Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μετάνοια καὶ ἐξομολόγησις

Ἐφραίμ ὁ Σύρος

Έλεγχος της συνείδησης και εξαγόρευση κρυπτών παθών

Ο συγγραφέας αναλογίζεται την ευθύνη του λόγω της χριστιανικής του ανατροφής, εκφράζει τον φόβο της θείας κρίσης και εξομολογείται εκτενώς τις αμαρτίες και την υποκρισία του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 6

Ὅσον οὖν χωροῦμεν, νοοῦμεν περὶ Θεοῦ, καὶ ὅσον δυνάμεθα, λαμβάνομεν παρ᾽ αὐτοῦ. Οὐδεὶς ἔχει τὸ πλήρωμα τῆς γνώσεως αὐτοῦ, εἰ μὴ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. Ἐὰν γὰρ πλέον ἀκούσωμεν, οὐ πιστεύσομεν· ἐὰν δὲ καὶ πλέον λάβωμεν, ὑπερηφανευόμεθα. Εἰκότως οὖν, οὔτε λέγει οὔτε δίδωσι. Διὰ δὲ τοῦτο τὰ προειρημένα διῆλθον, ἵνα δείξω καὶ ἐν τῇ δόσει τῆς γνώσεως αὐτοῦ τὴν θείαν πρόνοιαν. Λέγει γὰρ καὶ αὐτὸς ὁ Χριστός· εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, τί ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια; Ἐγὼ δὲ ἐπαναβαίνω τῷ λόγῳ, καὶ φημί· εἰ τὰ ἐπουράνια ἀκοῦσαι οὐ δυνάμεθα, τὰ περὶ τῆς θείας φύσεως ἀκούσαντες τί πεισόμεθα; Εἰ οἱ Ἰουδαῖοι ἐπὶ προσκαίροις ἐντολαῖς σφαλλόμενοι ἀπέθνῃσκον, πόσῳ μᾶλλον οἱ μὴ τηροῦντες ἃ ἤκουσαν περὶ Θεοῦ ἀπολοῦνται; Καὶ εἴθε ὁ θάνατος οὗτος ἐκείνῳ ἦν παραπλήσιος· ἀλλ᾽, ὡς οἶμαι, οὗτός ἐστι τῆς ψυχῆς ὁ φρικώδης θάνατος. Μαρτυρεῖ δὲ ὁ Ἀπόστολος· πόσῳ χεῖρόν ἐστιν ἀθετῆσαι τὸν Υἱὸν τοῦ Θεοῦ;

Νοήσατε, ἀδελφοί, ὅτι πάντα τὰ προειρημένα ἔγραψα δι᾽ ἐμαυτόν, ἆρα τί βουλόμενος; Λυποῦμαι μὴ ὑπὸ τὸν χείρονα γένωμαι θάνατον. Περὶ γὰρ γνώσεως διῆλθον, ἵνα δείξω ὅτι ἐν γνώσει ἥμαρτον. Εἶπέ τις ἐν Σοφίᾳ, ὅτι δυνατοὶ δυνατῶς ἐτασθήσονται. Ἡ γνῶσις δύναμίς ἐστι θείας χάριτος, κἀγὼ γνοὺς τὸν Χριστόν, μετὰ τὴν γνῶσιν γέγονα ἐν τοῖς περὶ αὐτομάτου λογισμοῖς. Δέδια οὖν, μὴ ἡ μετάνοιά μου ἀπόβλητος γένηται, κατὰ τὸν Ἠσαῦ. Ἐπίσταμαι ὅτι ἐπιμένων τῇ κακίᾳ ὁ Ἠσαῦ ἀπεβλήθη· ἀλλὰ φοβοῦμαι μὴ ἡ μετάγνωσις παραπτώσει ὁμοίως κρίνεται. Ἤκουσα μέγεθος Θεότητος, καὶ τοῦτό με φοβεῖ, μὴ τοσαύτην με τοῦ μεγέθους αὐτοῦ ἐπαρτήσῃ ἀποβολήν. Ἠκούσατε ἄπειρον πλῆθος δυνάμεως; Εἰς τοῦτο γὰρ διῆλθον, ἵνα γνῶτε τὰ συνέχοντά με. Ἠκούσατε σοφίας πέλαγος; Καὶ διὰ τί ἀναμένετε περὶ ἐμοῦ πηγὰς δακρύων ἐκχέειν πρὸς αὐτόν; Ἠκούσατε δικαιοσύνης ἄπειρον ὑπόστασιν; Καὶ ἵνα τί τὰ σπλάγχνα ὑμῶν περὶ ἐμοῦ οὐ προβάλλεσθε;

