Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ μετανοίας καὶ κρίσεως καὶ ἐξόδου ψυχῆς

Ἐφραίμ ὁ Σύρος

Ο πνευματικός πόλεμος και η οδός προς τη Βασιλεία των Ουρανών

Έκκληση για πνευματική εγρήγορση, απογύμνωση από τα πάθη και άσκηση, με σκοπό την πορεία προς την επουράνια ζωή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Προσέχετε, ἀγαπητοί μου, πῶς ἅπαντα τὰ πονηρὰ ἀκμάζουσι καὶ προκόπτουσι καθ᾽ ἡμέραν τὰ κακὰ καὶ προβαίνει ἡ πονηρία. Ταῦτα μένουσι τὴν ἐρχομένην σύγχυσιν καὶ τὴν θλῖψιν τὴν μεγάλην τὴν μέλλουσαν ἐπέρχεσθαι ἐπὶ πάντα τὰ πέρατα τῆς γῆς. Διὰ τὰς ἁμαρτίας ἡμῶν 〈καὶ〉 διὰ τὴν ἡμῶν χαυνότητα προβαίνουσι τὰ πονηρά. Γενώμεθα ἐγρήγοροι, φιλόθεοι πολεμισταί, καθ᾽ ἑκάστην· νικήσωμεν τὸν πόλεμον τοῦ Ἐχθροῦ, φιλόχριστοι· διδαχθῶμεν τὰ ἔθη τοῦ πολέμου· ἀόρατος γὰρ τυγχάνει. Ἔθη εἰσὶ τοῦ πολέμου τούτου ἀεὶ ἡ γυμνότης τῶν γηΐνων πραγμάτων. Ἐὰν πρὸ ὀφθαλμῶν ἔχῃς τὸν θάνατον καθ᾽ ἡμέραν, οὐχ ἁμαρτάνεις. Ἐὰν γυμνωθῇς τῶν γηΐνων πραγμάτων, οὐ τροπωθήσῃ ἐν τῷ πολέμῳ. Ἐὰν μισήσῃς τὰ γήϊνα, καταφρονῶν τῶν προσκαίρων, δυνήσῃ, ὡς ἄριστος πολεμιστής, τὸ βραβεῖον τῆς νίκης ἀπολαβεῖν. Ἐπειδὴ γὰρ τὰ γήϊνα ἕλκουσι πρὸς ἑαυτὰ κάτω, καὶ τὰ πάθη σκοτίζουσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἐν πολέμῳ. Χάριν τούτου πολεμεῖ καὶ νικᾷ ἡμᾶς ὁ Πονηρός, ὡς γηΐνων πλήρεις ὄντας καὶ τοῖς πάθεσι τῶν γηΐνων μεριμνῶν δουλεύοντας· τὰ γήϊνα γὰρ ὁμοῦ πάντες ἀγαπῶμεν, ἀδελφοί, καὶ ἥλωται ὁ νοῦς ἡμῶν ἐπὶ τῆς γῆς διὰ τὴν ἡμῶν χαυνότητα. Ἡ ἡμέρα κέκλικεν καὶ πρὸς ἑσπέραν ἐστὶν ὁ χρόνος ἡμῶν, καὶ ἡμεῖς, φίλοι, διὰ τὴν ἡμῶν ἀπιστίαν νομίζομεν πρωΐαν εἶναι.

Ἰδοὺ ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν τοῦ ἐκλάμψαι, ἡμεῖς δὲ περὶ τούτου οὐ βουλόμεθα ἀκροάσασθαι πώποτε. Τὰ σημεῖα καὶ τὰ τέρατα, ἃ εἶπεν ὁ Κύριος, γεγόνασιν, λιμοὶ καὶ σεισμοὶ καὶ φόβητρα καὶ ἐθνῶν αἱ κινήσεις· ταῦτα δὲ πάντα δοκεῖ ἡμῖν ὥσπερ ὄναρ διηγήσασθαι πρὸς ἀλλήλους. Οὐ θροεῖ ἡμᾶς ἡ ἀκοὴ αὐτῶν, οὐδὲ αὐτὸ τὸ θέαμα. Οἱ ἐκλεκτοὶ συνάγονται πρὸ τῆς θλίψεως, τοῦ μὴ ἰδεῖν τὴν σύγχυσιν καὶ τὴν θλῖψιν τὴν μεγάλην τὴν ἐρχομένην εἰς τὸν ἄδικον κόσμον. Ὁ ἀμητὸς ἤδη ἤγγικεν εἰς θερισμόν, καὶ τέλος ἔχει ὁ αἰὼν οὗτος. Οἱ Ἄγγελοι τὰ δρέπανα κατέχουσι καὶ τὸ νεῦμα ἐκδέχονται.

