Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ μετανοίας καὶ κρίσεως καὶ ἐξόδου ψυχῆς
Ο θάνατος και η ματαιότητα του βίου
Αναφορά στην ώρα του θανάτου, τον χωρισμό της ψυχής από το σώμα και τις παγίδες του πονηρού κατά τις γήινες μέριμνες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο θάνατος και η ματαιότητα του βίου
Αναφορά στην ώρα του θανάτου, τον χωρισμό της ψυχής από το σώμα και τις παγίδες του πονηρού κατά τις γήινες μέριμνες.
Λόγος περὶ μετανοίας καὶ κρίσεως, καὶ περὶ χωρισμοῦ ψυχῆς καὶ σώματος Ἀγαπητοί, τί ὄφελος εὕρομεν ἐν τῷ ματαίῳ βίῳ τούτῳ; Οἴμοι! Μακάριος ὃς εὗρε παρρησίαν ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ὅταν [δὲ] ψυχὴ χωρίζηται τοῦ ἰδίου σώματος· ἔρχονται γὰρ οἱ Ἄγγελοι ψυχὴν λαβεῖν καὶ χωρίσαι ἀπὸ τοῦ σώματος, παραστῆσαι τῷ βήματι φοβερῷ καὶ φρικτῷ κριτηρίῳ.
Μέγας φόβος, ἀδελφοί, ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ὅταν ψυχὴ χωρίζηται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυνῶν. Παρίστανται γὰρ τῇ ψυχῇ τὰ ἔργα αὐτῆς ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ἃ ἔπραξεν ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, ἀγαθά τε καὶ κακά, καὶ οἱ Ἄγγελοι σπουδάζοντες ἐπείγονται ἐξῶσαι αὐτὴν τοῦ σώματος· ἡ δὲ ψυχὴ θεωροῦσα τὰ ἔργα αὑτῆς δειλαίνεται τοῦ ἐξελθεῖν. Ἁμαρτωλοῦ δὲ 〈ψυχὴ〉 μετὰ φόβου χωρίζεται τοῦ σώματος καὶ τρέμουσα ἀπέρχεται παραστῆναι τῷ ἀθανάτῳ Βασιλεῖ· βιαζομένη δὲ ἐξελθεῖν τοῦ σώματος, βλέπουσα τὰ ἔργα αὑτῆς, λέγει αὐτοῖς μετὰ φόβου· δότε μοι μίαν ὥραν τόπον, ἵνα ἐξέλθω. Ἀποκρίνονται αὐτῇ τὰ ἔργα αὐτῆς· ἡμᾶς σὺ ἔπραξας· ἡμεῖς σὺν σοὶ ὑπάγωμεν πρὸς τὸν Θεόν.
Μισήσωμεν, ἀδελφοί, τὸν βίον τοῦτον τὸν μάταιον, καὶ Χριστὸν μόνον ποθήσωμεν τὸν ἅγιον. Οὐκ οἴδαμεν, ἀδελφοί, ποίᾳ ὥρᾳ ἐστὶν ἡμῶν ἡ ἔξοδος. Οὐδεὶς ἡμῶν ἐπίσταται τὴν ὥραν ἢ τὴν ἡμέραν τοῦ χωρισμοῦ. Ἄφνω δὲ ἡμῶν βαδιζόντων καὶ τρυφώντων ἀμερίμνως ἐπὶ τῆς γῆς, κατέλαβε τὸ πρόσταγμα ψυχὴν λαβεῖν τοῦ σώματος· καὶ ὑπάγει ἁμαρτωλὸς ἐν ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷ, πλήρης οὖσα ψυχὴ αὑτοῦ ἁμαρτιῶν, μὴ ἔχουσα παρρησίαν. Χάριν τούτου παρακαλῶ, ἀδελφοί, γενώμεθα ἐλεύθεροι καὶ μὴ ἔχωμεν τὴν δουλείαν τοῦ ματαίου βίου τούτου. Πτερώσωμεν τὴν ψυχὴν ἡμῶν πρὸς τὸν Θεὸν καθ᾽ ἑκάστην ἐκ τῶν παγίδων καὶ σκανδάλων. Ὁ Πονηρὸς κρύπτει ἀεὶ τὰς παγίδας ἐνώπιον τῆς ψυχῆς ἡμῶν, ἵνα αὐτὴν σκανδαλίσας παγιδεύσῃ εἰς κόλασιν αἰώνιον.
