Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μετάνοια καὶ ἐξομολόγησις

Ἐφραίμ ὁ Σύρος

Ελπίδα στο θείο έλεος και βιβλικά πρότυπα μετανοίας

Έκκληση προς τους αδελφούς για προσευχητική συμπαράσταση ενόψει του θανάτου, και παράθεση βιβλικών παραδειγμάτων για τη συγχώρεση όσων μετανοούν και την τιμωρία των αμετανόητων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 6

Ἐλεήσατέ με οὖν, ὦ φίλοι μου· ψυχῇ με κουφίσατε ἐκ τῆς γῆς, καὶ ὅσοι τὴν φύσιν τοῦ σώματος τῇ φύσει τοῦ πνεύματος συνεκεράσατε, σπεύσατε δέομαι πρὸ τῆς ἀποφάσεως, καὶ πρὸ τοῦ ἀποθανεῖν με ἐπείχθητε, ἵνα μὴ ἀποκλεισθῶ σὺν ταῖς μωραῖς παρθένοις, πρὸ τοῦ με ἀπελθεῖν εἰς γῆν, ὅπου οὐκ ἔστιν ἰδεῖν ζωὴν βροτῶν, ἢ λογίζεσθαι περὶ ἀδικίας ἢ δικαιοσύνης· ὅπου οὐκ ἔστι σῶμα δι᾽ οὗ ζωὴ καὶ θάνατος ἐπιγίνεται τῇ ψυχῇ, οὐδὲ σὰρξ δι᾽ ἧς ὁ Ἐχθρὸς μυκτηρίζεται ὑπὸ τῆς ἀσθενείας αὐτῆς ὀνειδιζόμενος. Ἐὰν γάρ μοι βοηθήσῃ ὁ Κύριος, θέλω ἀπαλλαγῆναι τῆς οἰκτρᾶς τῶν παθῶν διαθέσεως· καὶ ἐάν με ἐλεῇ, ποθῶ τὴν πρὸς αὐτὸν ἄρασθαι ὑπακοήν. Ἐὰν ποιήσῃ κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ, λυτρώσεταί με τῆς ἁμαρτίας· καὶ ἐὰν ἐκχέῃ ἐπ᾽ ἐμὲ τὴν χρηστότητα αὐτοῦ, σωθήσομαι.

Πείθομαι ὅτι δύναται, καὶ οὐκ ἀπαγορεύω τῆς ἐμαυτοῦ σωτηρίας. Οἶδα ὅτι νικᾷ τὸ πλῆθος τῶν αὑτοῦ οἰκτιρμῶν τὴν πληθὺν τῶν ἐμῶν ἁμαρτημάτων. Οἶδα ὅτι πάντας ἠλέησε παραγενόμενος, καὶ ἐδωρήσατο ἐν τῷ βαπτίσματι ἄφεσιν ἁμαρτιῶν. Ὁμολογῶ, κἀγὼ γὰρ ἀπέλαυσα τῆς χάριτος. Ἀλλ᾽ ἔτι χρῄζω ἰάσεως τῶν μετὰ τὸ βάπτισμα· ἀλλ᾽ ὁ νεκροὺς ἐγείρας οὐκ ἀδυνατεῖ κἀμὲ ἰάσασθαι. Τυφλός εἰμι γενόμενος, ἀλλὰ καὶ ἐκ γενετῆς τυφλὸν οὗτος ἐθεράπευσε. Πρόβατόν εἰμι λεοντόβρωτον, ἀλλ᾽ ἐκ στόματος τοῦ Ὄφεως τὸν Ἀδὰμ ἐλυτρώσατο. Κύων ταῖς ἁμαρτίαις γέγονα, ἀλλ᾽ υἱὸς γενήσομαι ἰαθείς, κατὰ τὴν Συροφοινίκισσαν.

