Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πανοπλία πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Η πνευματική πανοπλία του μοναχού

Ανάλυση των στοιχείων της πνευματικής πανοπλίας, που περιλαμβάνει την πίστη, την ελπίδα, την αγάπη, την ταπεινοφροσύνη, τον τίμιο σταυρό και την προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 7

Περὶ πανοπλίας, πρὸς τοὺς μοναχούς Τοιαύτην πανοπλίαν ὀφείλει κεκτῆσθαι ὁ βουλόμενος ἀγωνίζεσθαι ὑπὲρ Χριστοῦ, ὅπως δυνηθῇ ἀντιστῆναι τῷ Διαβόλῳ καὶ εὐδοκιμῆσαι ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν. Ποία δέ ἐστιν ἡ πανοπλία, μοναχέ; Ἄκουε! Ἀνάλαβε ἀντὶ θώρακος πίστιν, ὡς κόκκον σινάπεως, εἰς τὴν ὁμοούσιον καὶ ἀδιαίρετον Τριάδα· ὁ γὰρ κόκκος τοῦ σινάπεώς ἐστιν ὅλως στρογγύλος, μὴ ἔχων σχισμὴν ἢ γωνίαν, ἀλλ᾽ ὅλως στρογγύλος καὶ ὥσπερ ζέων. Ταύτην κτησάμενος ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος, ὁμολογήσας τοῦ Θεοῦ τοῦ ζῶντος εἶναι Υἱὸν τὸν Χριστόν, τὰς κλεῖδας τοῦ οὐρανοῦ ἔλαβε, καὶ ἔλαβεν ἐξουσίαν οὐρανίων καὶ ἐπιγείων.

Ταύτην οὖν τὴν τελείαν πανοπλίαν κτῆσαι, ἀδελφέ μου, ἵνα καὶ σὺ λάβῃς χάρισμα παρὰ Θεοῦ· ὁ γὰρ ἔχων ταύτην τὴν ἀγάπην καὶ τὴν τελείαν πίστιν, πάντως χαρίσματός τινος ἀξιοῦται, ὡς καὶ Κύριος ἐδίδαξε, λέγων· ὅτι, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται ὑμῖν.

Βλέπεις ὅτι χαρίσματος ἀξιοῦται; Δίδοται αὐτῷ πνεῦμα συνέσεως χάρισμα· ὅτε γάρ τις πιστεύσει, τότε συνιεῖ. 〈Δίδοται αὐτῷ〉 καὶ τοῦ μὴ κατακρίνειν τὸν πλησίον. Εἶτα λόγος σοφίας, εἶτα χαρίσματα ἰαμάτων· ἰᾶται γὰρ τοὺς ἀσθενοῦντας τῇ πίστει, καὶ διεγείρει τοὺς καταπίπτοντας τῇ καρδίᾳ· πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Ἀλλ᾽ εἰσὶ μέν τινες ἔχοντες πίστιν, καὶ οὐχὶ ἔργα. Αὕτη οὖν οὐκ ἔστι πίστις, νεκρὰ γάρ ἐστιν· ἡ γὰρ πίστις, φησί, χωρὶς τῶν ἔργων νεκρά ἐστιν. Ὁ ἔχων πίστιν, καὶ ἐργαζόμενος τὰ ἔργα αὐτῆς, αὐτὸς ἔχει τὴν πίστιν τὴν ὡς κόκκον σινάπεως ζέουσαν.

Ταύτην οὖν κτῆσαι, ἀδελφέ μου, καὶ γίνου σῷος καὶ ὁλόκληρος τῇ πίστει, καὶ ζέων τῇ προαιρέσει εἰς τὰς ἐντολὰς τοῦ Σωτῆρος ἡμῶν· ἵνα καὶ σὺ ἀκούσῃς παρ᾽ αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.

