Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Λόγος τετρασύλλαβος

Ἐφραίμ ὁ Σύρος

Η στροφή του Διαβόλου προς τους ράθυμους

Αδυνατώντας να νικήσει τους αγωνιστές, ο Διάβολος στρέφεται στους ράθυμους προκειμένου να τους συμπαρασύρει στην απώλεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Οἱ εὐτελεῖς καὶ ἀμαθεῖς στέφανον νίκης ἔλαβον, ἐγὼ δὲ ὁ ταλαίπωρος αἰσχύνην ἐκομισάμην. Ἐσκοτίσθην, ἐπτοήθην, ἐξέλιπεν ἡ ἰσχύς μου· τί οὖν ποιήσω ὁ ἄθλιος καὶ τί πράξω, οὐ γινώσκω. Ἀποδράσας ἀπὸ τούτων τῶν γενναίων ἀγωνιστῶν ἀπέλθω πρὸς τοὺς φίλους μου τοὺς ῥᾳθύμους τῇ προθέσει, ὅπου οὐκ ἔστι μοι κόπος, οὐδὲ πάλιν τεχνάσματα. Παρ᾽ αὐτῶν γὰρ λαβὼν δεσμά, δεσμεύω τούτους ἐν αὐτοῖς. Δήσας δὲ αὐτοὺς ἐν δεσμοῖς ἐν οἷς αὐτοὶ εὐδοκοῦσι, τοῦ λοιποῦ ὑποχειρίους ἔχω αὐτοὺς ὥσπερ δούλους ποιοῦντας ἀεὶ τὰ ἐμὰ θελήματα ἑκουσίως, ἵνα κἂν οὕτως νικήσας, μικρὸν ἔλθω εἰς ἑαυτὸν καὶ καυχήσωμαι ἐν αὐτοῖς ὡς ἀριστεὺς καὶ νικητής. Εἰ γὰρ καὶ αὐτοὶ προθέσει πίπτουσιν εἰς τὸ βάραθρον, ἀλλ᾽ ὅμως ἐγὼ χαίρομαι ἐπὶ τῇ ἀπωλείᾳ αὐτῶν· χαιρόμενος δὲ ὁδηγῶ εἰς ὁδὸν τῆς ἀπωλείας, ἵνα ἔχω κοινωνοὺς ἐν πυρὶ τῷ ἀσβέστῳ.