Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Μετάνοια καὶ ἐξομολόγησις

Ἐφραίμ ὁ Σύρος

Η ευθύνη του μοναχικού σχήματος και τελική εξομολόγηση

Στηλίτευση της φαρισαϊκής υποκρισίας σε αντιπαραβολή με το γνήσιο ασκητικό ήθος, αναλυτική εξομολόγηση προσωπικών ελλείψεων και καταληκτήρια δοξολογία με παράκληση για μεσιτεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 6

Πολλὴ οὖν τις ἐστὶν ἡ διαφορά, ἀδελφοί· καὶ ἐν αὐτῇ τῇ γνώσει τῆς ἁμαρτίας πολύ ἐστι τὸ διάφορον, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ δυνάμει τῆς ἀποφάσεως διαφορά. Κατανόησον τὴν πρᾶξιν καὶ γνώσεις τὴν διαίρεσιν· ἀπόβλεψον πρὸς τὴν συγκατάθεσιν καὶ εἴσῃ τῆς δικαιοσύνης τὴν ῥοπήν· σύνες τῆς πράξεως τὸν χρόνον καὶ ἐρεῖς δικαίαν σαφῶς εἶναι τὴν ἐπιτιμίαν. Μὴ ἐπειδὴ οὐχ ὁρῶμεν τὰ γινόμενα, τὸ σχῆμα πλανάτω ὑμᾶς. Ἀπ᾽ ἐμοῦ μάθετε, ὅτι καλῶς οἱ Φαρισαῖοι ἔπασχον ἐλεγχόμενοι· ἔλεγε γὰρ ὁ Χριστός, ἐπίπλαστον εἶναι αὐτῶν τὸ σχῆμα· κἀκεῖνοι συνειδότες αὑτοῖς εἰς ἐπιβουλὴν ἐτρέποντο. Κἀμοὶ δὲ συμβαίνει ὡς ἐπὶ τὸ πλεῖστον ἡ τοιαύτη δυσκολία, ὅτι ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενος ἀηδίζομαι. Πικρὸν γὰρ ἡ ἀλήθεια τοῖς λανθάνειν σπουδάζουσι, καὶ τραχὺς εἶναι ὁ ἔλεγχος δοκεῖ, μάλιστα τοῖς δημοχαρέσιν ἀνθρώποις. Ἀποκαλύψατέ μου τὸ σχῆμα, καὶ φανήσονται οἱ σκώληκες· καὶ διέλετε τὸ προσωπεῖον τοῦ κονιάματος, καὶ ὄψεσθε τοῦ τάφου τὴν ἐπίθεσιν. Ἐπισκέψασθε τὴν δύναμιν τῆς ἐμῆς πράξεως, καὶ πεισθήσεσθε τὴν φαρισαϊκὴν ὁμοιότητα. Ἐν τούτῳ μόνῳ διαφέρω, ὅτι καὶ ὑμῖν ὁμολογῶ τὴν ἐπίθεσιν.

Διὸ καὶ ταῖς ὑμετέραις εὐχαῖς μακρὰν ἔσομαι τῆς κολάσεως· μέγα γάρ ἐστιν ἐν καιρῷ παρανομίας μὴ παροξύνειν τὸν νομοθέτην ὁμολογοῦντα. Οὐ μικρὸν γάρ ἐστι τὸ τὸν κριτὴν εἰς οἶκτον μεταβαλεῖν μὴ ἀρνούμενον.

Οἱ τοίνυν Φαρισαῖοι ἐπιμένοντες, μετὰ τῆς Ἱερουσαλὴμ ἑάλωσαν· καὶ ἀλαζονευόμενοι ἐπὶ ἐσχηματισμένῃ δικαιοσύνῃ τῶν ἐξομολογουμένων ἁμαρτωλῶν ἥττονες ὤφθησαν· διὸ καὶ ἀπ᾽ ἀρχῆς ὁ Χριστὸς εἶπεν, ὅτι ἐν σχήματι πορεύονται.

