Χρήζομεν τοιγαροῦν πολλῶν στεναγμῶν καὶ δακρύων, ἵνα μὴ ἀπορριφῶμεν τῆς βασιλείας τῶν οὐρανῶν, πολλῆς δόξης ἀποκειμένης τοῖς ἀγωνιζομένοις. Μὴ οὖν ἀμελήσωμεν, μηδὲ ῥᾳθυμήσωμεν ἐν ταῖς λειτουργίαις· οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου τῶν δούλων αὑτοῦ, οἵτινες ὁλοσχερῶς παρέσχον ἑαυτοὺς τῷ θελήματι αὐτοῦ. Ἀπετάξαντο τῷ βίῳ διὰ τὸ ὄνομα αὐτοῦ, τῶν κατὰ σάρκα γονέων ἑαυτοὺς ἐμάκρυναν· κρούουσιν ἐν τῇ θύρᾳ αὐτοῦ τρίτην, ἕκτην, ἐνάτην, ἑσπέρας, ὄρθρου, μᾶλλον δὲ ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, καὶ νομίζεις, ὅτι παριδεῖν ἔχει ὁ Θεὸς τὴν τοσαύτην ταπείνωσιν; Μὴ γένοιτο. Ὑπομένουσι γὰρ συγκλεισμόν, κόπον ἐργοχείρου· ὑπομένουσι νηστείαν καὶ ἀγρυπνίαν καὶ προσβολὰς πνευμάτων πονηρῶν· κλίνουσι γόνυ εἰς προσευχήν· κρούουσι συνεχῶς τὸ μέτωπον εἰς τὸ ἔδαφος, δεόμενοι τῆς ἀγαθότητος αὐτοῦ· καὶ ὑπεριδεῖν ἔχει τὴν τοσαύτην ἱκεσίαν; Μὴ γένοιτο. Ἀνθρώπῳ ἰταμῷ καὶ αὐστηρῷ ἐάν τις προσέλθῃ ἐπιμελῶς, κάμπτεται πρὸς συμπάθειαν. Καὶ ὁ Θεὸς ὁ φιλάνθρωπος, ἀγαθός, ὁ πλούσιος ἐν ἐλέει καὶ ἀχαρίστους ἐλεῶν, ὑπεριδεῖν ἔχει τὴν τοσαύτην κακουχίαν, τὴν εὐλάβειαν, τὸν στεναγμόν, τὰ δάκρυα, τὴν συμπάθειαν, τὸν ἁγιασμόν, τὴν ταπείνωσιν, τὴν σιωπήν, τὴν ἐγκράτειαν, τὴν ὑπομονήν, τὴν τῶν ὑπερηφάνων ἐξουδένωσιν; Οὐδαμῶς.