Ἔργον
Ἐφραίμ ὁ Σύρος – Πανοπλία πρὸς μοναχούς
Η αιώνια ανταπόδοση των ανθρώπων
Απεικόνιση της μακαριότητας της Βασιλείας των Ουρανών για τους δικαίους και περιγραφή των αιώνιων κολαστηρίων για τους αμαρτωλούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αιώνια ανταπόδοση των ανθρώπων
Απεικόνιση της μακαριότητας της Βασιλείας των Ουρανών για τους δικαίους και περιγραφή των αιώνιων κολαστηρίων για τους αμαρτωλούς.
Ἀδελφέ μου, ἀναλόγισαι ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς διδόντας ἀπόλογον καθ᾽ ἕν, ὧν ἐπράξαμεν, εἴτε μικρῶν, εἴτε μεγάλων· ἕως γὰρ ἀργοῦ ῥήματος ἀπολογίαν δίδομεν τῷ δικαίῳ Κριτῇ. Ποταποὺς δεῖ εἶναι ἡμᾶς ἐν τῇ ὥρᾳ ἐκείνῃ ἐνώπιον αὐτοῦ; Ποία δὲ χαρὰ διαδέξεται ἡμᾶς ἀφοριζομένους ἐκ δεξιῶν τοῦ Βασιλέως;
Ποταποὺς δεῖ εἶναι ἡμᾶς, ὅταν ἀσπάζωνται ἡμᾶς πάντες οἱ δίκαιοι ἐκεῖ; Ἀσπάζεταί σε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· Μωυσῆς, Νῶε, Ἰὼβ καὶ Δαυΐδ· οἱ ἅγιοι Προφῆται καὶ οἱ Ἀπόστολοι· οἱ Μάρτυρες καὶ [γὰρ] πάντες οἱ Ἅγιοι οἱ Θεῷ εὐαρεστήσαντες ἐν τῇ ζωῇ τῆς σαρκὸς αὐτῶν· καὶ ὅσους ἀκούεις ἐντεῦθεν καὶ θαυμάζεις αὐτῶν τὸν βίον, καὶ ἤθελες ἄρτι τοῦ θεάσασθαι αὐτούς. Καὶ αὐτοὶ ἔρχονται ἐκεῖ πρός σε, καὶ περιπτύσσονταί σε, καὶ ἀσπάζονται ἀγαλλιῶντες ἐπὶ τῇ σωτηρίᾳ σου.
Ποταποὺς δεῖ εἶναι ἡμᾶς τότε; Ποταπὴν χαρὰν εἶναι ἐκείνην τὴν ἀνεκλάλητον [ἔχειν], ὅταν εἴπῃ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν ῥήματα ἱλαρότητος, λέγων· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν;
Τότε, ἀδελφέ μου, λήψῃ τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, καὶ τοῦ λοιποῦ Χριστῷ συμβασιλεύσεις. Τότε κατακληρονομήσεις ἐκεῖνα τὰ ἀγαθά, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Τότε λοιπὸν ἀμέριμνος ἔσῃ, μηκέτι πτοούμενος μηδεμίαν πτόησιν.
Ἀναλόγισαι, ἀδελφέ μου, οἷον ὑπάρχει τὸ βασιλεῦσαι ἐν οὐρανοῖς, καθὼς προείπομεν· δέξῃ γὰρ τὸ διάδημα ἐκ χειρὸς Κυρίου, καὶ βασιλεύσεις τοῦ λοιποῦ σὺν Χριστῷ. Ἀναλόγισαι, ἀδελφέ μου, οἷόν ἐστι βλέπειν αὐτοῦ τὸ πρόσωπον διαπαντός.
