Ἔργον
Ἐφραίμ ὁ Σύρος – Μακαρισμοί
Πνευματικός αγώνας, εσχατολογική προσμονή και η οδός της ασκήσεως
Προειδοποίηση για τα σημεία των καιρών, τον αόρατο πόλεμο και προτροπή για αδιάλειπτη συνέχιση του ασκητικού κόπου προς την επουράνια βασιλεία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πνευματικός αγώνας, εσχατολογική προσμονή και η οδός της ασκήσεως
Προειδοποίηση για τα σημεία των καιρών, τον αόρατο πόλεμο και προτροπή για αδιάλειπτη συνέχιση του ασκητικού κόπου προς την επουράνια βασιλεία.
Ὅσον χρόνον ἐν ἀδείᾳ τυγχάνεις, ἀγαπητέ μου, σπούδασον. Ἔρχεται γὰρ ὁ καιρός σου γέμων ἀπιστίας, χαυνότητος, ῥᾳθυμίας, σκληρότητος, μὴ συγχωρῶν λογίζεσθαι τὰ κρείττονα ἐκ τῆς αὑτοῦ συγχύσεως. Προσέχετε, ἀγαπητοί, πῶς ἅπαντα τὰ πονηρὰ ἀκμάζουσι, προκόπτουσι καθ᾽ ἡμέραν τὰ κάκιστα. Προβαίνει πονηρία. Συμφαίνουσι τὴν σύγχυσιν ἐρχομένην καὶ τὴν θλῖψιν τὴν μεγάλην τὴν μέλλουσαν ἔρχεσθαι ἐπὶ πάντα τὰ πέρατα τῆς γῆς. Διὰ τὰς ἡμῶν ἁμαρτίας προκόπτουσι ταῦτα πάντα καθ᾽ ἡμέραν καὶ διὰ τὴν ἡμῶν χαυνότητα προβαίνουσι τὰ πονηρὰ ἐπὶ τῆς γῆς.
Γενόμενοι ἐγρήγοροι, φιλόθεοι, πολεμισταί, καθ᾽ ἑκάστην τὸν πόλεμον τοῦ Πονηροῦ νικήσομεν, ὡς τέλειοι φιλόθεοι· διδαχθῶμεν καὶ τὰ ἔθη τοῦ πολέμου· ἀόρατος γὰρ τυγχάνει. Ἔθη εἰσὶ τοῦ πολέμου τούτου ἡ γυμνότης τῶν γηΐνων. Ἂν προσδοκᾷς τὸν θάνατον καθ᾽ ἡμέραν πρὸ ὀφθαλμῶν, οὐχ ἁμαρτήσῃς.
Ἂν γυμνωθῇς τῶν γηΐνων πραγμάτων, οὐ τραπήσῃ ἐν πολέμῳ. Ἂν μισήσῃς τὰ γήϊνα, καταφρονῶν τῶν προσκαίρων, ἀγαπητέ, τότε δυνήσῃ, ὡς ἄριστος πολεμιστής, τὸ βραβεῖον τῆς νίκης λαβεῖν. Ἐπειδὴ γὰρ τὰ γήϊνα προσέλκουσι πρὸς ἑαυτὰ εἰς τὰ κάτω καὶ τὰ πάθη σκοτοῦσι τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἐν πολέμῳ, χάριν τούτου νικᾷ ἡμᾶς ἐν πολέμῳ ὁ Πονηρός, τοὺς γηΐνους, πλήρεις ὄντας καὶ τῇ μερίμνῃ τῶν γηΐνων τοῖς πάθεσι δουλεύοντας. Τὰ γήϊνα γὰρ σήμερον ἀγαπῶμεν πάντες ὁμοῦ, ἀγαπητοί, καὶ ἡλοῦται ὁ νοῦς ἡμῶν ἐπὶ τῆς γῆς χάριν τῆς ἡμῶν χαυνότητος. Ἡ ἡμέρα κέκλικε πρὸς ἑσπέραν. Λοιπόν ἐστιν ὁ χρόνος ἡμῶν, καὶ ἡμεῖς δι᾽ ἡμῶν ἀπιστίαν νομίζομεν πρωῒ εἶναι. Ἰδοὺ ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἡμεῖς δὲ περὶ ταύτης οὐδέποτε θέλομεν ἀκροάσασθαι τὰ σημεῖα καὶ τέρατα, ἃ ἔλεγεν ὁ Κύριος. Γεγόνασι λοιμοί, σεισμοί, φόβοι τε πόλεμοί τε καὶ τῶν ἐθνῶν ἡ κίνησις· ταῦτα πάντα ὥσπερ ὄναρ δοκεῖ ἡμῖν διηγεῖσθαι πρὸς ἀλλήλους· οὐκ ἀκοὴ τούτων πτοεῖ ἡμᾶς, οὐδὲ αὐτὴ ἡ θέα. Οἱ ἐκλεκτοὶ συνάγονται πρὸ θλίψεως τοῦ μὴ ἰδεῖν τὴν σύγχυσιν καὶ τὴν θλῖψιν τὴν μεγάλην ἐρχομένην εἰς τὸν κόσμον τὸν ἄδικον. Ὁ ἀμητὸς ἤδη ἤγγικεν εἰς θερισμόν.
