Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μακαρισμοί

Ἐφραίμ ὁ Σύρος

Ευχαριστήρια προσευχή και τελική δοξολογία

Ύμνος προς τον Χριστό για τη δωρεά της χάριτος, ικεσία για σωτηρία και καταληκτική δοξολογία του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 4

Ἐγένου μοι, Χριστὲ Σῶτερ, ὁδὸς ζωῆς ἀπάγουσα πρὸς τὸν Πατέρα. Μόνη αὕτη χαρά ἐστιν, τέλος δὲ αὐτῆς βασιλεία οὐράνιος. Ἐγένου μοι, ὦ Δέσποτα Ἰησοῦ Υἱὲ Θεοῦ, ὁδὸς ζωῆς καὶ φωτισμός, καὶ ἤντλησα δι᾽ ἐμαυτοῦ ἐκ τῆς σῆς πηγῆς χαρίσματα, πλήρης πόθου. Ἐγένετο ἡ χάρις σου ἐν καρδίᾳ τοῦ δούλου σου φῶς καὶ χαρὰ γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον ἐν τῷ στόματι οἰκέτου σου. Ἐγένετο ἡ χάρις σου ἐν τῇ ψυχῇ τοῦ δούλου σου ὡς θησαυρός, ἐπλούτισε τὴν πτωχείαν, ἐδίωξε τὴν πενίαν καὶ σαπρίαν.

Ἐγένετο ἡ χάρις σου, τοῦ δούλου σου καταφυγὴ καὶ δύναμις, ἀντίληψις καὶ ὕψωμα καὶ καύχημα, ἐδέσματα πάσης ζωῆς. Πῶς σιγήσῃ ὁ δοῦλός σου, Δέσποτα, ἐκ τῆς πολλῆς ἡδύτητος τῆς σῆς ἀγάπης καὶ χάριτος; Καὶ διηνέῳξα τὸ στόμα μου ἀναξίως. Πῶς πάλιν καρτερήσει ἡ γλῶσσά μου ἐκ τῆς αὐτῆς ὠφελείας τοῦ ἀνυμνεῖν καὶ δοξάζειν τὸν δοτῆρα τῶν ἀγαθῶν; Καὶ πῶς πάλιν ἀποτολμῶ ἀποκλεῖσαι τὰ κύματα τῆς χάριτος τὰ βρύοντα ἐν καρδίᾳ ἁμαρτωλοῦ, πλήρη ὄντα γλυκύτητος ἐν τοῖς πολλοῖς χαρίσμασι; Ψαλῶ δόξαν τῷ Δεσπότῃ τῶν οὐρανίων, τῷ δώσαντι θεράποντι τὰ ἴδια χαρίσματα οὐράνια διὰ πολλῶν χαρισμάτων. Μεγαλυνῶ τὴν χάριν σου, Χριστὲ Σῶτερ· ἐν τῷ γὰρ μεγαλύνειν, μεγαλύνομαι ἐν αὐτῇ. Οὐ παύομαι ἐν γλώσσῃ μου ὑμνολογῶν τὴν χάριν σου, ὦ Δέσποτα· οὐ σιγήσει κιθάρα μου μελῳδοῦσα μελῳδίας πνευματικάς. Ὁ πόθος σου ἑλκύει με πρὸς σέ, Σωτήρ, τὸ καύχημα τῆς ζωῆς μου. Ἡ χάρις σου γλυκαίνει μου διάνοιαν ἑλκυσθῆναι ὀπίσῳ σου. Γενέσθω σοι ἡ καρδία μου γῆ ἀγαθή, δεχομένη σπόρον καλόν, καὶ δροσίσῃ ἡ χάρις σου εἰς αὐτὴν δρόσον ζωῆς αἰωνίου. Θερίσῃ δὲ ἡ χάρις σου δραγμὴν καλὴν ἀπὸ τῆς γῆς τῆς καρδίας, κατάνυξιν, προσκύνησιν, ἁγιασμόν, τὰ ἀρεστά σοι πάντοτε. Ἐπίστρεψον ψυχήν μου εἰς τὴν μάνδραν παραδείσου τῆς τρυφῆς σὺν προβάτῳ εὑρεθέντι. Εὑρεθείη ἡ ψυχή μου ἐν τῷ φωτί.

Ἐκεῖνο μὲν τὸ πρόβατον εὑρεθὲν εἰς τοὺς ὤμους ἐβάστασας, ταύτην δὲ τὴν ἀναξίαν ψυχὴν διὰ χειρός σου ἕλκυσον καὶ πρόσφερε [ἀμφοτέρους] τῷ ἀχράντῳ σου καὶ ἀθανάτῳ Πατρί. Ἵνα λέγω ἐν τρυφῇ παραδείσου, μετὰ πάντων τῶν Ἁγίων· δόξα Πατρὶ ἀθανάτῳ, προσκύνησις τῷ δώσαντι χαρίσματα οὐράνια τῷ εὐτελεῖ, ἵνα αὐτὸς προσφέρῃ δραγμὴν δόξης τῷ Βασιλεῖ τῶν ἁπάντων εἰς τοὺς αἰῶνας. Ἀμήν.