Ἀλλὰ καὶ ἐν τῷ Ἠσαΐᾳ προεῖπε τὴν ἐπίθεσιν αὐτῶν, ὅτι παραγενόμενος ἐλέγξει αὐτούς. Τί οὖν λέγει; Ἐπισκέψομαι ἐπὶ τοὺς φοροῦντας τὰ ἀλλότρια ἐνδύματα· καὶ τοῦτο ἀεὶ πρὸς αὐτοὺς ἔλεγεν, ὅτι τὴν δικαιοσύνην ὑπεκρίνοντο. Εἰ ἦν ἄλλων, τίνων ὤφειλεν εἶναι; Εἰ ἀλλότρια εἴρηνται, ἆρα τίνος ἐτύγχανε τῶν Φαρισαίων τὰ ἐνδύματα; Ἐγὼ οὕτω πείθομαι, ὅτι τῶν Προφητῶν, ἐπειδὴ ἐν αὐτοῖς ὁ λαὸς ἐπαιδεύετο. Ἀλλ᾽ ὁ Ἀπόστολος εἶπεν ὅτι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι διέτριβον· ἀκολούθως εἴρηκεν ἐπὶ τῆς ἐρήμου αὐτοὺς οὕτω ποιεῖν. Ἐν γὰρ ταῖς πόλεσιν εἰσιόντες, ἤλλασσον τὸ σχῆμα· οὔτε γὰρ ἤθελον τοὺς ἀνθρώπους εἰδέναι, ὅπερ ἔπραττον. Ἀλλότριον οὖν ἦν τὸ σχῆμα τῶν Φαρισαίων, ἐπειδὴ ἄφρονες ὄντες, σοφῶν διδασκάλων τρόπον περιεβάλλοντο. Αἱ μέντοι δερματιναὶ αὐτῶν στολαὶ ἦσαν αὐτοῖς εἰς περιβολήν, οὐ γὰρ ἤθελον τῷ λαῷ εἶναι καταφανεῖς.

Εἶχον δὲ τὰς δερματινὰς ὡς πρὸς τὴν ἄσκησιν συναιρομένας· ἡ γὰρ ἐγκράτεια θάλπουσα δέεται, καὶ αἱ στολαὶ ἦσαν εὐπρόσδεκτοι, κατ᾽ οἶκον καὶ πρόοδον· τῇ γὰρ ἐγκρατείᾳ συμβάλλεται ἡ ἀκτημοσύνη. Σαφῶς δὲ ὁ λόγος διὰ μελέτης ἔχει τὴν προκοπήν, καὶ ἡ σύνεσις δι᾽ ἐγκρατείας· τούτων ἑκατέρων ἔχρῃζον οἱ σοφοὶ ὡς καὶ οἱ Προφῆται· ἐκεῖνοι μὲν διὰ τὸ διδάσκειν, οὗτοι δὲ διὰ τὸ ἐλέγχειν.

Οὐκοῦν καὶ τοῦ σχήματος ἔχρῃζον ἀμφότεροι· ἀλλ᾽ οἱ Φαρισαῖοι οὐδενὸς ἔσῳζον τὸν βίον, οὔτε σοφοὶ ὄντες, οὔτε προορατικοί· εἰκότως οὖν αὐτοὺς ὁ Κύριος ἤλεγξεν, ὅτι ἐμπορίαν ἐπετήδευον καὶ οὐκ ἀλήθειαν.

Ἐγὼ δὲ ὑμῖν προβάλλω τὸν ἐμὸν ἔλεγχον, ἵνα ἐπὶ τῆς διαγνώσεως τοῦ Θεοῦ, μὴ ἐξαίφνης γελάσητε. Καὶ γὰρ ὁ Ἀπόστολος εἶπεν, ὅτι τὸ ἔργον ἑκάστου τὸ πῦρ δοκιμάσει. Εἰ τοίνυν τὸ ἔργον οἶδε διελεῖν, πόσῳ μᾶλλον τὸ σχῆμα διακρινεῖ;

Ἐὰν γάρ τις ἐνδέδυται τὸ τῶν δικαίων σχῆμα δίκαιος ὤν, οὐκ ἀποβληθήσεται. Ἐὰν δέ τις ἐπισπῶται αὐτὸς ἀνάξιος ὤν, γυμνωθήσεται· οὗτός ἐστι περὶ οὗ λέγει τὸ Εὐαγγέλιον, ὅτι διχοτομήσει αὐτόν· τὸ γὰρ διαιρεθῆναι τὸ σχῆμα, καὶ τὸ ἀξίωμα αἰνίττεται. Εἴ τις τοίνυν ἐπίσκοπός ἐστι, διαιρεῖται τοῦ σχήματος καὶ τοῦ ἀξιώματος· εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡσαύτως δὲ καὶ οἱ λοιποί, οἱ ὄντες ἀνάξιοι, γυμνωθήσονται. Οὐ λέγει ἐπὶ τῶν ἔργων διχοτομήσειν, ἐπειδὴ τὸ πῦρ αὐτὰ καταφλέξει μετὰ τοῦ πράξαντος· περὶ ὀνόματος νῦν εἴρηται καὶ σχήματος.