Τέλος ἔχει ὁ αἰὼν οὗτος, καὶ Ἄγγελοι κατέχουσι τὰ δρέπανα καὶ τὸ νεῦμα ἐκδέχονται. Φοβηθῶμεν, ἀγαπητοί. Ὥρα ἐστὶν ἑνδεκάτη τῆς ἡμέρας, καὶ τῆς ὁδοῦ τὸ μῆκος πολύ. Σπουδάσωμεν ἐν τῇ ὁδῷ εὑρεθῆναι. Γενώμεθα ἐγρήγοροι καὶ νήψωμεν ἀπὸ τοῦ ὕπνου ὡς ἄϋπνοι. Οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ ὁ Δεσπότης πάσης τῆς γῆς ἔχει ἐλθεῖν. Κουφίσωμεν οὖν ἑαυτοὺς ἀπὸ βάρους καὶ μερίμνης τῶν γηΐνων. Μὴ μεριμνᾶτε παντελῶς ἐπὶ τῆς γῆς, εἶπεν ἡμῖν ὁ Κύριος.
Τὸ ἀγαπᾶν πάντας ὁμοῦ ἐντέταλκεν ἡμῖν. Ἡμεῖς δὲ μᾶλλον τὴν ἀγάπην ἐδιώξαμεν, καὶ ἔφυγεν ἀπὸ τῆς γῆς. Ἁμαρτίαι πληθύνονται· ἀδικία ἐκάλυψε πάντας ὁμοῦ· εἷς ἕκαστος τὰ γήϊνα ἐπιποθεῖ, τῶν οὐρανίων καταφρονεῖ· τὰ μέλλοντα οὐδεὶς ἡμῶν ἀγαπᾷ. Ποθεῖς εἶναι οὐράνιος; Τὰ ἐπὶ τῆς γῆς μίσει ἀεὶ καὶ βδελύσσου καὶ ἄσκησον ὡς τέλειος καὶ πόθησον βασιλείαν οὐρανῶν.
Μὴ λογίζου οὕτως, ὦ μοναχέ, λέγων, ὅτι πολύς ἐστιν ὁ κάματος τῆς ἀσκήσεως, κἀγώ εἰμι ὀλιγοστὸς καὶ ἀσθενὴς καὶ οὐκ ἰσχύω τοῦ ἀσκῆσαι. Ἐνώτισαι ῥήματα συμβουλίας καλλίστης καὶ ἀγαθῆς· κατάμαθε ὅσα λέγω, ἀγαπητέ μου ἀδελφὲ καὶ φιλόχριστε. Εἰ βουληθῇς ἀποδημεῖν εἰς ἑτέραν μακρὰν χώραν καὶ πατρίδα, οὐ δύνασαι παραδραμεῖν ὅλης ὁδοῦ τὸ διάστημα μιᾷ ῥοπῇ, ἀλλὰ ῥυθμῷ τῶν βημάτων καθ᾽ ἡμέραν κατὰ μονὴν ἀποδημεῖς, καὶ διὰ χρόνου καὶ καμάτου καταντᾷς εἰς τὴν χώραν ἣν προσδοκᾷς. Οὕτως ἐστὶν ἡ βασιλεία ἡ ἐπουράνιος καὶ τῆς τρυφῆς ὁ παράδεισος. Διὰ νηστειῶν, δι᾽ ἐγκρατείας, δι᾽ ἀγρυπνιῶν εἷς ἕκαστος φθάνει ἐκεῖ. Ἐγκράτεια καὶ δάκρυα καὶ προσευχή, ἀγρυπνία καὶ ἀγάπη, αὗταί εἰσιν αἱ μοναὶ εἰς οὐρανὸν ἀπάγουσαι. Μὴ φοβηθῇς ἀρχὴν καλὴν βαλεῖν καλῆς ὁδοῦ ἀναγούσης εἰς τὴν ζωήν. Θέλησον μόνον τοῦ βαδίσαι τὴν ὁδὸν καὶ εὑρεθῇς εὐπρόθυμος· παραχρῆμα αὕτη ἡ ὁδὸς εὐθύνεται ἐνώπιον τῶν ποδῶν σου, καὶ χαίρων καὶ βαδίζων μονὰς ποιεῖς τερπόμενος εἰς τὴν ὁδόν. Δυναμοῦνται τὰ βήματα τῆς ψυχῆς σου κατὰ μονὴν καθ᾽ ἑκάστην. Οὐ μὴ εὕρῃς δυσκολίαν εἰς τὴν ὁδὸν τὴν εἰς οὐρανὸν ἀπάγουσαν· ὁ Κύριος οὐράνιος αὐτὸς δι᾽ ἑαυτοῦ ὁδὸς ζωῆς ἐγένετο τοῖς θέλουσι μετὰ χαρᾶς ἀπέρχεσθαι πρὸς τὸν Πατέρα τῶν φώτων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.