Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μακαρισμοί

Ἐφραίμ ὁ Σύρος

Οι μακαρισμοί της ασκητικής πολιτείας

Κατάλογος μακαρισμών που εγκωμιάζουν την απάρνηση του κόσμου, την καθαρότητα του νου, τα δάκρυα της μετανοίας και την ετοιμότητα για το κριτήριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Μακαρισμοὶ ἕτεροι, κεφάλαια κʹ αʹ. Μακάριος ὃς μισήσας κατέλιπε τὸν βίον τοῦτον ἀνθρώπινον, καὶ σὺν Θεῷ μονωτάτῳ ἡ μελέτη τῆς ζωῆς αὑτοῦ ἐγένετο. βʹ. Μακάριος ὃς μισήσας βδελύσσεται τὴν κακίστην ἁμαρτίαν, Θεὸν μόνον ἀγαπήσας τὸν ἀγαθὸν καὶ φιλάνθρωπον.

γʹ. Μακάριος ὃς γέγονεν ἐπὶ τῆς γῆς ὡς ἄγγελος οὐράνιος καὶ μιμητὴς τῶν Σεραφίμ, ἁγνοὺς ἔχων καθ᾽ ἑκάστην τοὺς λογισμούς. δʹ. Μακάριος ὃς γέγονεν ἁγνὸς Θεῷ καὶ ἅγιος καὶ καθαρὸς ἀπὸ πάντων τῶν μιασμῶν καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν.

εʹ. Μακάριος ὃς γέγονεν ὅλος αὐτὸς ἐλεύθερος ἐν Κυρίῳ ἀπὸ πάντων τῶν πραγμάτων τοῦ βίου τούτου ματαίου. ϛʹ. Μακάριος ὁ ἔχων ἐν νῷ τὴν ἡμέραν τὴν μέλλουσαν τὴν φοβερὰν καὶ σπουδάσας ἰάσασθαι ἐν δάκρυσι τὰ τραύματα τῆς ψυχῆς αὑτοῦ.

ζʹ. Μακάριος ὃς γέγονεν ὅλος αὐτὸς ὥσπερ νέφος ἐν δάκρυσι καὶ ἔσβεσε καθ᾽ ἑκάστην φλόγα πυρὸς τὴν τῶν πονηρῶν παθῶν. ηʹ. Μακάριος ὁ βαδίζων ἐν τῇ ὁδῷ τῶν ἐντολῶν τοῦ Κυρίου, μονὰς ποιῶν καθ᾽ ἡμέραν εἰλικρινῶς διὰ πίστεως καὶ ἀγάπης.

θʹ. Μακάριος ὁ προκόπτων ἐν ἀγαθοῖς τρόποις ἀσκήσεως, ἐλπίζων πρὸς τοῦ Θεοῦ λαβεῖν βασιλείαν οὐράνιον. ιʹ. Μακάριος ὃς μέμνηται τὸ πρόσταγμα τοῦ λόγου ἀργοῦ τὸ φοβερὸν καὶ φύλακας στήσας αὑτοῦ τῷ στόματι μὴ ἐκπεσεῖν τῆς ἐντολῆς.

ιαʹ. Μακάριος οὗ γέγονεν ἡ ψυχὴ ὥσπερ ξύλον νεόφυτον, ἔχον ἀεὶ τὰ δάκρυα κατὰ Θεόν, ὥσπερ πνοὴν τοῦ ὕδατος. ιβʹ. Μακάριος ὁ φυτεύων φυτὰ καλὰ ἐν τῇ ψυχῇ ἰδίᾳ, τὰς ἀρετὰς καὶ τοὺς βίους τῶν Ἁγίων. ιγʹ. Μακάριος ὁ φυτεύων καὶ ἀρδεύων φυτὰ αὑτοῦ ἐν δάκρυσιν εὐχόμενος, ἵνα ᾖ τὰ φυτὰ αὑτοῦ εὐάρεστα καὶ καρποφόρα τῷ Κυρίῳ.

ιδʹ. Μακάριος ὁ ἐκκαυθεὶς τῇ ἀγάπῃ τοῦ Κυρίου, ὡς ἐκ πυρός, καὶ ἔφλεξε πάντα λογισμὸν ῥυπαρὸν καὶ ψυχῆς αὑτοῦ τὸν μιασμόν. ιεʹ. Μακάριος ὃς γέγονεν ἑκουσίως ὡς γῆ καλὴ καὶ ἀγαθή, καρποφορῶν σπόρον καλὸν ἐν ἑκατὸν καὶ τριάκοντα καὶ ἑξήκοντα.

ιϛʹ. Μακάριος ὁ εὑρεθεὶς τῇ προθέσει σπόρος καλὸς ἐν τῷ ἀγρῷ, ὃν ἔσπειρεν ὁ Δεσπότης ἐν τῷ ἀγρῷ τῷ ἰδίῳ. ιζʹ. Μακάριος ὅστις εὗρε μαργαρίτην ἐκλεκτὸν τὸν οὐράνιον καὶ πωλήσας πάντα αὑτοῦ τὰ ἐν τῇ γῇ τοῦτον μόνον ὠνήσατο.

ιηʹ. Μακάριος ὅστις εὗρε τὸν θησαυρὸν ἐν τῷ ἀγρῷ κεκρυμμένον, χαιρόμενος δὲ ἀπώσατο τὰ σύμπαντα καὶ αὐτὸν μόνον ἐκτήσατο. ιθʹ. Μακάριος ὃς μέμνηται διηνεκῶς τὴν ἡμέραν τῆς ἐξόδου καὶ σπουδάζει εὑρεθῆναι ἐν τῇ ὥρᾳ εὐπρόθυμος καὶ ἄφοβος.

κʹ. Μακάριος ὅστις εὗρε παρρησίαν ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ὅταν ψυχὴ χωρίζεται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυνῶν· ἔρχονται γὰρ οἱ Ἄγγελοι ψυχὴν λαβεῖν καὶ χωρίσαι ἀπὸ τοῦ σώματος καὶ παραστῆσαι τῷ βήματι τοῦ ἀθανάτου καὶ φρικτοῦ κριτηρίου.