Ἀπόλλυσι γὰρ τὴν εὐπρέπειαν, καὶ αἰσχύνην ἐνδύεται. Ἐὰν οὖν ἐστιν ἱμάτιον, αἰσχύνης ἐστὶ καὶ δόξης. Καὶ ἐν τῷ κόσμῳ ἴδιον σχῆμα ἔχουσιν οἱ ἐπὶ θάνατον ἀγόμενοι, καὶ ἴδιον οἱ ἐν ἀξιώματι προκόπτοντες. Ἐκ τῶν ἐπιγείων γάρ ἐστι μαθεῖν τὰ οὐράνια καὶ ἐκ τῶν ταλάντων τῶν δοθέντων τοῖς ὑπηρέταις τοῦ Χριστοῦ νοήσωμεν καὶ τὰ σχήματα καὶ τὰ ἀξιώματα. Οὐ πᾶσι δέδωκε τάλαντον ὁ Θεός, ἀλλὰ τοῖς ὑπηρετοῦσιν αὐτῷ δούλοις. Ἄρα οὖν καὶ οἱ μοναχοὶ τάλαντον ἔλαβον, ὡς ἐμοὶ καταφαίνεται· τῇ προαιρέσει γὰρ κατελήφθησαν. Τί οὖν καὶ τῷ σχήματι διαφέρονται πρὸς τοὺς ἐν τῷ κόσμῳ διάγοντας; Τὴν εὐσχημοσύνην διὰ τούτου σημαίνουσι καὶ τὴν οἰκείαν προαίρεσιν καταγγέλουσι. Κρίσις οὖν ἐστι περὶ τοῦ σχήματος, ἐπειδήπερ ἔχει ἐπαγγελίας δύναμιν. Ἐάν τις οὖν μὴ ποιήσῃ ὃ ἐπηγγείλατο, καὶ αὐτὸς ἀλλότριον σχῆμα ἐμπορεύεται. Τίνος δέ ἐστι τοῦτο τὸ σχῆμα ἀλλότριον, ἀλλ᾽ ἢ τῶν ποιούντων αὐτὸ ἀλλότριον;

Ἐπειδὴ περὶ ἀργοῦ λόγου κρινόμεθα, τί ἐστιν ἀργὸς λόγος; Ἐπαγγελία πίστεως ἔργον οὐκ ἔχουσα. Πιστεύει μὲν καὶ ὁμολογεῖ Χριστόν, ἀλλ᾽ ἀργεῖ μὴ ποιῶν ὃ προσέταξεν. Ἔστι καὶ ἐν ἑτέρῳ ἀργὸς λόγος, ὅτε τις ἐξομολογεῖται καὶ οὐ διορθοῦται· ὅτε μετανοεῖν λέγει, καὶ πάλιν ἁμαρτάνει. Καὶ ἡ καταλαλιὰ δὲ ἀργὸς λόγος ἐστίν, ὅτι ὁρᾷ τὸν διασυρέντα καὶ σιωπᾷ. Καὶ ὁ μὴ ἐλέγχων δὲ μετὰ παρρησίας, καὶ οὗτος καταλαλεῖ, ἐπειδήπερ ὃ λαλεῖ οὐκ ἔχει ὑπόστασιν. Καὶ ὁ ἀφ᾽ ἑαυτοῦ ψεῦδος συντιθείς, ἀργολογίαν ἐργάζεται, ἐπειδὴ τὸ μὴ πραχθὲν ἢ ὁραθὲν διηγήσατο.

Ἐν πᾶσι δὲ τούτοις ἐνεχόμεθα, ἀδελφοί· οὐ γὰρ ματαίως μοι τούτων παρῆκται ἡ ἔρευνα. Λέγω δὲ ἃ πάσχω ὡς ἰατροῖς, ἵνα πρὸς τὸ τραῦμα τὴν ἔμπλαστρον διὰ προσευχῆς εἰς θεραπείαν κατασκευάσητε. Σπεύδω τοίνυν ἐπιδιελθεῖν ὑμᾶς τὰς πράξεις τὰς ἐμαυτοῦ· ἐὰν γὰρ μὴ εἴπω τὴν ἀλήθειαν, ἐμαυτὸν ἀδικῶ. Εἰσὶ γὰρ πολλοὶ διὰ τὴν αἰδῶ κρύφια πάθη ποιοῦντες ἀνίατα· ἀλλ᾽ ἔσχατον λυποῦνται μὴ διηγησάμενοι. Εἰ δὲ μὴ λάθω ἐγὼ ἀπὸ τοῦ πλήθους τῶν ὄντων μοι ἀδικημάτων, οὐ κρύπτω μου τὴν αἰσχύνην. Κρεῖττον γάρ ἐστιν ἐπαιτοῦντα ζῆν ἢ αἰδούμενον λιμῷ ἀποθνῄσκειν οἰκτρῶς. Καὶ συμφερώτερόν ἐστι πονέσαντα ζῆν ἢ πρὸς βραχὺ ἀναπαέντα αὖθις ἐν ἀνιάτοις πόνοις γενέσθαι. Νεκρὸν ἄρα καὶ ὁ ἀεργὴς λόγος ἐν ἐμοὶ τόπον ἔχει τινά· οἶμαι ὅτι ὁ λόγος ἐν ἐμοὶ κατακέκρυπται. Τίς οὖν ἐστιν ὁ λόγος ὁ ἀεργής; Ὁ ἐν τῷ σχήματι διατρίβων, ὁ ἐν κακοῖς μετὰ ἐπίγνωσιν διαμένων, ὁ διδάσκων καλὸν ποιεῖν, αὐτὸς δὲ μὴ ποιῶν.