Οἷόν ἐστιν αὐτὸν ἔχειν φωστῆρα· τότε γὰρ οὐκ ἔσται σοι ὁ ἥλιος φῶς ἡμέρας, καθὼς ὁ Ἠσαΐας φησίν, οὐδὲ ἡ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ᾽ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ Θεὸς δόξα σου. Ἰδού, ἀδελφέ, οἵα χαρὰ ἀπόκειται τοῖς φοβουμένοις αὐτὸν καὶ τοῖς φυλάσουσι τὰς ἐντολὰς αὐτοῦ. Ἀναλόγισαι δὲ μετὰ ταῦτα καὶ τὴν ἁμαρτωλῶν ἀπώλειαν, ὅταν ἔσονται εἰς τὸ βῆμα τὸ φοβερόν· οἵα αἰσχύνη αὐτοὺς λήψεται ἐνώπιον τοῦ δικαίου Κριτοῦ, μὴ ἔχοντας λόγον ἀπολογίας· οἵα ἐντροπὴ λήψεται αὐτούς, ἀφοριζομένους ἐξ εὐωνύμων τοῦ Βασιλέως· οἷον σκότος ἐπιπέσει ἐπ᾽ αὐτοὺς ὅταν λαλήσῃ πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξῃ αὐτούς, λέγων· πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ Σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Οἴμοι, οἴμοι! Οἵαν θλῖψιν καὶ στενοχωρίαν ἕξει τὸ πνεῦμα αὐτῶν, ὅταν γένηται κραυγὴ πάντων λεγόντων· ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. Οἴμοι, οἴμοι! Οἷον ἀλαλάξουσι κοπτόμενοι καὶ θρηνοῦντες, ἀπαγόμενοι κολασθῆναι πικρῶς εἰς ἀτελευτήτους αἰῶνας! Οἴμοι, οἴμοι! Οἷος ὁ τόπος, ὅπου ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, ὁ καλούμενος τάρταρος, ὃν καὶ αὐτὸς Σατανᾶς φρίσσει!
Οἴμοι, οἵα ἐστὶν ἡ γέεννα τοῦ πυρὸς τοῦ ἀσβέστου! Οἴμοι, οἷός ἐστιν ὁ ἀκοίμητος καὶ ἰοβόλος σκώληξ! Οἴμοι, οἷον δεινόν ἐστι τὸ σκότος ἐκεῖνο τὸ αἰώνιον! Οἴμοι, οἷοί εἰσιν οἱ Ἄγγελοι ἐπὶ τῶν κολάσεων ἄσπλαχνοι, ἀνελεήμονες! Ὀνειδίζουσι καὶ ἐπιπλήττουσι δεινῶς.
Τότε 〈οἱ〉 κολαζόμενοι κεκράξονται ἐκτενῶς, καὶ οὐκ ἔστιν ὁ σῴζων· 〈κεκράξονται〉 πρὸς Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν. Τότε γνώσονται ὅτι μάταια αὐτῶν ἀπέβη πάντα τὰ τοῦ βίου, καὶ ἃ ἐδόκησαν ἐνταῦθα ἐν ἡδονῇ εἶναι, χολῆς καὶ ἰοῦ πικρότερα εὑρέθησαν. Ποῦ τότε ἡ ψευδώνυμος ἡδονὴ τῆς ἁμαρτίας;
Ἄλλη γὰρ ἡδονὴ οὐκ ἔστιν εἰμὴ τὸ φοβεῖσθαι τὸν Θεόν. Ἀληθῶς ἡδονή ἐστι τοῦτο. Ἀληθῶς τοῦτο [οὐκ ἔστι τοιοῦτον, ἀλλ᾽] ὡς ἐκ στέατος καὶ πιότητος ἐμπιπλᾷ τὴν ψυχήν. Τότε καταγνώσουσιν αὑτῶν καὶ τῶν ἔργων, ὧν ἔπραξαν. Τότε ὁμολογήσουσιν ὅτι δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἠκούομεν ταῦτα, καὶ οὐκ ἠθελήσαμεν ἐπιστρέψαι ἀπὸ τῶν πονηρῶν ἡμῶν πράξεων. Καὶ τότε οὐδὲν ἀνοίσουσιν ταῦτα λέγοντες.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.