Ἀπεβλήθην ὡς λεπρός, ἀλλ᾽ ἐὰν θελήσῃ, καθαρισθήσομαι. Οἶδα ὅτι μετὰ τὴν γνῶσιν ἥμαρτον, ἀλλ᾽ ἔχω τὸν ὅσιον Δαυῒδ ὑπὲρ ἐμοῦ πρεσβεύοντα· ἐκεῖνος διωρθώσατο ὑπ᾽ αὐτοῦ βοηθηθείς, καὶ ἐγὼ ἰαθήσομαι ἐπισκεφθεὶς παρ᾽ αὐτοῦ.

Ὑπερβάλλω ταῖς ἁμαρτίαις, ἐπίσταμαι, ἀλλ᾽ οὐχ ἡττᾶταί μοι ἡ χρηστότης αὐτοῦ. Ὁ δεδωκὼς τῷ τελώνῃ προτέρημα, δῴη κἀμοὶ πλείονα πεποιηκότι κακά. αὐτὸς τὸν Ζακχαῖον ἠλέησεν ὡς ἄξιον, ἐμὲ δὲ ἐλεήσει ὡς ἀνάξιον. Λύκος ἦν ὁ Παῦλος διώκων τὰ πρόβατα τῆς ποίμνης αὐτοῦ, καὶ γέγονε πρόβατον, ἀποδυσάμενος τὴν ὠμότητα αὐτοῦ· θηρίον ὑπῆρχε τὰ πρόβατα διασπῶν, καὶ γέγονε ποιμὴν θεραπεύων τὰ πρόβατα· καὶ οἶδα ὅτι αὐτὸς ἐν ἀγνοίᾳ ἐποίησεν· ἀλλὰ συγκρίνων τὴν ἐμὴν ἐν γνώσει ἁμαρτίαν τῇ ὑπερβαλλούσῃ αὐτοῦ χάριτι, ἄφεσιν αἰτῶ μόνον, αὐτὸς δὲ ἀγνοήσας καὶ ἀφέσεως ἔτυχε καὶ πλείονος χάριτος.

Ἀδελφοί, δέομαι ὑμῶν σπουδὴν δοῦναι ἐπὶ τῷ πράγματι· οὐ γὰρ τὴν κρίσιν φοβοῦμαι μόνον, ἀλλὰ καὶ τὸν γέλωτα προσκοπῶ. Αἰδοῦμαι τοὺς νῦν αἰδουμένους με, ἵνα μὴ τότε αἰσχυνθῶ διὰ τὰς κρυπτάς μου ἁμαρτίας. Αἰσχύνομαι τοὺς γεννήσαντάς με, μήποτε ἐκεῖνοι διάγοντες ἐν βίῳ κατακρίνωσι τὸν ἐπηγγελμένον τὰ ὑπὲρ τὸν βίον. Πάλιν ὑμῖν ἐνοχλεῖν δοκῶ, ἀλλ᾽ εἰδέναι ὀφείλετε ὅτι ἡ ἀνάγκη πρόξενός ἐστι τῆς ὀχλήσεως· κατ᾽ ἐκείνην βούλομαι τὴν χήραν γενέσθαι, ἥτις ἐπὶ πολὺ ὀχλήσασα τῷ κριτῇ τοῦ σκοποῦ ἐπέτυχε· καὶ ὡς ὁ φίλος ὁ ἀναιδὴς θέλω ὀφθῆναι πρὸς ὑμᾶς, ἵνα ἐγερθέντες ἐκ τῆς στρωμνῆς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν δεηθῆτε. Ἐκεῖνος ἄρτον ἐζήτει εἰς παραμυθίαν, ἐγὼ δὲ ψυχῆς λυσιπόνιον· ἐκεῖνος τροφὴν σαρκὸς ᾔτησεν, ἐγὼ δὲ ψυχῆς ἀνάκτισιν. Ἐὰν θέλητε, δυνήσομαι ἐπιτυχεῖν, ὅτι δυσωπεῖται ῥᾳδίως ὁ εὔσπλαγχνος. Ὡς ὑπὲρ φίλου προσεύξασθε, καὶ οἶδα ὅτι ἡ σπουδὴ ὑμῶν πείσει τὸν Κύριον, καὶ γὰρ αὐτὸς μεταβληθῆναι θέλει, ἀλλὰ τὸν καρπὸν ἐπιζητεῖ τῆς ὑμῶν διαθέσεως· καὶ ἔστι μὲν πρόχειρος εἰς 〈τὸ〉 ἐλεῆσαι, προσμένει δὲ ἡμᾶς κοινωνοὺς τῆς αὑτοῦ χρηστότητος γενέσθαι· ἐλεῶν γὰρ διδάξαι βούλεται, καὶ συγγινώσκων θέλει κτήσασθαι κοινωνούς. Ἡ ἀγαθότης αὐτοῦ ἐν πᾶσι πείθεται. Ἐὰν ὁ ἀπολογούμενος ποιῶν ἐν γνώσει τὸ κακὸν μὴ ποιῇ πρὸς ἕτερον σκάνδαλον, καὶ εἰ μὴ πρὸς ἐποξυσμὸν ἁμαρτάνει, τάχιστα μεταμελεῖ τὸν Κριτήν.

