεν; Τί ῥᾳθυμοῦμεν; Ἱνατί ἑαυτοὺς οὐκ εὐτρεπίζομεν; Ἰδοὺ γὰρ ἡ ἡμέρα τοῦ Κυρίου ἡ μεγάλη καὶ φοβερὰ ἤγγικεν ἐφ᾽ ἡμᾶς. Ἱνατί πᾶσαν φροντίδα ἀνωφελῆ οὐκ ἀπορρίπτομεν ἀφ᾽ ἡμῶν καὶ κουφίζομεν ἑαυτοὺς ἀπὸ τοῦ βάρους τῶν γηΐνων πραγμάτων; Οὐκ οἴδατε ὅτι ἡ θύρα στενὴ καὶ τεθλιμμένη ἐστί, καὶ πολυκτήμων δι᾽ αὐτῆς εἰσιέναι οὐ δύναται; Ἀγαπᾷ γὰρ τοὺς ἀκτήμονας καὶ τοὺς θλίψαντας ἑαυτοὺς ἑκουσίως διὰ τὸν Χριστὸν ἐν ἀσκήσει καὶ ἀγρυπνίᾳ καὶ κακοπαθείᾳ πολλῇ, καὶ τοὺς εὐτρεπίσαντας ἐαυτοὺς ἰδεῖν τὸν ἀθάνατον Νυμφίον μετὰ δόξης· οἵτινες κληρονομήσουσι τὴν βασιλείαν τῶν οὐρανῶν.