Οἶδα ὅτι πολλοὺς ἠλέησε μετανοήσαντας, ἀλλὰ τοὺς πλείονας ἐν ἀγνοίᾳ ὑπάρχοντας. Οἶδα ὅτι πολλοὺς συνεχώρησεν, ἀλλὰ πολλοὺς ἔχοντας προεστῶτας παρ᾽ αὐτῷ. Ἀναγινώσκω τὰ κατὰ τὸν Κορὲ καὶ Δαθάν, καὶ λύομαι· καὶ διὰ Μωυσῆν πῶς αὐτοὺς ἐτιμωρήσατο. Διέρχομαι τὰ κατὰ τὴν Μαριὰμ τὴν ἀδελφὴν αὐτοῦ, ὅτι δι᾽ ἕνα λόγον, ὃν εἶπε πρὸς αὐτόν, ἐλεπρώθη σύμπασα. Εἰ δι᾽ ἄνθρωπον ἅγιον τοσαύτη ἐκδίκησις, πόση τις ἔρευνα γένηται διὰ Θεὸν αἰώνιον; Ὁ Κάϊν ἀνελὼν τὸν ἀδελφόν, ἐπὶ τοσοῦτον κολάζεται. Τί ἄρα ποιήσουσιν οἱ Θεῷ προσκρούσαντες;

Πολλὴ γέγονεν ἐπὶ τοῦ κατακλυσμοῦ ἡ ἀπόφασις, καὶ δειλιῶ, μὴ τῆς ἐκείνων μερίδος γένωμαι. Περὶ οἰκοδομῆς πύργου μὴ δυναμένου τελεσθῆναι, ὁ Θεὸς ἠγανάκτησε· περὶ τῆς οἰκείας τί ποιήσει καθαιρέσεως; Συνέλθετέ μοι, ἀδελφοί, αἰτουμένῳ ἄφεσιν, ἵνα καὶ ὑμῖν, ἐν οἷς ἕκαστος συνέχεσθε, συνέλθωσιν ὑμῖν οἱ Ἅγιοι. Ὁ γὰρ λέγων αὐτόματα πάντα εἶναι, ἀνυπαρξίαν ἡγεῖται Θεότητος. Ἐλογισάμην, καὶ οὐ ψεύδομαι. Μετεμελήθην, καὶ οὐκ ἐπίσταμαι, εἰ ἐξιλασάμην. Ἀξιῶ καὶ τοὺς Ἁγίους, ἀλλὰ τάχα οὐ προσδέχονται.

Ἤκουσα γὰρ τοῦ Ἰεζεκιὴλ λέγοντος, ὅτι οὔτε Νῶε, οὔτε Ἰώβ, οὔτε Δανιὴλ ἀνύσουσιν αἰτούμενοι. Παρακαλῶ τοὺς Προφήτας ἅπαντας, ἀλλὰ δέδια μὴ κατὰ τοὺς ἐν Ἰσραὴλ ἀσεβεῖς ἀποβληθῶ. Λέγει γὰρ πρὸς τὸν Ἱερεμίαν ὁ Θεός· μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου. Τί οὖν; Ἐν ξενίοις ἱλάσομαι Κύριον; Ἀλλὰ φοβοῦμαι μὴ εἴπῃ κἀμοὶ ὡς τοῖς Φαρισαίοις, ἐπεὶ εἵνεκα τῆς ἰδίας χρείας δέομαι.

Ἐὰν νηστεύσω, τάχα λέγει μοι, ὅτι οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην. Ἐὰν ἐλεήσω πένητας, τάχα ἐρεῖ πρός με, ἔλεον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Ἐὰν τοὺς ἱερεῖς αὐτοῦ ἀποδέξωμαι, ἴσως ἐρεῖ κἀμοί, ὅτι τοὺς ναζιραίους μου οἶνον ποτίσας ἀπόβλητος ἔσῃ. Ἀλλ᾽ αὐτῷ προσοίσω δῶρα; Ἀλλὰ φόβος με ἔχει, μὴ κἀμοὶ εἴπῃ, ἐὰν προσαγάγῃς σεμίδαλιν, μάταιον, θυμίαμα βδέλυγμά μοι ἐστίν. Ἀλλὰ καὶ ἐκκλησίαις προσεδρεῦσαι δειλιῶ, μὴ κἀμὲ ἐκτέμῃ λέγων, πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε.

