Ἔργον
Ἐφραίμ ὁ Σύρος – Μακαρισμοί
Μνήμη θανάτου και νήψη έναντι των παγίδων του βίου
Αναφορά στον φόβο του χωρισμού της ψυχής από το σώμα, τις παγίδες του πονηρού και την ανάγκη συνεχούς εγρήγορσης και προσευχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μνήμη θανάτου και νήψη έναντι των παγίδων του βίου
Αναφορά στον φόβο του χωρισμού της ψυχής από το σώμα, τις παγίδες του πονηρού και την ανάγκη συνεχούς εγρήγορσης και προσευχής.
Μέγας φόβος, ὦ ἀδελφοί, ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ὅταν ψυχὴ χωρίζεται τοῦ σώματος μετὰ φόβου καὶ ὀδυρμοῦ. Τῇ γὰρ ψυχῇ παρίστανται ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ τὰ ἔργα αὐτῆς, ἃ ἔπραξεν ἡμέρᾳ καὶ νυκτί, ἀγαθά τε καὶ πονηρά, καὶ Ἄγγελοι σπουδάζοντες ἐπείγονται ἐξῶσαι αὐτὴν τοῦ σώματος· ἡ δὲ ψυχὴ θεωροῦσα τὰ ἔργα αὑτῆς δειλιᾷ τοῦ ἐξελθεῖν. Ἁμαρτωλοῦ δὲ ψυχὴ μετὰ φόβου χωρίζεται τοῦ σώματος καὶ τρέμουσα ἀπέρχεται παραστῆναι κριτηρίῳ ἀθανάτῳ· βιαζομένη δὲ ἐξελθεῖν τοῦ σώματος καὶ βλέπουσα τὰ ἔργα αὑτῆς, λέγει αὐτοῖς μετὰ φόβου· δότε τόπον μίαν ὥραν ἵνα ἐξέλθω.
Ἀποκρίνονται δὲ τῇ ψυχῇ τὰ ἔργα αὐτῆς ἅμα πάντα· ἡμᾶς σὺ ἔπραξας, σὺν σοὶ ἀπάγωμεν πρὸς τὸν Θεόν. Μισήσωμεν, ἀγαπητοί μου ἀδελφοί, τὸν βίον τοῦτον μάταιον. Χριστὸν μόνον ποθήσωμεν τὸν ἅγιον καὶ λυτρωτὴν τῶν ψυχῶν ἡμῶν. Οὐκ οἴδαμεν, ἀδελφοί, ποίᾳ ὥρᾳ ἐστὶν ἡ ἔξοδος ἡμῶν· οὐδὲ ἐπίσταταί τις τὴν ἡμέραν καὶ τὴν ὥραν τοῦ χωρισμοῦ. Ἄφνω ἡμῶν βαδιζόντων καὶ τρυφώντων ἀμερίμνως ἐπὶ τῆς γῆς, καταλαμβάνει τὸ πρόσταγμα τὸ φοβερὸν ψυχὴν λαβεῖν τοῦ σώματος· καὶ ὑπάγει ἁμαρτωλὸς ἐν τῇ ὥρᾳ καὶ ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷ, πλήρης οὖσα ψυχὴ αὑτοῦ ἁμαρτιῶν, μὴ ἔχουσα ἀπολογίαν. Χάριν τούτου παρακαλῶ, ἀγαπητοί, γενώμεθα ἐλεύθεροι καὶ μὴ συσχῶμεν τὴν δουλείαν βίου τούτου τοῦ ματαίου καὶ προσκαίρου. Πλήρης ἐστὶν ὁ βίος οὗτος σκανδάλων τε καὶ παγίδων τοῦ θανάτου· πτερώσωμεν τὴν ψυχὴν ἡμῶν ἐκ παγίδων καὶ σκανδάλων. Καθ᾽ ἑκάστην ὁ Πονηρὸς κρύπτει τὰς παγίδας ἐνώπιον τῆς ψυχῆς ἡμῶν, ἵνα αὐτὴν σκανδαλίσας παγεύσῃ εἰς κόλασιν αἰώνιον.
Ἀναμέσον τῶν σκανδάλων βαδίζομεν, ἀγαπητοί· προσέχωμεν οὖν ἑαυτοῖς μὴ ἐμπεσεῖν εἰς παγίδας θανάτου. Πλήρεις εἰσὶ γλυκύτητος αἱ παγίδες τοῦ θανάτου τοῦ Πονηροῦ. μὴ χαυνωθῇ ἡ ψυχὴ ἡμῶν εἰς τὴν αὑτοῦ γλυκύτητα τῶν παγίδων. Ἐστὶν αὐτῶν ἡ γλυκύτης τῶν παγίδων, ἡ μέριμνα τῶν γηΐνων πραγμάτων καὶ χρημάτων καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν.
