Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πανοπλία πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Η έλευση της τελικής Κρίσεως και η ματαιότητα των εγκοσμίων

Εσχατολογική αναφορά στο φοβερό βήμα του Κριτή, τον έλεγχο των παθών και την οριστική εξαφάνιση της κοσμικής δόξας, του πλούτου και της ανθρώπινης σοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 7

Ἀντὶ ῥομφαίας σπάσαι τὸν φόβον τοῦ Θεοῦ· ὥσπερ γὰρ μάχαιρα δίστομός ἐστι, συγκόπτων πᾶσαν ἐπιθυμίαν πονηράν. Λάμβανε οὖν κατὰ νοῦν πάντοτε τὸν φόβον τοῦ Θεοῦ, μιμνῃσκόμενος τὴν ἐσχάτην ἡμέραν τὴν φοβεράν, ὅταν οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκονται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται· ὅταν τὰ ἄστρα ὡς φύλλα πεσοῦνται, ἥλιος καὶ ἡ σελήνη σκοτισθήσονται, καὶ οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὅταν φανερωθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ κατέλθῃ ἀπ᾽ οὐρανῶν ἐπὶ τὴν γῆν, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· Ἀγγέλων καταδρομαί, φωναὶ τῶν σαλπίγγων ἐπερχόμεναι· πῦρ ἐναντίον αὐτοῦ καιόμενον καὶ διατρέχον κατακαῦσαι τὴν οἰκουμένην· κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά, σεισμοὶ φοβεροὶ καὶ κεραυνοί, οἳ οὐδέποτε ἐγένοντο ἕως ἐκείνης τῆς ἡμέρας· ὥστε καὶ αὐτὰς 〈τὰς〉 δυνάμεις τῶν οὐρανῶν τρόμῳ μεγάλῳ συλληφθῆναι.

Οὐκοῦν ἡμᾶς ποταποὺς δεῖ εἶναι τότε, ἀδελφοί μου; Ποῖος φόβος, ποία φρίκη λήψεται ἡμᾶς; Κατανόησον, ἀδελφέ, τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ὅτι οὐκ ἴσχυσαν βαστάζειν τὸν γνόφον καὶ τὸν ζόφον καὶ τὰς φωνὰς τῶν σαλπίγγων, καὶ τὴν φωνὴν τοῦ λαλοῦντος ἐκ μέσου τοῦ πυρός, ἀλλ᾽ ἐσπούδασαν τοῦ μὴ προστεθῆναι αὐτοῖς λόγον· οὐδὲ γὰρ ἔφερον κατὰ ἀλήθειαν τὸ διαστελλόμενον, καίπερ οὐ μετὰ φόβου κατῆλθεν, οὐδὲ μετ᾽ ὀργῆς ἐλάλει πρὸς αὐτούς, ἀλλ᾽ ἐν παρακλήσει πληροφορῶν αὐτοὺς ὅτι ἔστι Θεὸς μετ᾽ αὐτῶν.

Ἄκουσον οὖν, ἀδελφέ μου· εἰ μετὰ παρακλήσεως οὐκ ἰσχύσαμεν οἱ ἄνθρωποι βαστάσαι τὴν ἔλευσιν αὐτοῦ, ὅτε οὔτε οὐρανοὶ ἐλύθησαν πυρούμενοι, οὔτε γῆ καὶ τὰ ἐν αὐτῇ κατεκάησαν, οὔτε σάλπιγγες ἤχησαν, καθὼς μέλλει ἡ σάλπιγξ ἐκείνη βοᾶν καὶ ἐξυπνῆσαι τοὺς ἀπ᾽ αἰῶνος νεκρούς, οὔτε πῦρ κατακλύζον τὴν οἰκουμένην, οὔτε τις τῶν μελλόντων γίνεσθαι φόβων ἐγίνετο, καὶ οὐκ ἰσχύσαμεν βαστάσαι, τί ποιήσομεν οὖν, ὅταν κατέλθῃ μετὰ θυμοῦ καὶ ὀργῆς ἀνυποστάτου, καὶ καθίσῃ ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ, καὶ προσκαλέσῃ τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, ἀπὸ πάντων τῶν περάτων αὐτῆς, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ;

Οἴμοι, ἀγαπητοί μου! Ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς, ὅταν παριστάμεθα γυμνοὶ καὶ τετραχηλισμένοι; Ποῦ τότε ἡ περπερότης; Ποῦ τότε ἡ ἀνδρεία τῆς σαρκός; Ποῦ δὲ καὶ τὸ ψευδὲς καὶ ἀνωφελές; Οἴμοι, οἴμοι! Πῶς μέλλομεν εἰσάγεσθαι εἰς τὸ φρικτὸν βῆμα! Ποῦ τότε ἡ ἡδυφωνία τῶν ἀνθρώπων; Ποῦ τότε ἡ παρρησία ἡ ἀναιδὴς 〈καὶ〉 ἀναίσχυντος; Ποῦ τότε ἡ ἡδονὴ τῆς ἁμαρτίας ἡ ἀκάθαρτος καὶ σιχαντὴ ἀληθῶς; Ποῦ τότε οἱ τὴν κόπρον τῶν ἀρρένων ἡδονὴν ἡγούμενοι;

Ποῦ τότε οἱ μετὰ τυμπάνων καὶ μουσικῶν τὸν οἶνον πίνοντες; Ποῦ τότε ἡ καταφρονία τῶν ἐν ἀφοβίᾳ διαγόντων; Ποῦ τότε ἡ τρυφὴ καὶ ἡ σπατάλη; Πάντα παρῆλθε, καὶ ὡς χαῦνος ἀὴρ διεχύθησαν. Ποῦ τότε ἡ φιλαργυρία καὶ ἡ φιλοκτημοσύνη;

Ποῦ τότε ἡ ἀπάνθρωπος ὑπερηφανία, ἡ πάντας βδελυσσομένη καὶ αὐτὴν μόνην λογιζομένη εἶναί τι; Ποῦ τότε ἡ κενὴ καὶ ματαία ἀνθρωπίνη προκοπὴ καὶ δόξα; Ποῦ τότε ἡ τυραννία; Ποῦ τότε βασιλεύς; Ποῦ ἄρχων; Ποῦ οἱ ἐπ᾽ ἐξουσιῶν· οἱ γαυριῶντες ἐπὶ πλήθει πλούτου καὶ Θεοῦ καταφρονοῦντες; Ποῦ ἡγούμενοι;

Τότε ἰδόντες, οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτούς! Ἐκεῖ ὠδῖνες ὡς τικτούσης. Ἐν πνεύματι βιαίῳ συντριβήσονται τότε. Ποῦ τότε ἡ σοφία τῶν σοφῶν; Ποῦ τὰ μάταια αὐτῶν πανουργεύματα; Οὐαί! Ἐταράχθησαν, ἐσαλεύθησαν, ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Ποῦ τότε σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου τοῦ ματαίου;