Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μακαρισμοί

Ἐφραίμ ὁ Σύρος

Η μίμηση των μαρτύρων, η εγρήγορση και η άνω Ιερουσαλήμ

Αντιπαραβολή της ραθυμίας με τους άθλους των μαρτύρων, βεβαιότητα για τη θεία ανταπόδοση των κόπων και τελική προτροπή σε διαρκή νήψη με αλληγορική αναφορά στον παρόντα βίο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Τίς ἄρα ἀναλογίζεται τὰ παθήματα τῶν ἁγίων Μαρτύρων, οὐ μόνον ἀρρένων, ἀλλὰ καὶ θηλειῶν, καὶ οὐκ ἐξίσταται τῇ διανοίᾳ; Ἐκεῖνοι τὸν ἴδιον Δεσπότην μιμούμενοι, ἑαυτοὺς ἐταπείνουν· ἡμεῖς δὲ τιμὰς καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς ἐπιθυμοῦμεν. Ἐκεῖνοι ἐν φυλακαῖς κατεκλείσθησαν ἐν λιμῷ καὶ βασάνοις καὶ σιδήρῳ δι᾽ εὐσέβειαν· ἡμεῖς δὲ μικρὰν κακοπάθειαν ἑκουσίως ὑπομεῖναι οὐ δυνάμεθα, ἀλλὰ τὰ ἀπολαυστικὰ παντὶ σθένει μεταδιώκομεν.

Ἐκεῖνοι ὑβριζόμενοι καὶ ὀνειδιζόμενοι καὶ ἐξουδενούμενοι ἕως θανάτου, ἡδέως ὑπέμεινον· ἡμεῖς δὲ καὶ παρακαλούμενοι, ὀλιγωροῦμεν. Ἐκεῖνοι πυρὸς κατεπολέμησαν· ἡμεῖς δὲ σκληρὸν λόγον οὐ βαστάζομεν. Ἐκεῖνοι μετὰ βασάνων δημοσίως ἐπόμπευον, καὶ χαίροντες ἐβάδιζον· ἡμεῖς δὲ καὶ ἀκούοντες αὐτῶν τοὺς ἀγῶνας ὑπερθαυμάζομεν, μιμήσασθαι δὲ αὐτῶν τοὺς ἀγῶνας οὐ προαιρούμεθα.

Χρήζομεν τοιγαροῦν πολλῶν στεναγμῶν καὶ δακρύων, ἵνα μὴ ἀπορριφῶμεν τῆς βασιλείας τῶν οὐρανῶν, πολλῆς δόξης ἀποκειμένης τοῖς ἀγωνιζομένοις. Μὴ οὖν ἀμελήσωμεν, μηδὲ ῥᾳθυμήσωμεν ἐν ταῖς λειτουργίαις· οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου τῶν δούλων αὑτοῦ, οἵτινες ὁλοσχερῶς παρέσχον ἑαυτοὺς τῷ θελήματι αὐτοῦ. Ἀπετάξαντο τῷ βίῳ διὰ τὸ ὄνομα αὐτοῦ, τῶν κατὰ σάρκα γονέων ἑαυτοὺς ἐμάκρυναν· κρούουσιν ἐν τῇ θύρᾳ αὐτοῦ τρίτην, ἕκτην, ἐνάτην, ἑσπέρας, ὄρθρου, μᾶλλον δὲ ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, καὶ νομίζεις, ὅτι παριδεῖν ἔχει ὁ Θεὸς τὴν τοσαύτην ταπείνωσιν; Μὴ γένοιτο. Ὑπομένουσι γὰρ συγκλεισμόν, κόπον ἐργοχείρου· ὑπομένουσι νηστείαν καὶ ἀγρυπνίαν καὶ προσβολὰς πνευμάτων πονηρῶν· κλίνουσι γόνυ εἰς προσευχήν· κρούουσι συνεχῶς τὸ μέτωπον εἰς τὸ ἔδαφος, δεόμενοι τῆς ἀγαθότητος αὐτοῦ· καὶ ὑπεριδεῖν ἔχει τὴν τοσαύτην ἱκεσίαν; Μὴ γένοιτο. Ἀνθρώπῳ ἰταμῷ καὶ αὐστηρῷ ἐάν τις προσέλθῃ ἐπιμελῶς, κάμπτεται πρὸς συμπάθειαν. Καὶ ὁ Θεὸς ὁ φιλάνθρωπος, ἀγαθός, ὁ πλούσιος ἐν ἐλέει καὶ ἀχαρίστους ἐλεῶν, ὑπεριδεῖν ἔχει τὴν τοσαύτην κακουχίαν, τὴν εὐλάβειαν, τὸν στεναγμόν, τὰ δάκρυα, τὴν συμπάθειαν, τὸν ἁγιασμόν, τὴν ταπείνωσιν, τὴν σιωπήν, τὴν ἐγκράτειαν, τὴν ὑπομονήν, τὴν τῶν ὑπερηφάνων ἐξουδένωσιν; Οὐδαμῶς.