Μὴ γλυκανθῇς σύ, ἀδελφέ, γλυκύτητι τῆς παγίδος τοῦ θανάτου. Μὴ χαυνωθεὶς ἐκλυθῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν. Ἐὰν εὕρῃ ὁ πονηρὸς λογισμὸς εἴσοδον ἐν τῇ ψυχῇ, γλυκαίνεται εἰς μελέτην τὴν πονηράν, ἵνα αὐτὴν θανατώσῃ, καὶ γίνεται ὁ πονηρὸς λογισμός, ὥσπερ παγὶς ἐν τῇ ψυχῇ, μὴ διωχθεὶς εἰ μὴ δι᾽ εὐχῆς καὶ δακρύων καὶ ἐγκρατείας καὶ ἀγρυπνίας. Γίνου δὲ ἐγρήγορος καὶ ἐλεύθερος ἀπὸ πάντων τῶν γηΐνων, ἵνα ῥυσθῇς τῶν παγίδων καὶ λογισμῶν καὶ πράξεων τῶν πονηρῶν. Μὴ χαυνωθῇς μίαν ῥοπὴν εἰς μελέτην τοῦ πονηροῦ λογισμοῦ. Μὴ χρονίσῃ ὁ πονηρὸς λογισμὸς ἐν τῇ ψυχῇ σου, ἀδελφέ. Φεῦγε ἀεὶ πρὸς τὸν Θεὸν δι᾽ εὐχῆς καὶ νηστείας καὶ δακρύων, ἵνα ῥυσθῇς ἀπὸ πάντων τῶν παγίδων καὶ τῶν σκανδάλων καὶ τῶν παθῶν.
Μὴ νομίσῃς, ὦ ἀδελφέ, χρόνον πολὺν ζῆσαι ἐπὶ τῆς γῆς, καὶ χαυνωθῇς εἰς μελέτην τῶν πονηρῶν λογισμῶν καὶ πράξεων, ἄφνω δὲ ἔλθῃ τὸ πρόσταγμα τοῦ Κυρίου καὶ εὑρήσῃ ἁμαρτάνοντα, μὴ ἔχοντα μετανοίας καιρὸν ἔτι, μηδὲ συγχωρήσεως. Καὶ τί ἐρεῖς τῷ θανάτῳ ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ, ἀδελφέ; Συμβαίνει γὰρ μηδὲ συγχωρεῖν τὸ πρόσταγμα στιγμὴν ὥρας ἐπὶ τῆς γῆς. Πολλοὶ νομίσαντες πολὺν χρόνον ζῆσαι ἐπὶ τῆς γῆς, ἦλθεν ἄφνω θάνατος, εὗρεν ἄνδρα ἁμαρτωλὸν καὶ πλούσιον, ψηφίζοντα τὰ ἔτη πολλά, νομίζοντα ἐν ἀνέσει ζῆν ἐπὶ τῆς γῆς, κατέχοντα ἐν δακτύλοις ψηφισμὸν κεφαλαίου καὶ τόκου, μερίζοντα ἐν ἔτεσι χρόνου πολλοῦ τὸν ἀριθμὸν πλούτου αὑτοῦ. Ἦλθεν ἄφνω ὁ θάνατος, μιᾷ ῥοπῇ κατήργησε πάντα ψηφισμὸν ὁμοῦ καὶ τὸν πλοῦτον καὶ μέριμναν τοῦ χρόνου τοῦ ματαίου. Ἦλθε πάλιν ὁ θάνατος, εὗρεν ἄνδρα δίκαιον συνάγοντα πλοῦτον καλὸν οὐράνιον δι᾽ εὐχῆς καὶ νηστείας, ἔχοντα ἀεὶ θάνατον πρὸ ὀφθαλμῶν, μὴ φοβούμενον παρουσίαν θανάτου καὶ χωρισμὸν τοῦ σώματος. Οὕτως ἀεὶ προσδόκησον τὸν θάνατον καθ᾽ ἡμέραν, ὡς συνετὸς καὶ πνευματικός, τὸν χωρισμόν, τὴν παράστασιν τοῦ βήματος τοῦ Κυρίου. Ἑτοίμασον καθ᾽ ἡμέραν λαμπάδα σου, ὡς πρόθυμος καὶ φρόνιμος· ἐπίσκεψαι καθ᾽ ὥραν πάλιν αὐτὴν ἐν δάκρυσι καὶ προσευχαῖς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.