Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος παραινετικός

Ἐφραίμ ὁ Σύρος

Το κάλεσμα της επουράνιας Ιερουσαλήμ και ενδιάμεση ικεσία

Προσωποποίηση της άνω Ιερουσαλήμ που καλεί τους πιστούς σε άμεση μετάνοια, ακολουθούμενη από ικετήρια προσευχή για την κληρονομία της βασιλείας των ουρανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Ἰδού, ἀγαπητοί, ἡ θύρα ἡμᾶς φωνεῖ· ἥκατε, ὀξυποδήσατε πρός με· ἰδοὺ καὶ ἡ μήτηρ ἡμῶν Ἱερουσαλὴμ μετὰ πόθου λέγει πρὸς ἡμᾶς· δεῦτε, τέκνα μου ποθεινά, δεῦτε πρός με, πληθυνθείη ὁ ἀριθμὸς ὑμῶν, καὶ ἐν τῷ νυμφῶνι τοῦ Κυρίου μεγαλυνθῶσιν οἱ χοροὶ ὑμῶν ἐν τῷ φωτὶ μετὰ τῶν Ἀγγέλων τῶν ἁγίων.

Ἴδω ὑμᾶς μετὰ δόξης καὶ εὐπρεπείας, μετὰ χαρᾶς καὶ ἀγαλλιάσεως. Ποθήσατέ με, τέκνα μου, καθάπερ ποθῶ ὑμᾶς. Μηδὲν κτήσησθε ἐπὶ τῆς γῆς, μηδὲ μεριμνήσητε, ἀλλὰ σπουδάσατε ἐμπόνως. Ἰδοὺ γὰρ ὁ Νυμφίος [ἔρχεται] ἕτοιμος τοῦ ἐξελθεῖν ἐν ταῖς νεφέλαις τοῦ οὐρανοῦ μετὰ δόξης τοῦ εὐλογημένου Πατρός, καὶ κατ᾽ ὄνομα ἕκαστον ὑμῶν φωνήσει, καὶ ἀνακλινεῖ αὐτὸν ἐν τάγματι τῶν Ἁγίων ἐν τῷ φωτὶ τῷ ἀνεκλαλήτῳ, ἐν τῇ ἀκηράτῳ ζωῇ καὶ ἀθανάτῳ καὶ αἰωνίᾳ, κατὰ τοὺς καμάτους αὐτοῦ· ὅπου ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

Ταῦτα οὖν πάντα εἰδότες, σπουδάσωμεν, παρακαλῶ ὑμᾶς, τέκνα μου, σπουδάσωμεν εἰς τὸν βραχὺν καιρὸν τοῦτον. Μὴ ἀμελήσωμεν ἐνταῦθα, ἀγαπητοί μου, ἵνα μὴ μεταμεληθῶμεν εἰς ἀτελευτήτους αἰῶνας, ὅπου οὐκ ὠφελήσουσιν ἡμᾶς δάκρυα καὶ στεναγμοί· ὅπου οὐκ ἔστι μετάνοια λοιπόν. Ἐν τῇ σπουδῇ ὑμῶν, ἀγαπητοί μου, Ἄγγελοι καὶ Ἀρχάγγελοι χαίρουσιν· ἐν δὲ τῇ ῥᾳθυμίᾳ ὑμῶν ὁ Ἐχθρὸς χαίρει καὶ εὐφραίνεται. Σπουδάσατε οὖν, τέκνα μου ποθεινά, παρακαλῶ ὑμᾶς, σπουδάσατε, ἵνα ἐγὼ εὐφρανθῶ εἰς ὑμᾶς καὶ ὑμεῖς ἐν ἐμοὶ εἰς τὸν αἰώνιον χρόνον.

Προσπίπτω σοι, Κύριέ μου Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, δώρησαι κἀμοὶ καὶ πᾶσι τοῖς ἀγαπῶσί σε, ἰδεῖν σε μετὰ δόξης καὶ χαρᾶς ἐν τῇ βασιλείᾳ σου, καὶ κληρονομῆσαι αὐτὴν μετὰ τῶν ποθούντων καὶ ἀγαπώντων σε.