Μὴ τοίνυν δυσπιστεύσωμεν, ἀγαπητοί, μηδὲ ῥᾳθυμήσωμεν ἐν ταῖς λειτουργίαις, ἀλλὰ μᾶλλον θαρσαλέως κρούσωμεν. Ὅσον γὰρ ἐπιμένεις κρούων, τοσοῦτον πλεονάζει σου ὁ μισθός. Νῆφε καθ᾽ ἑκάστην· ᾗ γὰρ ὥρᾳ, ᾗ οὐ προσδοκᾷς, ἀποστελεῖ Κύριος τοῦ συνάξαι σε εἰς ἀποθήκην ζωῆς, εἰς τὸν χορὸν τῶν δικαίων, ἵνα τοῦ λοιποῦ ἀναπαύσῃ καὶ ἀμεριμνήσῃς, ἔνθα οὐκ ἔστι πόλεμος καὶ ἀντικείμενος· ἀνῄρηται γὰρ ἐκεῖ ὁ ἐχθρὸς πολεμῶν, καὶ αἱ ἀφορμαὶ τοῦ πολέμου. Ἔστι δὲ ἡ ἀφορμὴ τοῦ πολέμου ἐπιθυμία κάλλους πρὸς συνουσίαν. Ἀλλ᾽ ἐν οὐρανοῖς οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοί εἰσιν ἐν οὐρανῷ. Πάλιν εἰσὶν ἀφορμαὶ τοῦ πολέμου, πλοῦτος, δόξα ἐπίγειος· ἀλλὰ ταῦτα πάντα φθαρτά εἰσιν, ἐπίγεια τυγχάνοντα· διὸ καί τις τῶν Ἁγίων διδάσκει ἡμᾶς λέγων· μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ· ἐάν τις τὸν κόσμον ἀγαπᾶ, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ· ἡ γὰρ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου οὐκ ἔστιν ἐκ τοῦ Πατρός, ἀλλ᾽ ἐκ τοῦ κόσμου ἐστί.

Καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ὥσπερ γὰρ ὁ περιπεσὼν εἰς χωρίον ἀκανθῶν πλῆρες, θλίβεται συνεχόμενος ὑπ᾽ αὐτῶν, ἄχρις οὗ ἐξέλθῃ εἰς τόπον καθαρόν· ἐπὰν δὲ ἐξέλθῃ, οὐ φοβηθήσεται τὰς ἀκάνθας· οὕτως καὶ οἱ Ἅγιοι περιπεσόντες τῷ αὐτῷ χωρίῳ τῇ σπουδῇ καὶ τῇ φιλοπονίᾳ δίκην ὑποδημάτων ἐχρήσαντο, καὶ βαδίσαντες ἐν μέσῳ τῶν ἀκανθῶν, ὑπ᾽ αὐτῶν οὐκ ἐτρώθησαν.

Οἱ δὲ τὴν ἀμέλειαν διώξαντες, καὶ τῇ μισοπονίᾳ εἰς τέλος ἑαυτοὺς ἐκδεδωκότες, ὑπ᾽ αὐτῶν κατεφθάρησαν. Τοῦτο δὲ σημαίνων ὁ Κύριος, προσέταξε δοθῆναι τῷ ἐπιστρέψαντι υἱῷ ὑποδήματα τοῖς ποσὶ μετὰ τὴν στολὴν καὶ τὸν δακτύλιον, ἵνα θαρσαλέως καὶ ἀφόβως καταπατήσῃ τὴν κεφαλὴν τοῦ Ὄφεως. Παρεικάζει δὲ τῷ ἀκανθώδει τόπῳ τὸν παρόντα βίον, ἐν ᾧ αἱ ἁμαρτίαι δίκην ἀκανθῶν ἀναφύουσι· τῷ δὲ καθαρῷ τόπῳ, τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ τοῦ Βασιλέως τοῦ μεγάλου, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.