Πάντοθεν οὖν συνέχομαι, ἀδελφοί, καὶ πρὸς τὴν ἐμαυτοῦ συνείδησιν ἐπιστρέφω. Ἐὰν πάλιν ἀσεβήσω, οἴμοι. Ἐὰν ἀξιώσω ἀναιδῶς, φοβοῦμαι μὴ γνόφῳ με ἐκτρίψῃ. Οἷδα ὅτι καὶ ὁ Ναβουχοδονόσορ μετανοήσας ἐδέχθη, ἀλλ᾽ ἀπελογήσατο περὶ αὐτοῦ καὶ ἡ ἄγνοια καὶ ἡ δυναστεία, ἐγὼ δὲ ἐν ἑκατέροις συνέχομαι.

Ἤμην ἤδη μετασχὼν τῆς χάριτος, ἤμην περὶ Χριστοῦ ὑπὸ πατέρων προπαιδευθείς· οἱ κατὰ σάρκα γεννήσαντές με τὸν φόβον τοῦ Κυρίου ἐνουθέτησαν. Ἐθεώρουν τοὺς γείτονας ἐν εὐσεβείᾳ· ἤκουον πολλοὺς ὑπὲρ Χριστοῦ παθόντας. Οἱ πατέρες οἱ ἐμοὶ ὡμολόγησαν ἐπὶ τοῦ δικαστοῦ· μαρτύρων συγγενής εἰμι· οὐκ ἔχω ἀπολογίαν συνερωμένην τινά. Ἐὰν εἴπω τὸ κατὰ σάρκα γένος κοινόν, οὐδὲν διενεχθήσομαι, ὧν ὁ μακάριος Ἰὼβ ἐμνημόνευσεν. Οἱ πρόγονοί μου ἀλῆται ἐξ ἐράνου διατρεφόμενοι. Οἱ πάπποι εὐμοιρήσαντες ἐν βίῳ γεωργοὶ γεγόνασιν. Οἱ πατέρες ἐν τούτοις ὄντες, [καὶ] πρὸς πολιτείαν εὐτελῆ ἦγον τὴν συγγένειαν. Ἐν ποίῳ οὖν φρυάγματι ἐμαυτὸν ὅμοιον τῷ Ναβουχοδονόσορ ἡγήσομαι; Ἐν ποίᾳ πολυτελείᾳ;

Ἀλλ᾽ ἰσχὺν ἔσχον κατὰ τοὺς γίγαντας; Ἀλλὰ φύσιν κάλλει χαίρουσαν; Οὐ θέλω λέγειν τὰ ἐν παιδίῳ μοι πεπραγμένα, ἵνα μὴ βδελυκτὸν ὑμῖν ἐμαυτὸν παραστήσω. Ἔτι νέος ὢν ἐν τῇ ἐπαγγελίᾳ γέγονα· πλὴν ἐν τοῖς βραχέσιν ἔτεσιν ἐκείνοις λοίδορος, πλήκτης, συγκρούστης ὑπῆρχον καὶ μάχιμος ἐπὶ γείτοσι καὶ φθονερός, ἐπὶ ξένοις ἀπάνθρωπος, ἐπὶ φίλοις σκληρός, ἐπὶ πτωχοῖς τραχύς, ἐπὶ προχειρήσεσιν εὐτελέσι μάχιμος, ἄφρων, κακαῖς ἐπινοίαις ἐντρεφόμενος, καὶ ἐν πορνείᾳ παρὰ τὸν καιρὸν τῆς κινήσεως. Ἀλλὰ περὶ τούτων ἁπάντων οἶδά μοι γεγενῆσθαι ἄφεσιν ἐπὶ τοῦ βήματος. Τί πρὸς τὰ μετὰ ταῦτα, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας; Διὸ χρῄζω σφόδρα τῆς συμμαχίας ὑμῶν.