Οἶδεν ἑκάστου αὐτὸς τὴν συνείδησιν, καὶ τῶν ἁμαρτιῶν οὐ τὴν ποσότητα κρίνει μόνον, ἀλλὰ καὶ τὴν ποιότητα. Ὁ Ἠσαῦ τόπον μετανοίας οὐχ εὗρεν, ἐπειδὴ πρὸς ἐρίθειαν τὴν ἁμαρτίαν ἐπεσπάσατο· μὴ συναρπαγεὶς ἥμαρτεν, οὐ γὰρ κατὰ πλάνην, ἀλλὰ κατὰ γνῶσιν, ὅτι καὶ τοὺς γονεῖς παρεπίκρανε καὶ Θεὸν οὐκ ᾐσχύνθη. Καὶ Ἰούδας ὁ προδότης τόπον οὐχ εὗρε μετανοίας, ὅτι μετὰ τοῦ Κυρίου ὢν ἥμαρτε, καὶ διὰ καταφρονήσεως Θεοῦ παρεδίδου τὸν Δίκαιον.

Οὐκοῦν ἐπὶ ταῖς ἐν γνώσει ἁμαρτίαις, πολλή τις ἐστὶν ἡ διαφορὰ ἡ μεταξὺ τοῦ ποιοῦντος αἰσθητῶς καὶ τοῦ πράττοντος λογισμῷ διὰ συγκαταθέσεως. Καθὼς ἐπὶ τούτου, οὕτω καὶ ἐπ᾽ ἐκείνου. Καὶ ἔστιν ὁ λογισάμενος μόνον χείρων τοῦ πράξαντος, ὅτι καὶ αὐτὸς τόπον μετανοίας οὐκ ἔχει. Ὀφείλω δὲ ὑμᾶς περὶ τῶν προτεθέντων μοι πεῖσαι· ἵνα μὴ δῷ ὑμῖν καινότερα ἐπεισάγειν ἐφευρήματα. Ὁ Χὰμ ἐννοήσας γέλωτα πατρὸς ἀπεβλήθη· καὶ ὁ Δαυῒδ ἐν γνώσει πράξας ἀπολέλυται.

Οἱ τῷ Κορὲ συναινέσαντες ἐκαύθησαν μηδὲν εἰπόντες τὸ σύνολον ἢ πράξαντες. Καὶ οἱ ἐπὶ τοῦ Ἠλιοῦ δὲ ὁμοίως ἔπαθον. Ὅλην δὲ πάλιν τὴν συναγωγήν, μοσχοποιήσαντας, μετὰ παιδείαν ὁ Θεὸς ἠλευθέρωσε. Καὶ Σαοὺλ ἀπεβλήθη λογισμοῖς εἰδωλολατρίας συνθέμενος· καὶ Μανασσῆς ἐπὶ εἰδωλολατρίᾳ μετανοήσας προσεδέχθη.

