Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος παραινετικός

Ἐφραίμ ὁ Σύρος

Η προσδοκία του Νυμφίου και η Ημέρα της Κρίσεως

Υπενθύμιση της ενανθρώπησης του Κυρίου, προτροπή σε πνευματική εγρήγορση και αντιπαραβολή των ασκουμένων με τους ράθυμους κατά την τελική Κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 5

Ἀγαπητοί μου, ἐὰν ἀμελήσωμεν ἐνταῦθα, οὐκ ἔχομεν ἀπολογίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ. Πρόφασιν γὰρ οὐχ εὑρήσομεν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Τοῦ γὰρ Κυρίου καὶ Σωτῆρος ἡμῶν καταβάντος πρὸς ἡμᾶς, πᾶσα πρόφασις ἡμῶν ἀνῄρηται. Ἐχαρίσατο γὰρ ἡμῖν ζωὴν τὴν αἰώνιον. Ἐχθροὶ ἦμεν, καὶ κατηλλάγη ἡμῖν ὁ Κύριος ἡμῶν· γήϊνοι ἦμεν, καὶ γεγόναμεν ἐπουράνιοι· θνητοί, καὶ ἀθάνατοι γεγόναμεν· υἱοὶ σκότους, καὶ υἱοὶ φωτὸς γεγόναμεν· αἰχμάλωτοι, καὶ εὑρέθημεν δοῦλοι ἁμαρτίας, καὶ ἠλευθερώθημεν· ἀπολλύμενοι καὶ ἐσκορπισμένοι, καὶ συνήχθημεν· ἀσθενεῖς, καὶ ἰάθημεν· οὐκ ἠλεημένοι, καὶ ἠλεήθημεν· ἁμαρτωλοί, καὶ ἐσώθημεν· γῆ καὶ σποδός, καὶ υἱοὶ Θεοῦ γεγόναμεν· γυμνοί, καὶ ἐσκεπάσθημεν· γεγόναμεν καὶ κληρονόμοι τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἰδοὺ ταῦτα πάντα ἐχαρίσατο ἡμῖν ὁ Κύριος ἡμῶν κατελθὼν ἐπὶ τῆς γῆς σαρκωθεὶς δι᾽ ἡμᾶς. Πρὸς ταῦτα πάντα τί ἀνταποδώσομεν αὐτῷ ἡμεῖς, ἀγαπητοί; Τὸν ἐμπτυσθέντα δι᾽ ἡμᾶς, τὸν μαστιγωθέντα, τὸν σταυρωθέντα, τὸν κολαφισθέντα, τὸν ἐμπαιχθέντα ὑπὸ τῶν μιαρῶν ἐκείνων καὶ ἀνόμων καὶ ἁμαρτωλῶν καὶ παναθλίων; Τί οὖν δυνάμεθα ἀνταποδοῦναι ἡμεῖς οἱ ταλαίπωροι καὶ ἁμαρτωλοὶ τῷ Κυρίῳ ἡμῶν πρὸς ταῦτα πάντα; Οὐαὶ ἡμῖν ἐὰν ἀμελήσωμεν, ὅτι ἀπολογίαν οὐκ ἔχομεν ἐνώπιον αὐτοῦ.

Δεῦτε οὖν, ἀγαπητοί μου, ἀπορρίψωμεν ἀφ᾽ ἡμῶν πᾶσαν φροντίδα καὶ μέριμναν τοῦ ματαίου αἰῶνος τούτου καὶ παρερχομένου, καὶ μετὰ σπουδῆς μεγάλης καὶ προθυμίας δουλεύσωμεν αὐτῷ μόνῳ, ὅτι αὐτὸς Κύριος ἡμῶν ἐστι καὶ Δεσπότης.

Ἰδοὺ γὰρ ἡ ἡμέρα αὐτοῦ ἤγγικεν ἀληθῶς, καὶ ἡ παρουσία αὐτοῦ ἔφθασεν ἐφ᾽ ἡμᾶς ἀκριβῶς. Δεῦτε οὖν, φίλοι μου, ἑαυτοὺς ἑτοιμάσωμεν καὶ γρηγορήσωμεν, ἐκδεχόμενοι τὸν Κύριον ἡμῶν τὸν ἀθάνατον Νυμφίον. Ἰδοὺ ἀνέτειλεν, ἰδοὺ ἦλθεν· ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· υἱοὶ φωτός, φθάσατε εἰς τὸ φῶς· ἐξέλθετε μετὰ χαρᾶς· ἀπαντήσατε εἰς τὸ φῶς τοῦ Κυρίου ἡμῶν· δείξατε αὐτῷ τὰς ἀρετὰς ὑμῶν· προσενέγκατε αὐτῷ τὴν ἄσκησιν ὑμῶν, τὰ δάκρυα ὑμῶν καὶ πάσας τὰς θλίψεις, ἃς ὑπεμείνατε διὰ τὸν πόθον καὶ τὴν ἀγάπην αὐτοῦ. Μὴ οὖν ῥᾳθυμήσητε, μηδὲ ὀκνήσητε· ἀλλὰ ὑπομείνατε μικρόν, καὶ μηδεὶς ὑμῶν εἰς τὰ ὀπίσω βλεπέτω· εἰς τὸ κάλλος ἐκεῖνο τὸ ἐπουράνιον ἄνω ἐχέτω τὸ ὄμμα, εἰς τὴν χαρὰν ἐκείνην τοῦ ἀθανάτου Νυμφίου, ἵνα καὶ ἡ ψυχὴ ἡμῶν κορέννυται ἀπὸ τῆς δόξης τῆς θεωρίας αὐτοῦ καὶ τῆς λαμπρότητος καὶ εὐμορφίας αὐτοῦ.