Οἶδα μὲν οὖν ὅτι πολλὰ ἔγραψα καὶ πρὸς ὑμᾶς, ἀδελφοί, καὶ πρὸς ἄλλους πλείονας, ἀλλὰ καὶ ἐν τῷ γράφειν ἐνόουν, ὅτι εἰς κατάκρισίν μου ἔφερον τὴν ἀκρίβειαν· καὶ ἐν τῷ πράττειν τὸ κακὸν ᾔδειν ὅτι πράττω, καὶ ποιῶν ἐπέμενον. Καὶ ἐσχηματισάμην ποιήσας τὸ δίκαιον ἄδικον, καὶ μοναχοὺς ἔκρινον περιφέρων τὸ σχῆμα ἐν ἐμοί. Ἀλλ᾽ ἔχω ἀπολογίαν τινὰ ἐν τοῖς εἰρημένοις, ὅτι οὐδένα ἐσκανδάλισα.

Κακὸν μὲν ἔπραξα, μάρτυρες δὲ τούτου οὔκ εἰσιν ἄνθρωποι· ἤλεγξα γράφων, ἀλλ᾽ οὐκ ἐβάρησα· τὴν ἀλήθειαν ἠδίκησα ἐν ἐλέει προσκλινόμενος, ἀλλ᾽ εἰς ἐμαυτὸν οὐκ ἐδαπάνησα τὸ τοιοῦτον· ἐδιοίκησα τροφὰς κακῶς ἀδελφοῖς, ἀλλὰ γένει οὐ προσένειμα· γαστέρας ἐπληροφόρησα, ἀλλ᾽ οὐκ ἐν πολυτελείᾳ· νηστείαν ἔλυσα, ἀλλ᾽ οὐχὶ καταφρονήσας· ψυχῆς ἐγκράτειαν ἠκριβωσάμην, πρὸς δὲ τὸν καιρὸν μετεβαλόμην· ψεύδει ἐπεσπόμην μενοῦνγε, ἀλλ᾽ οὐ τερπόμενος· εὐχῆς κατεφρόνησα, οὐ μέντοι τῇ ἀσεβείᾳ πεισθείς· ψαλμῳδίας ἠμέλησα, ἀλλ᾽ οὐκ ἐπὶ ἑτέροις κοσμικοῖς μετεωριζόμενος· ἔργου χειρῶν οὐκ ἐφρόντισα, τὸ δὲ βαρῆσαι παρῃτησάμην· ἐν πολλοῖς τόποις περιεφρόνησα τῆς ἀληθείας, ἀλλ᾽ οὐδένα ὅλως ἐσκανδάλισα.

Αἰτοῦμαι τοίνυν ὀρέξαι μοι χεῖρα ἐν ἐδάφει κυλινδουμένῳ. Θέλων γὰρ ἀναστῆναι, οὐ δύναμαι, ὅτι τὸ φορτίον τῆς ἁμαρτίας κατεβάρησέ με. Θέλω μὲν ἀναστῆναι, ἀλλ᾽ ἡ συνήθεια τῆς γῆς κατέχει με. Καὶ βλέπω μέν, ἀλλ᾽ ὡς ἐν γνόφῳ περιπατῶ καὶ ἐν σκοτώσει πολλῇ. Κινῶ τέ μου τὴν χεῖρα, ἀλλ᾽ ὅμως εἰμὶ ὥσπερ παράλυτος· καὶ εὔθυμος μέν εἰμι, ἀλλ᾽ ἀηδίζομαι. Εὔχομαι ἀπαλλαξείων, καὶ νηστεύων συνέχομαι. Προαίρεσιν καλὴν ἔχω, ἀλλ᾽ ὑπό τινος βίας ἐμποδίζομαι.