Ἀγαθὸν ὠνόμασεν ὁ Κύριος διὰ τὰ ἔργα· πιστὸν διὰ τὴν πίστιν. Ἀντὶ δὲ περικεφαλαίας ἐλπίδα τῶν μελλόντων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου [οὐκ] ἀνέβη· εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι. Αὕτη γὰρ ἡ ἐλπὶς ἰσχυρὰν παράκλησιν σοὶ παράσχῃ ἐν ταῖς κακουχίαις καὶ θλίψεσι, καὶ εὐφρανεῖ σε ἡ μνήμη αὐτῆς. Ταύτῃ γὰρ προσεῖχον οἱ μακάριοι μάρτυρες τοῦ Χριστοῦ, ἐν τοῖς ἑρμηταρίοις, καὶ ταῖς δειναῖς καὶ ποικίλαις τιμωρίαις, καὶ τῇ δριμύτητι τοῦ πυρός. Ταύτην εἶχον πρὸ ὀφθαλμῶν, τὴν ποθουμένην ἐλπίδα· διὸ καὶ πάντα προθύμως καὶ εὐχαρίστως ὑπέμειναν, ἵνα αὐτῆς κατατύχωσι· καὶ Μωυσῆς γὰρ ταύτην μισθαποδοσίαν τεθεικὼς πρὸ ὀφθαλμῶν αὐτοῦ, ἠρνήσατο λέγεσθαι υἱὸς βασιλίσσης· τῶν Αἰγύπτου θησαυρῶν κρείττω προτιμήσας αὐτὴν εἶναι· διὸ καὶ εἵλετο μᾶλλον συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν. Ταύτην 〈τὴν〉 ἐλπίδα τίθου πάντοτε ἀδιαλείπτως πρὸ ὀφθαλμῶν σου, ἀδελφέ, ἵνα ὁ πόθος αὐτῆς μὴ ἐάσει σε λογίζεσθαί τι τῶν οὐ μενόντων· οὐ μόνον δέ, ἀλλὰ διεγείρει σου τὴν προθυμίαν πρὸς πᾶν ἔργον ἀγαθόν.

Ἀντὶ δὲ ζώνης ζῶσαι τὴν τελείαν ἀγάπην πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν πλησίον· αὕτη γὰρ ποιεῖ σε τρέχειν καὶ μὴ ἐμποδίζεσθαι· ὁ γὰρ ἀναζωννύμενος πάντα ὑπερπηδᾷ εὐχερῶς καὶ ἀκωλύτως· πόσῳ γε μᾶλλον ὁ ζωσάμενος τὴν ἀγάπην, πάντα εὐχερῶς διαβαίνει; Ἡ γὰρ ἀγάπη, φησί, πάντα στέγει, πάντα ὑπομένει· διὸ πλήρωμα νόμου ἡ ἀγάπη. Ταύτην γὰρ ἐκτήσατο ὁ μακάριος Παῦλος, εἰπών· τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;

Βλέπεις συμπάθειαν ἀγάπης; Ὦ μακάριε Παῦλε, διατί οὕτω γαλλάζεις δι᾽ ἐμέ; Μὴ σὺ μέλλεις ὑπὲρ ἐμοῦ κολάζεσθαι; Σὺ ἅπαξ τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, καὶ ἀπόκειταί σοι ὁ τῆς δικαιοσύνης στέφανος. Καὶ τί πλέον ζητεῖς;

Διατί θλίβεις σεαυτόν, καὶ ἀσθενεῖς δι᾽ ἐμέ; Ναί, ἡ ἀγάπη με ἀναγκάζει. Βλέπεις ἀγάπην; Καὶ πληρώσας τὸν νόμον δι᾽ αὐτῆς, σῶμα φθαρτὸν περιβεβλημένος, ἕως τρίτου οὐρανοῦ ἀνελθεῖν ἠξιώθη, καὶ ἀκοῦσαι ῥήματα, ἃ οὐκ ἐξὸν ἄνθρωπον λαλῆσαι.

Ἀντὶ δὲ ὑποδήματος τὴν ταπεινοφροσύνην· ὥσπερ γὰρ τὸ ὑπόδημα καταπατεῖται, οὕτω καὶ ὁ κεκτημένος τὴν ταπεινοφροσύνην σπουδάζει τοῦ καταπατεῖσθαι ὑπὸ πάντων. Καὶ σύ, ἀδελφέ, κτῆσαι τὴν ταπείνωσιν· αὕτη γὰρ ὑπόδημά ἐστιν, οὐ σαρκικόν, ἀλλὰ πνευματικόν· καὶ διαφυλάξει σε μήποτε προσκόψεις πρὸς λίθον τὸν πόδα σου· λίθος γὰρ ὁ Χριστός. Ἡ ταπείνωσίς σου διαφυλάξει σε, ὅπως μὴ προσκρούσῃς τῷ Χριστῷ. Καὶ γὰρ ὁ μακάριος Δαυῒδ ταύτην κτησάμενος εἶπεν· ἐγὼ σκώληξ καὶ οὐκ ἄνθρωπος.