Συνέλθετέ μοι, ὦ φίλοι, καὶ ἢ ὡς νεκρὸν πενθήσατε, ἢ ὡς ζῶντα καὶ ἡμιθανῆ οἰκτιρήσατε. Ἐκχέατε ἐπ᾽ ἐμὲ τὸ ἔλεος ὑμῶν, ὡς αἰχμάλωτον καὶ ὡς τραυματίαν σεσηπότα, τὴν σπουδὴν παράσχεσθε, πλήρης γάρ εἰμι μωλώπων. Ὑπερβάλλω τοὺς Ἰουδαίους. Ἐκείνοις οὐκ ἦν τόπος εἰς καταδέσμους, ἐμοῦ δὲ καὶ ἡ ψυχὴ διεφθάρη. Ἐκεῖνοι ἀπὸ κεφαλῆς ἕως ποδῶν συνείχοντο πόνοις, ἐμοῦ δὲ καὶ τὰ ἐντὸς ὑφ᾽ ἓν ἐσάπησαν. Ἐκεῖνοι ἐν πλάνῃ κολακευόντων παρήχθησαν, ἐμὲ δὲ οὐδεὶς ἐπλάνησεν. Ἀπ᾽ ἐμαυτοῦ ἐλογισάμην τὴν κατὰ Θεοῦ λοιδορίαν, μόνον τὸν Διάβολον ἔχων κοινωνόν, ὅστις μου τὸν νοῦν ἀπετύφλωσε. Φοβοῦμαι, ἄνδρες ἀδελφοί, μὴ κατ᾽ αὐτὸν ὑπάρξῃ μοι τὸ ἀμετανόητον. Μίαν ταύτην ἔχω ἀπολογίαν, ὅτι αὐτός μοι ὑπέθετο· ἀλλ᾽ οὐδὲ τῷ Ἀδὰμ ὠφέλησεν ἀπολογουμένῳ τοῦτο.

Ἐκεῖνος ὑπέβαλε, πείθομαι· ἀλλ᾽ οὐκ ἐξέφυγεν ἡ Εὔα τὴν ἀπόφασιν. Περὶ τῆς ἀποφάσεως καὶ ὁ Ἠσαῦ εἰς τὸ ἀναπολόγητον κατέστη· ἵνα μάθωμεν ὅτι ἔχει ὁμοίους ὁ Διάβολος. Ὅσους εἶπεν ὁ Παῦλος εἶναι σκεύη ὀργῆς, τῆς ἐκείνου μερίδος εἰσί. Δειλιῶ μὴ κἀμὲ ἕνα ἐξ αὐτῶν ἔταξεν εἶναι ὁ Θεός. Ἐκείνους διὰ τὴν καταφρόνησιν εἰς πάθη ἀτιμίας παρέδωκε· δέος οὖν μὴ κἀμοὶ τοιαύτην ἀπόφασιν ἐξενέγκοι. Ἔτι δὲ καὶ νῦν πολύς εἰμι ἐν ῥυπαροῖς λογισμοῖς, ἐν φθόνῳ, ἐν κακοθελείᾳ, ἐν παροξυσμοῖς, ἐν φιλαυτίᾳ, ἐν γαστριμαργίᾳ, ἐν κακότητι, ἐν μισοπτωχίᾳ, ἐν ὀνειδισμοῖς πενήτων. Μηδὲν ὢν αὐτός, εἶναί τι ἐμαυτὸν λογίζομαι· ἐν τούτοις ἐξεταζόμενος, ἁγιότητος ἐπισπῶμαι δόξαν· ἐν ἁμαρτίαις διατρίβων, ὡς δίκαιος θέλω νομίζεσθαι· ψευδόμενος, ἐπὶ τοὺς ψευδόμενος, ἐπὶ τοὺς ψεύστας ἄχθομαι· ῥυπῶν τε ἐν τῷ νῷ, κατὰ τῶν πόρνων ἀποφαίνομαι· κρίνων τοὺς κλέπτας, ἀδικῶ τοὺς πένητας.

Δικαστήριον ἱστῶ πρὸς τοὺς λοιδόρους, ἄτιμος ὢν αὐτός. Φαιδρὸς προέρχομαι, ὅλος ὢν ἀκάθαρτος. Ἐπὶ ἐκκλησίᾳ πρῶτος ἵσταμαι, μηδὲ τελευταῖος ὑπάρχων. Τιμὴν ἀπαιτῶ, χρεωστῶν αἰσχύνην. Ἀσπασμοὺς εἰσπράττομαι, ὀφείλων ἐμπτύεσθαι.

Ὁρῶ μοναχοὺς καὶ σεμνύνομαι, κοσμικοὺς βλέπω καὶ ἀλαζονεύομαι. Γυναιξὶν ὀφθῆναι θέλω χαρίεις, καὶ πλουσίοις εὐσεβής· ξένοις ὠφρυωμένος καὶ οἰκείοις σύννους καὶ φρόνιμος· συγγενέσιν ἐπίδοξος καὶ φρονίμοις τελειότερος.