Φοβηθῶμεν, ἀγαπητοί. Ὥρα ἐστὶν ἑνδεκάτη τῆς ἡμέρας, καὶ τῆς ὁδοῦ τὸ μῆκος πολύ. Σπουδάσωμεν ἐν τῇ μονῇ εὑρεθῆναι. Γενώμεθα ἐγρήγοροι καὶ νήψωμεν ἀπὸ τοῦ ὕπνου ὡς ἄϋπνοι. Οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ Δεσπότης θέλει ἐλθεῖν.

Κουφίσωμεν ἑαυτοὺς ἀπὸ τοῦ βάρους τῶν γηΐνων. Μὴ μεριμνᾶτε παντελῶς, εἶπεν ὁ Κύριος. Τὸ ἀγαπᾶν πάντας ἐντέλεται ἡμῖν ὁ Θεός, ἡμεῖς δὲ τὴν ἀγάπην μᾶλλον ἐδιώξαμεν, καὶ ἔφυγεν ἀπὸ τῆς γῆς. Οὐχ εὑρίσκεις τὴν ἀγάπην τελείαν, κατὰ Θεόν, ἐπὶ τῆς γῆς. Ἀπὸ πάντων ἐδιώχθη· ἀπὸ πάντων ἐμισήθη ἡ ἀγάπη· μᾶλλον φθόνος βασιλεύει· ἐρίθειαι καὶ συγχύσεις ἐπὶ τῆς γῆς πληθύνονται· ἀδικίαι ἐκάλυψαν πάντας ὁμοῦ· εἷς ἕκαστος τὰ γήϊνα ἐπιζητεῖ καὶ τῶν οὐρανίων καταφρονεῖ· τὰ πρόσκαιρα ποθεῖ, καὶ τὰ μέλλοντα οὐδεὶς ἀγαπᾷ.

Ποθεῖς εἶναι οὐράνιος; Τὰ ἐπὶ γῆς μὴ ζήτει, ἀλλὰ μίσει καὶ βδελύσσου καὶ ἄσκησον, ὡς τέλειος, καὶ πόθησον, ὡς τέλειος, τὴν βασιλείαν τῶν οὐρανῶν. 〈Μὴ〉 λογίζου λέγων· πολὺς ἐστὶν ὁ χρόνος τῆς ἀσκήσεως καὶ βαρύς, καὶ ἐγὼ εἰμὶ ὀλίγωρος καὶ ἀσθενὴς καὶ οὐκ ἰσχύω ἀσκῆσαι. Ἐνώτισαι ῥήματα συμβουλίας καλλίστης καὶ ἀγαθῆς· κατάμαθε τί σοι λέγω, φιλόχριστε ἀδελφέ.

Ἐὰν βουληθῇς ἀποδημῆσαι εἰς ἑτέραν χώραν μακράν, οὐ δύνασαι παραδραμεῖν ἐν μιᾷ ὥρᾳ ὅλης τῆς ὁδοῦ, ἀλλ᾽ ἀριθμῶν τῶν βημάτων καθ᾽ ἡμέραν καταμένων ἀποδημεῖς, καὶ διὰ χρόνου καὶ καμάτου καταντᾷς εἰς τὴν χώραν, ἣν προσδοκᾷς.

Οὕτως ἐστὶν ἡ βασιλεία ἡ οὐράνιος καὶ ἡ τρυφὴ παραδείσου. Διὰ νηστειῶν καὶ ἐγκρατείας, καὶ ἀγρυπνιῶν καὶ ἀγάπης εἷς ἕκαστος φθάνει ἐκεῖ. Αὗται εἰσὶν αἱ ὁδοὶ αἱ ἀπάγουσαι εἰς οὐρανὸν πρὸς Θεόν. Μὴ φοβηθῇς ἀρχὴν βαλεῖν καλῆς ὁδοῦ ἐπαγούσης εἰς τὴν ζωήν. Θέλε μόνον βαδίσαι ἐν τῇ ὁδῷ, κἂν εὑρεθῇς εὐπρόθυμος, παραχρῆμα ἡ ὁδὸς εὐθύνεται ἐνώπιόν σου. Καὶ χαιρόμενος βαδίζων τὰς μονὰς ποιεῖς, τερπόμενος ἐν αὐταῖς· δυναμοῦνται γὰρ τὰ διαβήματα τῆς ψυχῆς σου καθ᾽ ἑκάστην μονήν. Καὶ ἵνα μὴ εὕρῃς δυσκολίαν εἰς τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὴν ζωήν, ὁ Κύριος δι᾽ ἑαυτοῦ αὐτὸς ὁδὸς γέγονε ζωῆς τοῖς θέλουσι μετὰ χαρᾶς ἀπέρχεσθαι πρὸς τὸν Πατέρα τῶν φώτων.