Βλέπεις βασιλέως καὶ προφήτου ταπείνωσιν; Ἔβλεπεν ἐνώπιον αὐτοῦ τὸν Κύριον διαπαντός, ὅτι ἐκ δεξιῶν αὐτοῦ ἦν, φυλάσσων αὐτόν, ἵνα μὴ σαλευθῇ, τουτέστιν, ἵνα μὴ πέσῃ εἰς ἁμαρτίαν. Βλέπεις, ἀγαπητέ, πῶς ἀγαπᾷ ὁ Θεὸς τὴν ταπείνωσιν; Καὶ σφόδρα ἐγγίζει τῷ κεκτημένῳ αὐτήν; Καὶ πάντοτε ἐφορᾷ εἰς αὐτήν, καθὼς γέγραπται· ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν· καὶ πάλιν· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς πένητα ἀποβλέπουσι;

Πένητα ἀκούων, ἀγαπητέ, μὴ νομίσῃς ἀπὸ χρημάτων· καὶ γὰρ πολλοὶ βασιλεῖς εὐηρέστησαν τῷ Θεῷ, καὶ πολλοὶ πτωχοὶ ἀπώλοντο· ἀλλὰ πένητα λέγει πτωχὸν τῷ πνεύματι, κατὰ τὸ εἰρημένον· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ναί, ἀγαπητέ, ταπεινώθητι ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα σε ὑψώσῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἣν ἐπηγγείλατο ὁ Σωτὴρ ἡμῶν τοῖς ταπεινοῖς.

Ἀντὶ δὲ ἀσπίδος, περίφραττε σεαυτὸν τῷ τιμίῳ σταυρῷ κατασφραγιζόμενος πάντα σου τὰ μέλη καὶ τὴν καρδίαν. Μὴ μόνον τῇ χειρὶ σφραγιζόμενος, ἀλλὰ καὶ τοῖς λογισμοῖς σφράγιζε· καὶ τὰ ἐπιτηδεύματά σου, καὶ τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου ἐν παντὶ καιρῷ, τὴν καθέδραν σου, καὶ τὴν ἔγερσίν σου, τὴν κλίνην σου, καὶ πάντα ὅσα διέρχῃ. Σφράγιζε πρῶτον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος Ἁγίου· σφόδρα γὰρ ἰσχυρόν ἐστι τὸ ὅπλον τοῦτο, καὶ οὐδεὶς δύναταί σε βλάψαι ποτέ, τούτῳ τῷ ὅπλῳ περιπεφραγμένου σου. Εἰ γὰρ ἐπιγείου βασιλέως ὁ φορῶν τὴν σφραγῖδα, οὐδεὶς δύναται κακοποιῆσαι αὐτόν, πόσῳ μᾶλλον ἡμεῖς τοιαύτην σφραγῖδα φοροῦντες, ἐπουρανίου βασιλέως μεγάλου, οὐδενὸς ἀντιποιούμεθα; Τούτῳ οὖν τῷ ὅπλῳ περισσοτέρως χρῷ, ἀδελφέ μου, σφόδρα γὰρ ἀντίκειται τοῖς βέλεσι τοῦ Ἐχθροῦ, μᾶλλον δὲ τῇ ῥομφαίᾳ αὐτοῦ, τῇ πικρᾷ καὶ δεινῇ ὀξυχολίᾳ· αὕτη γὰρ ὥσπερ μάχαιρα δίστομος εἰς μίαν ῥοπὴν ἀπόλλει τὸν κρουόμενον ὑπ᾽ αὐτῆς, καθὼς γέγραπται· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ πτῶσις αὐτοῦ. Διό, ἀδελφέ μου, μηδέποτε ἀμέλει τοῦ σφραγίζεσθαι, καὶ καταλύεις τὰς παγίδας, ἃς ἔκρυψέ σοι ὁ Διάβολος. Γέγραπται γάρ, ὅτι ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Σφραγίζου οὖν πάντοτε, καὶ κακὸν οὐ μὴ ἅψηται τοῦ πνεύματός σου.

Ἀντὶ δὲ τόξου, τεῖνέ σου τὰς χεῖρας εἰς προσευχήν, καθὼς γέγραπται· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου. Ἀληθῶς γὰρ τόξον χαλκοῦν ἐστι κατὰ τῶν ἐχθρῶν χεῖρες ἐκτεταμέναι εἰς προσευχὴν ἐν γνώσει, καθάπερ καὶ τὸ βέλος εὐστόχως πεμπόμενον ὑπὸ τοῦ τεινάσαντος αὐτό. Ἐὰν ἐάσῃς τὸν λογισμὸν ῥέμβεσθαι, γίνῃ ὡς κατέχων τόξον, τὸ δὲ βέλος μὴ εὑρίσκων πέμψαι κατὰ τοῦ ὑπεναντίου, εἰς ἀπέραντα αὐτὸ ῥίπτων· καί ποτε πτοήσῃ τὸν Ἐχθρόν σου τοῦτο τὸ τραῦμα, ἐν τῷ κατέχειν σε τόξον, τὸ δὲ βέλος μὴ πέμπειν κατ᾽ αὐτοῦ, ἀλλὰ εἰς ἀπέραντα. Οἷόν τι λέγω· ὅταν γὰρ ἐν γνώσει τις εὔχεται, καὶ οὐκ ἐᾷ τοὺς λογισμοὺς ῥέμβεσθαι, καὶ συνιεῖ τις τίνι ἐντυγχάνει καὶ τίνι ὁμιλεῖ, τότε προσεγγίζει τῷ Θεῷ ἡ προσευχὴ αὐτοῦ. Τότε οὖν πονεῖ τῷ Ἐχθρῷ σφόδρα, ὥσπερ ὑπὸ βέλους κρουσθεὶς εἰς τὴν καρδίαν· ἐπειδὴ γὰρ καὶ ἡ ψυχὴ πλείονα προκόπτει διὰ τῆς χάριτος. Αὐτὸς δὲ ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου γινόμενος φεύγει· καταδιώκεται γὰρ ὑπὸ τοῦ Ἀγγέλου τοῦ Θεοῦ. Ἰδοὺ διατί πονεῖ αὐτῷ τὸ ἐν γνώσει εὔχεσθαι, καὶ ἀνδρίζεται τὸ αἰχμαλωτεύειν τὸν λογισμόν.