Ὁ τοίνυν ἐγκρατὴς μὴ ὀλιγοψυχήσῃ, ὅτι ἡ τράπεζα τῆς βασιλείας ἐκδέχεται αὐτόν, καὶ ὁ διψῶν καρτερήσῃ· ἰδοὺ γὰρ ἡ τρυφὴ τοῦ παραδείσου ἡτοίμασται αὐτῷ. Ὁ ἀγρυπνῶν καὶ ψάλλων καὶ εὐχόμενος καὶ κλαίων ἐνδυναμωθήτω, ὅτι ἡ χάρις τοῦ νυμφῶνος τοῦ Κυρίου αὐτοῦ παρακαλέσει αὐτόν.

Ταῦτα οὖν πάντα εἰδότες, μηδὲν ἐπὶ τῆς γῆς κτησώμεθα, ἀδελφοί μου ἀγαπητοί· ἕκαστος γὰρ ἡμῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔχει δεῖξαι, ποίαν ἀρετὴν ἐκτήσατο ἐντεῦθεν, ἢ ποίους πόνους, ἢ ποίαν ἄσκησιν, ἢ ποίαν ἀγρυπνίαν. Ἆρα, ἀδελφοί μου, ὅταν δεικνύωσιν οἱ μάρτυρες τὰ τραύματα τῶν αἰκισμῶν καὶ τῶν βασάνων, καὶ οἱ ἀσκηταὶ τὴν ἄσκησιν καὶ τὴν ἐγκράτειαν, καὶ τὴν ὑπομονὴν αὐτῶν καὶ τὰς θλίψεις, καὶ τὴν ἀκτημοσύνην αὐτῶν καὶ τὰ δάκρυα, ἆρα οἱ ῥᾴθυμοι καὶ ὀκνηροί, καὶ οἱ ἀνωφελῶς ἀπολέσαντες τὴν ζωὴν αὐτῶν, ἐν τίνι καυχήσονται;

Ἀληθῶς οὐαὶ αὐτοῖς ὅτι ἐρρᾳθύμησαν· οὐαὶ αὐτοῖς ὅτι κατεφρόνησαν. Δεῦτε, φίλοι μου, δεῦτε, σπουδάσωμεν· δεῦτε, προσπέσωμεν αὐτῷ· πενθήσωμεν καὶ κλαύσωμεν ἐνώπιον αὐτοῦ ἡμέρας καὶ νυκτὸς ἀναιδῶς ἐν τῇ προσευχῇ ἡμῶν καὶ ἐν τῇ ψαλμῳδίᾳ ἡμῶν, ἵνα δωρήσηται ἡμῖν φωτισμὸν ψυχῆς συνιέναι τὰς μεθοδείας τοῦ Ἐχθροῦ ἡμῶν καὶ ἀντικειμένου μισοκάλου· ὅτι βάλλει ἔμπροσθεν ἡμῶν ὀλισθήματα καὶ σκάνδαλα καὶ βλάβην καὶ πολυκτημοσύνην καὶ μετεωρισμὸν τοῦ αἰῶνος τούτου καὶ ἡδονὴν σαρκικὴν καὶ πολυχρόνιον τὴν παροῦσαν ζωήν, δειλίαν εἰς τὴν ἄσκησιν καὶ ὀκνηρίαν εἰς τὰς εὐχάς, καὶ εἰς τὴν ψαλμῳδίαν ὕπνον καὶ ἀνάπαυσιν σαρκικήν. Ὅσον δὲ ἐκεῖνος σπουδάζει, τοσοῦτον ἡμεῖς ῥᾳθυμοῦμεν· καὶ ὅσον ἐκεῖνος ἐνεδρεύει, τοσοῦτον ἡμεῖς καταφρονοῦμεν, ἐπιστάμενοι ὅτι αἱ ἡμέραι ἡμῶν ἐκολοβώθησαν, καὶ ὁ καιρὸς ἔφθασε, καὶ ὁ Κύριος τῆς δόξης ἔρχεται μετὰ εὐπρεπείας τῆς ὡραιότητος αὐτοῦ, καὶ μετὰ δυνάμεως φοβερᾶς τῆς βασιλείας αὐτοῦ, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰς πράξεις αὐτοῦ. Φοβοῦμαι, ἀγαπητοί, μήποτε ἐφ᾽ ἡμᾶς πληρωθῇ ὁ λόγος τοῦ Κυρίου ὁ λέγων· ὅτι ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὑμεῖς δὲ ἐκβληθήσεσθε ἔξω εἰς τὸ σκότος τὸ ἐξώτερον.