Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μακαρισμοί

Ἐφραίμ ὁ Σύρος

Η μνήμη του θανάτου, η τελική κρίση και η αυτομεμψία

Εσχατολογική αναφορά στη Δευτέρα Παρουσία και την τελική ανταπόδοση, συνδυασμένη με τον θρήνο του συγγραφέα για την προσωπική του ραθυμία σε σύγκριση με τους προγενέστερους ασκητικούς αγώνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

μθʹ. Μακάριος ὁ ἔχων πρὸ ὀφθαλμῶν τὴν ἡμέραν τῆς ἐξόδου, καὶ ἐμίσησεν ὑπερηφανίαν, πρὶν ὑπὸ θανάτου ἐλεγχθῇ τὸ ἀσθενὲς τῆς φύσεως ἡμῶν ἐν τῷ τάφῳ σηπόμενον. νʹ. Μακάριος ὁ ἐννοῶν τοὺς ἐν μνήμασι σωρηδὸν καθεύδοντας, καὶ ἀπωσάμενος πᾶσαν ἐπιθυμίαν δυσώδη· ἐγερθήσεται γὰρ ἐν δόξῃ, ἡνίκα ἠχήσει ἡ οὐράνιος σάλπιγξ, ἀφυπνίζουσα πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

ναʹ. Μακάριος ὁ ἐν συνέσει πνευματικῇ καθορῶν τὸν χορὸν τῶν ἀστέρων τῇ δόξῃ λαμπόμενον καὶ τὸ κάλλος τοῦ οὐρανοῦ, καὶ ἐπιποθῶν θεάσασθαι τὸν Ποιητὴν τῶν ἁπάντων. νβʹ. Μακάριος ὁ ἔχων ἐν νῷ τὸ πῦρ τὸ κατελθὸν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ καὶ τὰς φωνὰς τῶν σαλπίγγων, καὶ Μωυσέα ἱστάμενον ἀναμέσον μετὰ φόβου καὶ τρόμου, καὶ μὴ ἀμελήσας τῆς ἑαυτοῦ σωτηρίας.

νγʹ. Μακάριος ὁ μὴ ἔχων τὴν ἐλπίδα ἐπ᾽ ἄνθρωπον, ἀλλ᾽ ἐπὶ Κύριον τὸν ἐρχόμενον πάλιν μετὰ δόξης πολλῆς κρῖναι τὴν σύμπασαν ἐν δικαιοσύνῃ· ἔσται γὰρ ὡς δένδρον εὐθηνοῦν παρ᾽ ὕδατα, καὶ οὐ διαλείψει ποιεῖν καρπόν.

νδʹ. Μακάριος οὗ γέγονεν ἡ διάνοια ἐν χάριτι, ὥσπερ νέφος μεστὸν ὑετοῦ, καὶ ἐπότισε ψυχὰς βροτῶν εἰς αὔξησιν καρπῶν ζωῆς· ἔσται γὰρ αὐτοῦ ἡ χάρις εἰς καύχημα αἰώνιον. νεʹ. Μακάριοι οἱ νήφοντες κατὰ Θεὸν διηνεκῶς· σκεπασθήσονται γὰρ ὑπὸ Θεοῦ ἐν ἡμέρᾳ τῆς κρίσεως· υἱοὶ νυμφῶνος γενόμενοι, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ὄψονται τὸν Νυμφίον. Ἐγὼ δὲ καὶ οἱ ὅμοιοί μου ῥᾴθυμοι καὶ φιλήδονοι κλαύσομεν καὶ πενθήσομεν, θεωροῦντες τοὺς ἀδελφοὺς ἡμῶν ἐν δόξῃ ἀνεικάστῳ, ἑαυτοὺς δὲ ἐν βασάνοις.

Ἀναλογίζω μὲ καθ᾽ ἑαυτόν, ἀγαπητοί, καὶ πλήρης γίνομαι δακρύων, ὅτι ἀρξάμενος τοῦ τρέχειν ἠτόνησα, καὶ ἐν μέσῳ τοῦ σταδίου τὸν δρόμον κατέλυσα, ἐλεεινὸν θέαμα τοῖς ἐμὲ θεωροῦσι γενόμενος. Πῶς μὴ πενθήσω τὴν πολλὴ ῥᾳθυμίαν, τὴν πολλήν μου ἀμέλειαν; Οἱ μὲν γὰρ ἐν σάκκῳ καὶ σιδήρῳ ἑαυτοὺς ἐταπείνωσαν, οἱ δὲ συγκλεισμῷ καὶ νηστείᾳ τῷ Κυρίῳ ἐδούλευσαν, ἕτεροι δὲ ἐπὶ στύλων τὸν ἀγῶνα ἀμέμπτως ἐξετέλεσαν, ἄλλοι ἐν ἐρημίᾳ καὶ μονίᾳ τὴν ἀρετὴν κατώρθωσαν, ἄλλοι ἐν ὑποταγῇ τοὺς στεφάνους ἐδέξαντο· ἐγὼ δὲ ὁ ἄθλιος καὶ οἱ ὅμοιοί μου ῥᾴθυμοι καὶ φιλόδοξοι, τὸ μὲν σχῆμα τῆς εὐσεβείας ἐνεδύθημεν, τοῖς δὲ ἔργοις τὴν εὐσέβειαν ἀπεδύθημεν.