Ἔργον
Ἐφραίμ ὁ Σύρος – Ὅτι οὐ δεῖ γελᾶν ἀλλὰ πενθεῖν
Εξομολόγηση αμαρτιών και προτροπή σε μετάνοια
Επίγνωση της αμαρτωλότητας, αίτηση δακρύων κατανύξεως και παραίνεση της ψυχής για άμεση μετάνοια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εξομολόγηση αμαρτιών και προτροπή σε μετάνοια
Επίγνωση της αμαρτωλότητας, αίτηση δακρύων κατανύξεως και παραίνεση της ψυχής για άμεση μετάνοια.
Τί δὲ ποιήσω ἐγὼ ὁ ἁμαρτωλός, ὁ μὴ πενθῶν καὶ κλαίων ἐμαυτὸν μετὰ κατανύξεως; Λέγω γὰρ καὶ οὐ ποιῶ. Οἴμοι, πῶς καταφρονῶ; Οἴμοι, πῶς ἀμελῶ τῆς ἐμαυτοῦ σωτηρίας; Οἴμοι, ὅτι ἐν γνώσει ἁμαρτάνω. Οἶδα ἐν τῷ ποιεῖν με τὸ κακὸν καὶ οὐκ ἐκκλίνω ἐμαυτὸν τοῦ κακοῦ. Οἴμοι, ὅτι ἀναπολόγητός εἰμι· τοῖς γὰρ ῥήμασι λελόγισμαι παρεστῶσιν ἐκ δεξιῶν, τοῖς δὲ ἔργοις ἕστηκα ἐξ εὐωνύμων. Σοί, Κύριε, τῷ μόνῳ ἀγαθῷ καὶ ἀμνησικάκῳ ἐξομολογοῦμαι τὴν ἁμαρτίαν μου· καὶ ἐμοῦ γὰρ σιωπῶντος, σύ, Κύριε, γινώσκεις τὰ πάντα, καὶ οὐδὲν κρυπτὸν ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου.
Ἀλλ᾽ ἐπειδὴ σὺ εἶπας, Κύριε, διὰ τοῦ Προφήτου· λέγε πρῶτος σὺ τὰς ἁμαρτίας σου, ἵνα δικαιωθῇς· ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου· ὅτι διὰ μικρὰν ἡδονήν, τοῦ πυρὸς αἰωνίου κατεφρόνησα καὶ τῆς βασιλείας σου οὐκ ἀντεποιησάμην.
Τί οὖν ποιήσω ἐγὼ ὁ ἄθλιος τῶν ἀνθρώπων; Κλαύσω ἐμαυτὸν ἡμέρας καὶ νυκτός, ὥς ἐστι καιρὸς δεχθῆναι τὰ δάκρυα. Χάρισαί μοι, Κύριε, δάκρυα κατανύξεως, ὁ μόνος ἀγαθὸς καὶ ἐλεήμων, ὅπως ἐν αὐτοῖς ἱκετεύσω καθαρισθῆναί μου τὸν ῥύπον τῆς καρδίας. Οἴμοι, τί ποιήσω; Τὴν γέενναν τοῦ πυρὸς καὶ τὸ σκότος τὸ ἐξώτερον, ἔνθα ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Οἴμοι, τί ποιήσω; Τὸν τάρταρον καὶ τὴν ἀτελεύτητον βάσανον· τὸν ἰοβόλον καὶ ἀκοίμητον σκώληκα. Οἴμοι, τί ποιήσω; Τὴν ἀπειλὴν τῶν ἀγγέλων τῶν ἐπὶ τῶν κολάσεων, ὅτι φοβεροὶ καὶ ἀνελεήμονές εἰσι. Τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ καθίσας ἔκλαυσα νυκτὸς καὶ ἡμέρας, ἵνα Θεὸν δυσωπήσω ὃν παρώργισα;
Ἥμαρτες, ψυχή μου· μετανόει. Ἰδοὺ γὰρ αἱ ἡμέραι ἡμῶν παράγουσιν, ὡσεὶ σκιά. Ἔτι μικρὸν καὶ ἀπελεύσῃ ἐντεῦθεν. Φοβεροὺς τόπους μέλλεις διέρχεσθαι, ψυχή μου· μὴ ὑπέρθου ἡμέρας ἐφ᾽ ἡμέρας ἐπιστρέφειν πρὸς Κύριον.
Οἴμοι, ψυχή, ἐξεδίωξας διὰ τῶν ῥυπαρῶν πράξεων τὸ τοῦ Θεοῦ ἔλεος· μὴ δῷς ἀνάπαυσιν ἐν σεαυτῷ, μηδὲ σιωπήσαιτο κόρη ὀφθαλμῶν σου, προσπίπτουσα τῷ Ἀγαθῷ καὶ Φιλανθρώπῳ δοθῆναί σοι ἐξ ὕψους χάριν καὶ ἔλεος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.