Ἀναμέσον τῶν σκανδάλων καὶ τῶν παγίδων βαδίζομεν, ἀγαπητοί· προσευχόμενοι μὴ ἐμπεσεῖν εἰς αὐτάς. Πλήρεις εἰσὶ γλυκύτητος αἱ παγίδες τοῦ θανάτου. Μὴ χαλινιαθῇ 〈ἡ ψυχὴ〉 ἡμῶν εἰς τὴν αὐτῶν γλυκύτητα. Ἡ γλυκύτης τῶν παγίδων τοῦ θανάτου τουτέστι μέριμνα τῶν γηΐνων πραγμάτων τε καὶ χρημάτων καὶ λογισμῶν καὶ πράξεων πονηρῶν. Μὴ γλυκανθῇς σύ, ἀδελφέ, 〈γλυκύτητι〉 τῆς παγίδος τοῦ θανάτου. Μὴ χαυνωθῇς, μηδὲ ἐκλυθῇς εἰς μελέτην τῶν λογισμῶν τῶν πονηρῶν. Ἐὰν εὕρῃ ὁ λογισμὸς ὁ ῥυπαρὸς εἴσοδον εἰς τὴν σὴν ψυχήν, γλυκαίνεται εἰς μελέτην πονηράν, ἵνα αὐτὴν θανατώσῃ, καὶ γίνεται ὁ λογισμὸς ὁ πονηρὸς ὥσπερ παγὶς ἐν τῇ ψυχῇ, ἐὰν μὴ διωχθῇ διὰ προσευχῆς καὶ δακρύων, ἐγκρατείας τε καὶ ἀγρυπνίας. Γενοῦ ἀεὶ ἐλεύθερος ἀπὸ πάντων τῶν γηΐνων πραγμάτων, ἵνα ῥυσθῇς παγίδων καὶ λογισμῶν καὶ πράξεων πονηρῶν. Μὴ χαυνωθῇς μίαν ῥοπὴν εἰς μελέτην τοῦ πονηροῦ λογισμοῦ.
Μὴ χρονίσῃ ἐν τῇ ψυχῇ σου ὁ πονηρὸς λογισμός, ἀδελφέ. Φεῦγε ἀεὶ πρὸς Θεὸν δι᾽ εὐχῆς καὶ νηστείας καὶ δακρύων, ἵνα ῥυσθῇς ἀπὸ πάντων τῶν παγίδων καὶ σκανδάλων καὶ τῶν παθῶν. Μὴ νομίσῃς, ἀδελφέ, χρόνον πολὺν ζῆσαι ἐπὶ τῆς γῆς, 〈καὶ χαυνωθῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν καὶ πράξεων〉, καὶ ἄφνω ἔλθῃ τὸ πρόσταγμα Κυρίου καὶ εὕρῃ σε ἁμαρτάνοντα, μὴ ἔχοντα μετανοίας καιρὸν ἔτι, μηδὲ πάλιν συγχώρησιν. Καὶ τί ἐρεῖς ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ἀδελφέ; Συμβαίνει γὰρ μὴ συγχωρεῖν σοι τὸ πρόσταγμα στιγμὴν ὥρας ἐπὶ τῆς γῆς. Πολλοί εἰσιν χρόνον νομίζοντες πολὺν ζῆσαι ἐπὶ τῆς γῆς, ἦλθεν ἄφνω ὁ θάνατος, ἐκήδευσε τὴν ματαίαν προσδοκίαν. Ἦλθεν ἄφνω ὁ θάνατος, εὗρεν ἁμαρτωλὸν ἄνδρα καὶ πλούσιον, ψηφίζοντα ἔτη ζῆν πολλὰ ἐν ἀνέσει ἐπὶ τῆς γῆς, κατέχοντα ἐν δακτύλοις τὴν ψῆφον κεφαλαίων καὶ τόκων, μερίζοντα ἐν ἐνθυμήσεσι χρόνον πολὺν τὸν ἀριθμὸν τοῦ πλούτου αὑτοῦ. Ἦλθεν ἄφνω ὁ θάνατος, κατήργησε πάντα ὁμοῦ τὸν ψηφισμὸν καὶ τὸν πλοῦτον καὶ τὴν μέριμναν τοῦ λογισμοῦ τοῦ ματαίου.
Ἦλθε πάλιν ὁ θάνατος, εὗρεν ἄνδρα δίκαιον καὶ ὅσιον, συνάγοντα πλοῦτον οὐρανῶν δι᾽ εὐχῆς καὶ νηστείας. Ἔχε ἀεὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν, ἀδελφέ μου, καὶ μὴ φοβοῦ χωρισμὸν τοῦ σώματός σου. Οὕτως ἀεὶ προσδόκησον καθ᾽ ἡμέραν, ὡς συνετὸς καὶ πνευματικός, τὸν θάνατον καὶ τὴν παράστασιν τοῦ βήματος Κυρίου. Ἑτοίμασον καθ᾽ ἡμέραν λαμπάδα σου, ὡς φρόνιμος καὶ πρόθυμος· ἐπίσκεψαι αὐτὴν καθ᾽ ὥραν ἐν δάκρυσι καὶ προσευχαῖς. Ὅσον χρόνον ἐν ἀδείᾳ τυγχάνεις, ἀδελφέ, σπούδασον. Ἔρχεται γὰρ ὁ καιρός, πλήρης γέμων δειλίας καὶ φόβου καὶ θορύβου, μὴ συγχωρῶν λογίζεσθαι τὰ κρείττονα διὰ τὴν αὑτοῦ σύγχυσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.