Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος περὶ μετανοίας καὶ κρίσεως καὶ ἐξόδου ψυχῆς
Ικεσία προς τον Σωτήρα Χριστό
Θερμή προσευχή προς τον Κύριο για πνευματικό φωτισμό, σωτηρία της ψυχής και αποδοχή της θείας χάριτος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ικεσία προς τον Σωτήρα Χριστό
Θερμή προσευχή προς τον Κύριο για πνευματικό φωτισμό, σωτηρία της ψυχής και αποδοχή της θείας χάριτος.
Γενοῦ μοι, Χριστέ, ὁδὸς ζωῆς ἐπαγούσης πρὸς τὸν σὸν Πατέρα. Μόνη αὕτη χαρά ἐστι, καὶ τέλος αὐτῆς βασιλεία οὐρανῶν. Γενοῦ μοι, ὦ Δέσποτα Υἱὲ τοῦ Θεοῦ, ὁδὸς ζωῆς καὶ φωτισμός. Ἀνήντλησα δι᾽ ἐμαυτοῦ ἐκ τῆς πηγῆς 〈τῶν〉 χαρισμάτων πλήρης πόθου. Ἐγένετο ἡ χάρις ἐν τῇ καρδίᾳ τοῦ δούλου σου φῶς καὶ χαρὰ καὶ γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον ἐν τῷ στόματι τοῦ οἰκέτου σου. Ἐγένετο ἡ χάρις ἐν ψυχῇ τοῦ δούλου σου ὡς θησαυρός· ἐπλούτισε τὴν πτωχείαν μου· ἐδίωξε τὴν πενίαν καὶ σαπρίαν. Ἐγένετο ἡ χάρις σου τῷ δούλῳ σου καταφυγὴ καὶ δύναμις καὶ καύχημα, ἀντίληψις καὶ ὕψωμα καὶ ἐδέσματα ζωῆς. Οὐ σιγήσει ὁ δοῦλός σου, Δέσποτα, ἐκ τῆς πολλῆς ἡδύτητος τῆς ἀγάπης καὶ χάριτός σου. Διήνοιξας τὸ στόμα μου τοῦ ἀναξίου. Πῶς πάλιν καρτερήσει ἡ γλῶσσά μου ἐκ τοσαύτης ὠφελείας τοῦ ὑμνεῖν καὶ δοξάζειν καθ᾽ ἑκάστην τὸν δοτῆρα τῶν ἀγαθῶν; Καὶ πῶς πάλιν τολμῶ ἀποκλεῖσαι τὰ κύματα τῆς χάριτός σου, τὰ βρύοντα ἐν τῇ καρδίᾳ μου τοῦ ἁμαρτωλοῦ; Πλήρωσον αὐτὰ γλυκύτητος ἐν τοῖς πολλοῖς χαρίσμασί σου, ἵνα ψάλλων δοξάζω τὸν Ποιητὴν τῶν οὐρανῶν, τὸν δώσαντα τῷ ἰδίῳ θεράποντι χαρίσματα οὐράνια διὰ πολλῶν δωρεῶν.
Μεγαλύνω τὴν χάριν σου, Χριστὲ Σωτήρ· ἐν τῷ με γὰρ μεγαλύνειν σε, αὐτὸς ἐγὼ μεγαλύνομαι ἐν αὐτῇ. Οὐ παύσεται ἡ γλῶσσά μου ὁμολογεῖν τὴν χάριν σου, Δέσποτα· οὐ σιγήσει ἡ κιθάρα μου μελῳδῆσαι μελῳδίας πνευματικάς.
Ὁ πόθος σου ἕλκει με πρὸς σέ, Σωτήρ, τὸ καύχημα τῆς ζωῆς μου. Ἡ χάρις σου γλυκαίνει μου τὴν διάνοιαν ἑλκυσθῆναι ὀπίσω σου. Γενηθήτω σοι ἡ καρδία μου γῆ ἀγαθή, δεχομένη σπόρον καλόν, καὶ δροσίσῃ εἰς αὐτὴν ἡ χάρις σου δρόσον ζωῆς αἰωνίου. Θερίσῃ δὲ ἡ χάρις σου δράγμα καλὸν ἐπὶ τῆς γῆς τῆς καρδίας μου, κατάνυξιν, προσκύνησιν, ἁγιασμόν, τὰ ἀρεστά σοι πάντοτε ποιεῖν. Ἐπίστρεψον ψυχήν μου εἰς τὴν μάνδραν τοῦ παραδείσου τῆς τρυφῆς σὺν τῷ εὑρεθέντι προβάτῳ. Εὑρήσθω ἡ ψυχή μου ἐν τῷ φωτί. Ἐκεῖνο μὲν τὸ εὑρεθὲν πρόβατον εἰς τοὺς ὤμους ἐβάστασας, ταύτην δὲ τὴν ἀναξίαν ψυχήν μου διὰ τῆς χάριτός σου ἕλκυσον, καὶ πρόσφερε [ἀμφοτέρας] τῷ Πατρί σου τῷ ἀχράντῳ καὶ ἀθανάτῳ ἐνώπιον τῶν Ἀγγέλων καὶ Ἀρχαγγέλων, ἵνα λέγω ἐν τῇ τρυφῇ τοῦ παραδείσου μετὰ πάντων τῶν ἁγίων· δόξα Πατρὶ ἀθανάτῳ καὶ Υἱῷ ἀθανάτῳ καὶ Ἁγίῳ Πνεύματι ἀθανάτῳ· Πατρὶ μὲν ἀοράτῳ, Υἱῷ δὲ τῷ ὁραθέντι ἐν σαρκί, Πνεύματι δὲ τῷ λαλήσαντι ἐν τοῖς Προφήταις καὶ Ἀποστόλοις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.