Καὶ Ἄχαβ ἐν γνώσει ἡμάρτανε τῇ συνηθείᾳ καὶ προσεδέχθη. Καὶ Ἀχιτόφελ μόνον συμβουλεύσας ἐν τῇ ἁμαρτίᾳ ἀπέθανεν. Ἔχω καὶ ἑτέρους εἰς ἀπόδειξιν, οὓς ἐπισχόντες μαθήσεσθε. Ῥουβὴν προσκρούων τῷ πατρὶ οὐκ ἠγνόησε, καὶ ἀποβληθεὶς μετὰ τὸ αὐτὸν ἀποθανεῖν τοῦ ἐγκλήματος ἀπαλλάττεται. Ὁ Συμεὼν καὶ Λευῒ ἐπὶ τραχύτητι καὶ γνώσει κακίας, ἐπὶ καιρὸν κατακριθέντες, ἐπὶ τέλει προσεδέχθησαν. Καὶ αὐτὸς Ἀαρὼν τῇ μοσχοποιΐᾳ λειτουργήσας ἀπελογήσατο· καὶ διὰ τῆς ἱερωσύνης, τοῦ ῥύπου τῆς ἀνάγκης ἀποκαθαίρεται. Οἱ μέντοι υἱοὶ αὐτοῦ πλημμελήσαντες ἀποθνῄσκουσι, καὶ μηδὲ γενομένης διορίας, ἵνα ἀπολογήσωνται.

Καὶ Ὀφνὶ καὶ Φινεὲς ἑρμηνεύουσι τούτους, ὅτι προδιέτριβον ἐν καταφρονήσει τῇ αὐτῇ ῥοπῇ τῆς κρίσεως ὑποβληθέντες. Ἐν δὲ τῷ Εὐαγγελίῳ ὁ Σίμων ἀσεβήσας, ἐπιγνώσει τῆς πλάνης ἀναμφιβόλως τῆς συγγνώμης καταξιοῦται. Ὁ δὲ Ἐλύμας ἀνθιστάμενος τῷ κηρύγματι, ἄχρι καιροῦ τυφλωθείς, ἀπαλλάττεται.

Ὅμοιοι τοῖς ἱερεῦσιν οἱ περὶ τὴν Σάπφειραν γεγόνασι, καὶ οὗτοι γὰρ οὐκ ἔτυχον καιροῦ πρὸς ἀπολογίαν, πάντως δὲ ὅτι ἔν τινι κρυφίᾳ καταφρονήσει συνδιέτριβον. Ὥσπερ εἶναι ἔφαμεν ἐν συλλογισμῷ ἁμαρτίαν διὰ συγκαταθέσεως, εὕροις ἂν καὶ ἐν τοῖς προειρημένοις τοιαύτην ὑπῆρχθαι ἔννοιαν. Ὁ τῷ σατανᾷ παραδοθείς, τῷ Ῥουβήν ἐστι παραπλήσιος, ἐπειδὴ παιδευθεὶς ἀγάπης ἠξιώθη· ἀλλ᾽ ἔχει διαφοράν, ὅτι ὁ μὲν ζῶντος τοῦ πατρός, ὁ δὲ θανόντος ἥμαρτε. Διὰ τοῦτο ὁ Ῥουβὴν πλεῖον τῇ καταδίκῃ ὑποβάλλεται. Καὶ Ἰούδας ὁ προδότης τῷ Ἠσαῦ γέγονεν ὅμοιος· ὅτι ἐπώλησε τὴν χάριν αὐτοῦ, ὡς ἐκεῖνος τὰ πρωτοτόκια· ὅθεν καὶ οἱ δύο ἀπεβλήθησαν.

Ἤδει Ἰούδας ὃ ἔπραττεν, ἐπειδὴ ἔσχε πεῖραν τῆς χάριτος. Εἶπε καὶ ὁ Κύριος πρὸς αὐτόν, ὅτι φιλήματί με παραδίδως; Καὶ συνειδὼς τῇ Θεότητι συνείχετο τῇ φιλαργυρίᾳ. Καὶ Ἠσαῦ νουθετούμενος τοὺς γονεῖς παρώξυνε.