Πρὸς τοὺς εὐσεβεῖς ὡς σοφώτερος γίνομαι· ἀφρόνων δὲ ὡς κτηνῶν καταφρονῶ. Ἐὰν ὑβρισθῶ, ἀμύνομαι· ἐὰν μὴ τιμηθῶ, βδελύττομαι· ἐὰν κατὰ τὸ δίκαιον ἀπαιτηθῶ, δικάζομαι καὶ τοὺς τἀληθῆ μοι λέγοντας, ὡς ἐχθροὺς λογίζομαι.

Ἀναξιοπαθῶς ἐλεγχόμενος· μὴ κολακευόμενος ὀργίζομαι. Οὐ θέλω καμεῖν, καὶ εἰ μή τις λειτουργεῖ μοι, ὀργίζομαι αὐτῷ. Οὐ θέλω συνελθεῖν, κἂν μή τις μοι ὑπηρετεῖ, κακολογῶ αὐτὸν ὡς ὑπερήφανον. Ἐν ἀνάγκαις τὸν ἀδελφὸν ἀγνοῶ· εἰ δὲ ὑγιαίνει, προτρέπομαι αὐτόν. Ἀσθενοῦντα μισῶ, καὶ ἀσθενῶν ἐγὼ φιλεῖσθαι βούλομαι· μειζόνων περιφρονῶ καὶ συντυγχάνων ὑποκρίνομαι· ἀπὼν καταλαλῶ καὶ παρὼν κολακεύω· οὐ θέλω τιμῆσαι τὸν ἄξιον, καὶ ἀνάξιος ὢν τιμὰς ἀπαιτῶ.

Ἐῶ γὰρ λέγειν περὶ τῶν ἐν διανοίᾳ λογισμῶν, περὶ τοῦ Νόμου καὶ τῶν Προφητῶν, περὶ τοῦ Εὐαγγελίου, ὅσα ἐπιλαμβάνομαι, καὶ τῶν Ἀποστόλων, περὶ τῶν ἐν ἐκκλησίᾳ διδασκάλων καὶ κηρυττόντων καὶ λειτουργούντων, ἀναγινωσκόντων, οἰκονομούντων, ἐπισκοπούντων· τὰς καθ᾽ ἡμέραν τῶν λογισμῶν ἐφευρέσεις, τὰς φροντίδας τῆς ματαιότητος, τὰς ἐν ταῖς εὐχαῖς ὀλιγωρίας, τὰς ἐν ταῖς καταλαλιαῖς εὐτονίας. Ὅπως ἐάν τις μυθολογῇ, τέρπομαι, ἀηδίζομαι δὲ τὸν περὶ ἐγκρατείας λέγοντα; Πῶς ἀνατρέπομαι, ἐάν τις ἀναγινώσκῃ θείαν Γραφήν, τοὺς δὲ ἐν ζητήσεσι καὶ μάχαις διηγουμένους ἥδομαι;

Τὰς ἐπιπλάστους κολακείας, ἵνα μὴ ἐν ταῖς εὐχαῖς ἐγείρωμαι, τὰς εἰς ἐκκλησίαν βαναύσους ὁδούς, τὰς ἐξεπίτηδες βραδυτῆτας, τὰς ἐν ταῖς συνάξεσι φλυαρίας, τὰς τῶν τραπεζῶν ἐπιμελείας, τὰς ἐν αὐτοῖς τοῖς ἁγίοις καταλαλιάς, τὰς περὶ τὰς εὐχὰς ῥᾳθυμίας, τὰς ἐπὶ σχήματος ψαλμῳδίας, τὰς ἐπιτετηδευμένας ἀπαντήσεις, τὰς ἐπικερδεῖς συναλλαγάς, ὑποκρινομένας τῶν εὐσεβῶν γυναικῶν συντυχίας, τὰς συνεχεῖς κλήσεις, τὰς τῶν χρῃζόντων παροράσεις, τὰς ἀποστερήσεις τῶν κιχρώντων, τὰς ὀργὰς τῶν μὴ καλῶς ὑπηρετούντων, τὰς ἀλλοιώσεις τῶν ἐπαγγελιῶν, τὰς προτρεπομένας τῶν φίλων χάριτας ὡς ὀφειλομένας, τὰς ἀπληστίας τῶν δωροληψιῶν, τὰς κοινωνίας τῶν ἀλλοτρίων σφαλμάτων, τὰς εἰς οὐδὲν χρήσιμον ἐπιβουλάς, τὰς ἐπὶ τοῦ πλείονος λήψεσι κολακείας, τὰς διαφοράς, τὰς ἱκεσίας, τὰς ματαίας μνήμας, τὰς ὀλεθρίους φιλονεικίας, τὰς ἀχρήστους ἐνστάσεις, τὰς ἀνακολούθους συντυχίας;