Φιλάδελφός εἰμι ἐπαισχυνόμενος, καὶ φιλόξενος οὐ δίκαιος. Εὐσεβής εἰμι θαλπόμενος, καὶ εὐεργετούμενος ἀγάπης ἀντιποιοῦμαι. Πρὸς ἐχθρούς εἰμι χαῦνος, ἀλλ᾽ οὐκ οἰκτίρμων, καὶ πρὸς ἀδικοῦντάς με μοχθηρός, ἀλλ᾽ οὐ κακὸν αἰνιττόμενος.

Πρὸς ἔγκλησιν ἀδιάφορος, καὶ οὐκ ἀμυνόμενος. Πρὸς δόξαν φιλόπονος, ἀλλ᾽ οὐκ εἰσπραττόμενος. Ἐν πᾶσι δὲ τοῖς ἔργοις μου, οὔτε σπουδαῖός τις εἰμί, οὔτε ἀκριβής. Διὰ τοῦτο καὶ ἐλέους ἐπιδέομαι ὡς παράλυτος. Τὸ γὰρ καλὸν ἔχων, μακρὰν αὐτοῦ ἵσταμαι, καὶ ποθῶν τὸ λυσιτελές, πλησίον αὐτοῦ οὐκ ἔρχομαι.

Καὶ τὴν βραχεῖαν κατανόησιν ἐκτρεπόμενος μήκοθεν οὐχ ἵσταμαι. Ἐν τούτοις οὖν μοι τυγχάνοντι πολλὴ ἐπιμέλεια ὀφείλεται. Ἐὰν οὖν σπεύσητε, οἶδα τοῦ Θεοῦ τὸ φιλάνθρωπον. Ἐξείλετο δήποτε καὶ Μωσῆς Μαρίαν τὴν ἀδελφὴν αὐτοῦ ἀπὸ τῆς λέπρας· καὶ Δαυῒδ τὸ γένος Ἰωνάθαν ἀπὸ κρίσεως Θεοῦ διὰ διάθεσιν· καὶ Ἠλίας τὸν υἱὸν τῆς χήρας ἀπὸ θανάτου· καὶ Ἐλισσαιὲ τὴν χήραν ἀπὸ πενίας, καὶ τὴν Σωμανῖτιν ἀπὸ πένθους. Ἀλλὰ καὶ ἐν τῷ Εὐαγγελίῳ πολλοὺς δι᾽ εὐχῶν ἐλυτρώσαντο πολλοί. Περὶ δὲ τοῦ Σωτῆρος τί χρὴ καὶ λέγειν;

Ὅτιπερ τὰ ἀδύνατα δυνατὰ κατέστησεν· ἐλυτρώσατο γὰρ ψυχάς, τὰς ἰσχυσάσας μὲν ἄλλοις παρασχεῖν παραμυθίαν, ἑαυτὰς δὲ ῥύσασθαι μὴ δυνηθείσας διὰ τὴν παράβασιν. Πάντα ἃ ἠκούσατε, ἅπερ δὲ καὶ ἐποιήσατε, ἀδύνατα καὶ δυνατά. Ἐν οἷς δύνασθε ἡμῖν βοηθῆσαι, ὡς ἐκεῖνοι, βοηθήσατε. Οἶδα γὰρ ὅτι καὶ τὰ ἀδύνατα συγχωρηθήσεται καὶ χαρισθήσεται τῷ πελάγει τῆς αὑτοῦ χάριτος. Ποιήσει δὲ δι᾽ ὑμᾶς δυσωπούμενος. Ὅσῳ γὰρ ὁ Θεὸς παρὰ τοὺς ἀνθρώπους ἀσύγκριτος, τοσοῦτον καὶ ὑμεῖς μὴ ἡττηθῆτε ἀξιούμενοι. Αὐτὸς γὰρ νικήσει πᾶσαν φιλανθρωπίαν τῆς κτίσεως, τῇ αὑτοῦ χρηστότητι. Ἔργον γὰρ ὑμῖν ἐστιν, ἅγιοι, πρεσβεύειν ὑπὲρ ἁμαρτωλῶν, Θεοῦ δὲ ἔργον ἐστὶ τοὺς ἀπεγνωσμένους ἐλεεῖν καὶ εἰσάγειν εἰς τὴν συναρίθμησιν τῆς ποίμνης αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι᾽ οὗ καὶ μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.