Σὺ οὖν, ἀδελφέ μου, ἐν γνώσει εὔχου. Καὶ ἐὰν διασκεδάσῃ σου τὴν διάνοιαν ἐν τῷ σε προσεύχεσθαι, εἴτε διὰ τῶν ὀφθαλμῶν, ἢ ἐξ ἄλλης οἵας δήποτε προφάσεως, γνῶθι ὅτι αὐτοῦ ἐστιν ἡ ἐργασία, καὶ μὴ σπουδάσῃς τοῦ τελέσαι τὴν εὐχήν σου. Ἀλλὰ ἀνακρίνας ἑαυτὸν ὀλίγον, ἐπισύναξόν σου πάλιν τὴν διάνοιαν, καὶ οὕτως εὔξαι ἐν γνώσει, ἵνα γινώσκῃς περὶ ὧν αἰτεῖσαι τὸν Θεόν, καὶ διατί αὐτὸν αἰτεῖσαι· ἵνα μὴ ἀκαίρως βαττολογῇς καὶ πολυλογῇς. Καὶ γὰρ τοῦτο ἔργον ἐστὶ τοῦ Σατανᾶ· ὅπως ἀκοντίσῃ τὸν λογισμὸν εἰς ἀπέραντα, καὶ μὴ ἐάσῃ τὸν ἄνθρωπον ἐμμεῖναι περὶ οὗ ἐπείγεται· οἶδε γὰρ ὅτι, ἐὰν ἐμμείνῃ ὁ ἄνθρωπος δεόμενος, ὁ ποιήσας αὐτὸν εἰσακούσεται αὐτοῦ, κἂν μυρία ἁμαρτωλὸς τυγχάνῃ.

Διὰ τοῦτο οὖν παρεισφέρει τὴν πολυλογίαν καὶ βαττολογίαν, ἵνα ὁ λογισμὸς ἐκκρουσθεὶς ἀκοντισθῇ εἰς ἀπέραντα. Καὶ λοιπὸν ἄλλα θεωροῦμεν καὶ λογιζόμεθα καὶ λαλοῦμεν ἐν τῇ διανοίᾳ ἡμῶν, τῶν χειρῶν ἐκτεταμένων.

Διό, ἀδελφέ μου, περὶ οὗ ἐπείγει καὶ περὶ ὧν ἐστὶν ἐν παντὶ καιρῷ χρεία, περὶ τούτων αἰτοῦ τὸν Θεόν. Βλέπε γὰρ τοὺς δύο τυφλοὺς προσερχομένους αὐτῷ καὶ βοῶντας, ἐλέησον ἡμᾶς, Υἱὲ Δαυΐδ. Καὶ τί πρὸς αὐτοὺς ὁ Κύριος; Τί θέλετε ἵνα ποιήσω ὑμῖν; Οἱ δὲ τὸν πόνον καὶ τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτῶν ᾐτήσαντο, τὸ ἀνοιγηθῆναι αὐτῶν τοὺς ὀφθαλμούς. Μὴ εἶπαν, δὸς ἡμῖν τίποτε, ὧν καὶ χρείαν ἔχομεν κατ᾽ ἀλήθειαν; Μὴ εἶπαν, δὸς ἡμῖν ἱμάτιον, ὅτι πτωχοὶ ἐσμέν; Ἀλλ᾽ ᾐτήσαντο περὶ οὗ ἐπείγοντο. Βλέπε δὲ καὶ τὴν Χαναναίαν κράζουσαν ὀπίσω τοῦ Κυρίου καὶ λέγουσαν· ἐλέησόν με, Κύριε, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.