Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος ψυχωφελής

Ἐφραίμ ὁ Σύρος

Η έγκαιρη εξομολόγηση και ο καθημερινός έλεγχος της συνειδήσεως

Θεολογική και ασκητική έμφαση στην ανάγκη ειλικρινούς εξομολογήσεως πριν από την τελική Κρίση, με προτροπή για διαρκή εξέταση της συνειδήσεως και κάθαρση διά των δακρύων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Ἐπειδὰν οὖν ἁμαρτήσῃς, μὴ τὴν παρ᾽ ἑκατέρου κατηγορίαν ἀνάμενε, ἀλλὰ πρὶν κατηγορηθῇς καὶ διαβληθῇς, σὺ καταγίνωσκε τῶν γινομένων, καὶ τῇ ἐξομολογήσει πρόσελθε, καὶ μὴ αἰσχυνθῇς. Εἰργάζου τὰ καταισχύνοντά σε, καὶ οὐκ ᾐσχύνου· νῦν δὲ τὰ ῥήματα τὰ δικαιοῦντά σε αἰσχυνθῇς; Εἰπὲ ὦδε, ἵνα μὴ ἐκεῖ εἴπῃς, ὡς μὴ θέλων· ἡ γὰρ ὁμολογία τῶν ἁμαρτημάτων ἀφανισμὸς γίνεται τῶν πλημμελημάτων. Μὴ γὰρ ἐπειδὴ ἀγνοεῖ, μαθεῖν βούλεται; Οὐχί!

Ἀλλὰ βουλόμενος ἡμᾶς εἰς αἴσθησιν ἐλθεῖν τῶν ἐπταισμένων, διὰ τῆς ὁμολογίας. Μὴ βαρύ τι καὶ ἐπαχθὲς ἐπιζητεῖ παρ᾽ ἡμῶν ὁ Θεός; Συντριβὴν καρδίας, λογισμῶν κατάνυξιν, ὁμολογίαν πταίσματος, προσεδρίαν ἐπίπονον καὶ ἐπιτεταμένην· μετὰ δὲ τὴν ἐξομολόγησιν, συγγνώμην μὲν αἰτεῖν τῶν ἡμαρτημένων, ἀσφάλειαν δὲ ἀκριβῆ εἰς τὸ ἑξῆς.

Πόσῳ τοίνυν βέλτιον ἐνταῦθα μὲν θρηνεῖν καὶ ὀδύρεσθαι τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον, ἢ ἐνταῦθα γελάσαντας, ἀπελθεῖν ἐκεῖσε, κολασθησόμενοι εἰς αἰῶνα αἰῶνος. Ἀλλ᾽ αἰσχύνῃ καὶ ἐρυθριᾷς τὰ ἁμαρτήματα εἰπεῖν;

Τὸ ἁμαρτάνειν μᾶλλον αἰσχύνῃ καὶ μὴ τὸ ἐξομολογεῖσθαι. Ποίησον τῷ λογισμῷ· ἂν μὴ νῦν ἐξολογήσηται, ἐκεῖ εἰς μέσον τοῦ θεάτρου τῆς οἰκουμένης ἅπαντα ἐξομολογήσεται, ὅπου πλέων ἡ κόλασις, ὅπου μείζων ὁ παραδειγματισμός.

Ἰταμῶς καὶ ἀναισχύντως πράττομεν, ὅταν δὲ ὁμολογῆσαι δέῃ, τότε αἰσχυνόμεθα καὶ ἀναβάλλομεν. Οὐ γάρ ἐστιν αἰσχύνη, ἐὰν ὁμολογήσητε τὰ ἁμαρτήματα, ἀλλὰ δικαιοσύνη καὶ ἀρετή. Εἰ μὴ δικαιοσύνη καὶ ἀρετὴ ἦν, οὐκ ἂν μισθὸν ἔσχεν ἡ ἐξομολόγησις. Ἄκουσον τί φησί· λέγε οὖν σὺ πρῶτος τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς. Μὴ γὰρ διὰ τοῦτο κελεύει ὁμολογῆσαι, ἵνα κολάσῃ, ἀλλ᾽ ἵνα συγχωρήσῃ.

Ποιήσωμεν οὖν ἀκριβῆ ἐξέτασιν, μὴ περὶ τῶν πράξεων μόνον, ἀλλὰ καὶ περὶ τῶν ῥημάτων καὶ ἐνθυμήσεων· καὶ ἐξετάσωμεν ἀκριβῶς, πῶς ἕκαστος ἑκάστῃ παρῆλθεν ἡμέρᾳ, καὶ ποῖον ἁμάρτημα ἐν αὐτῇ διεπράχθη, καὶ ποῖος ἐδαπανήθη καιρός, καὶ ποῖον κίνημα, ἤγουν ἐνθύμημα, οὐκ εἰς ἀγαθὴν κίνησιν ἡμᾶς διήγειρε· καὶ σπουδάσωμεν, κατὰ τὴν ἀναλογίαν τῶν ἡμαρτημένων, καὶ τὴν μετάνοιαν ἐπιδείξασθαι. Κολάσωμεν τὸ συνειδός, καὶ σφοδρῶς αὐτῷ ἐπιτιμήσωμεν, ὥστε μηκέτι τολμῆσαι μετὰ τὴν ἀνάστασιν εἰς ἐκεῖνο πάλιν τὸ τῆς ἁμαρτίας ἐμπεσεῖν βάραθρον, δεδοικότες τὴν βάσανον τῆς προτέρας πληγῆς.

Ἔχε τοίνυν βιβλίον ἐν τῷ συνειδότι, καὶ γράφε τὰ καθημερινὰ ἁμαρτήματα, καὶ καθ᾽ ἑκάστην ἐν μέσῳ ἄγε τὸ βιβλίον, καὶ ἀναλογίζου τὸ ἀγαθὸν ἢ τὸ πονηρόν, ὃ εἰργάσω. Καὶ μνήσθητι τὸν πύρινον ποταμόν, τὸν ἀκοίμητον σκώληκα, τὸν πικρὸν ᾅδην, ἵνα τῷ φόβῳ τῶν κολάσεων τὸ ἀγαθὸν προσθῇς, καὶ τὸ πονηρὸν ἀνέλῃς. Δακρύσωμεν πρὸ καιροῦ, ἵνα μὴ βρύξωμεν ἐν καιρῷ. Κλαύσωμεν ἐν καιροῖς. Ταύτῃ τῇ θυσίᾳ εὐαρεστεῖται ὁ Θεός. Τούτῳ τῷ ὕδατι ἀρδόμενος ὁ ἄνθρωπος καρποφορεῖ. Τούτῳ τῷ ὕδατι ὁ χοῦς νίπτεται. Τούτῳ τῷ ὕδατι τὸ πῦρ σβέννυται· τὸ σκότος φαιδρύνεται· οἱ δεσμοὶ λύονται· οἱ πεπλανημένοι ἐπιστρέφουσιν· οἱ πάντες σῴζονται· ὁ Θεὸς δοξάζεται. Τούτῳ τῷ ὕδατι καὶ Πέτρος, τῶν προσγενομένων αὐτῷ ῥύπων, ἀπέπλυνεν· ἐξελθὼν γὰρ ἔξω, ἔκλαυσε πικρῶς.