Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Πανοπλία πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Ο πνευματικός πόλεμος και η μελέτη των θείων Γραφών

Νουθεσίες για την αντιμετώπιση των μεθοδειών του διαβόλου μέσω της πνευματικής νήψεως, της αδιάλειπτης προσευχής και της ταπεινής μελέτης του θείου λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 7

Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, ταῦτα προσδοκῶντες σπουδάσωμεν ἄσπιλοι καὶ ἄμωμοι εὑρεθῆναι ἐν εἰρήνῃ. Ὅταν ἐπέλθῃ σοι πονηρά τις ἐπιθυμία, ἔκσπασαι ταύτην τὴν μάχαιραν, τουτέστι ἀναλόγισαι τὸν φόβον τοῦ Θεοῦ, καὶ συγκόπτεις πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ.

Ἀντὶ δὲ σάλπιγγος ἔχε τὰς θείας Γραφάς· καθ᾽ ὃν γὰρ τρόπον ἡ σάλπιγξ βοῶσα ἐπισυνάγει τοὺς στρατιώτας, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ βοῶσαι πρὸς ἡμᾶς, ἐπισυνάγουσιν ἡμῶν τοὺς λογισμοὺς εἰς τὸν φόβον τοῦ Θεοῦ· καὶ γάρ εἰσιν οἱ λογισμοὶ ἡμῶν δίκην στρατιωτῶν, καὶ γὰρ ἀντιπολεμοῦσι πρὸς τοὺς ἐχθροὺς τοῦ Βασιλέως. Καὶ πάλιν ὃν τρόπον ἡ σάλπιγξ βοῶσα ἐν καιρῷ πολέμου διεγείρει τῶν γενναίων καὶ ἀγωνιστῶν καὶ προθύμων τὴν προθυμίαν κατὰ τῶν ἀντιδίκων, οὕτω καὶ αἱ θεῖαι Γραφαὶ διεγείρουσί σου τὴν προθυμίαν εἰς τὸ ἀγαθόν, καὶ ἀνδρίζουσί σε κατὰ τῶν παθῶν.

Διό, ἀδελφέ μου, ὅσον δύνασαι, ἀνάγκαζε σεαυτὸν πυκνότερον συντυγχάνειν αὐταῖς, ὅπως ἐπισυνάξωσί σου τοὺς λογισμούς, οὓς διασκορπίζει ὁ Ἐχθρὸς τῇ αὑτοῦ μηχανίᾳ, ὑποβάλλων ἀκαίρους ἐνθυμήσεις, ἢ καὶ θλίψεις πολλάκις εἰσφέρων, ἢ εὐημερίας καὶ εὐρυχωρίαν πολλὴν παρέχων. Ταῦτα γὰρ κατεργάζεται τῇ ἑαυτοῦ πανουργίᾳ καὶ δολιότητι, ὅπως ἀπαλλοτριώσῃ ἐκ τοῦ Θεοῦ τὸν ἄνθρωπον. Ὅταν γὰρ πολλάκις μὴ δυνηθῇ τινα διὰ τῶν ἐνθυμήσεων ἐπιρρεῖν καὶ καταβαλεῖν, τότε λοιπὸν ἐπιφέρει αὐτῷ τὰς θλίψεις, ὅπως σκοτώσῃ τὴν διάνοιαν καὶ εὕρῃ λοιπὸν σπεῖραι ἃ βούλεται. Καὶ ἄρχεται ὑποβάλλειν τῷ ἀνθρώπῳ τότε ἐνθυμεῖσθαι καὶ λέγειν τοιαῦτα μετὰ ὅρκων, ὅτι ἀφ᾽ οὗ ἐργάζομαι τὸ ἀγαθόν, κακὰς ἡμέρας εἶδον· ποιήσω οὖν τὰ κακὰ πάλιν, ἵνα ἔλθῃ τὰ ἀγαθά. Τότε οὖν ἂν εὑρεθῇ τις μὴ νήφων, καταπίνει αὐτὸν ὥσπερ ᾅδης ζῶντα. Εἰ δὲ ἐν τούτοις μὴ δυνηθῇ αὐτὸν ἐπιρρεῖν, τότε ἐπιφέρει αὐτῷ τὴν εὐρυχωρίαν, καὶ ὑψοῖ αὐτόν, καὶ ἀπάτην πολλὴν παρέχει αὐτῷ, τὴν δεινοτέραν καὶ χείρονα πάντων τῶν κακῶν. Αὕτη ἐστὶν ἡ ὑπερήφανον καὶ ἄφοβον ἀπεργαζομένη τὸν ἄνθρωπον. Αὕτη εἰς οὐρανὸν ποιεῖ θεῖναι τὸ στόμα ἐν βλασφημίαις. Γέγραπται γάρ· καὶ ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν. Αὕτη ποιεῖ τὸν ἄνθρωπον μὴ γινώσκειν τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως, μηδὲ μιμνῄσκεσθαι τῆς ἡμέρας τοῦ θανάτου. Αὕτη ἐστὶν ἡ ὁδὸς πάντων τῶν κακῶν.

Ταύτην οὖν ὁ ἀγαπῶν βαδίζει εἰς τὰ ταμιεῖα τοῦ θανάτου· αὕτη γάρ ἐστιν ἡ ὁδός, ἣν ὁ Κύριος εἶπε· πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν.

Ἰδοὺ οὖν ἠκούσατε, ἀδελφοί μου, διὰ τί ἐπιφέρει, ὁτὲ μὲν εὐρυχωρίαν, καὶ ὁτὲ θλίψεις. Πρὸς ὃ γὰρ δοκιμάζει τὴν διάθεσιν τοῦ ἀνθρώπου ἐγκειμένην, πρὸς αὐτὸ καὶ αὐτὸς στρατεύεται· οἶδε γὰρ καὶ διὰ δικαιωμάτων παρατάσσεσθαι. Διό, ἀδελφοί μου, νήψωμεν ἀσφαλῶς, καὶ σπουδάζετε ἀεὶ τῇ ἀναγνώσει προσκολλᾶσθαι, ἵνα σε διδάξωσι πῶς δεῖ ἐκφεύγειν τὰς παγίδας τοῦ Ἐχθροῦ, καὶ καταλαβεῖν τὴν αἰώνιον ζωήν· στέλλει γὰρ νοῦν πλανώμενον ἡ ἀνάγνωσις τῶν θείων Γραφῶν, καὶ παρέχει γνῶσιν εἰς Θεόν. Γέγραπται 〈γάρ〉· σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός.

Ἄκουε, ἀδελφέ, ὅτι γνῶσιν Θεοῦ λαμβάνει ὁ σχολάζων ἐν τῷ γράμματι ἐν ἀληθινῇ καρδίᾳ. Διό, ἀδελφέ μου, μὴ ἀμελήσῃς τῆς ψυχῆς σου, ἀλλὰ σχόλαζε τῇ ἀναγνώσει καὶ ταῖς ἁγίαις εὐχαῖς, ὅπως φωτισθῇ σου ἡ διάνοια, ὅπως γένῃ τέλειος καὶ ὁλόκληρος ἐν μηδενὶ λειπόμενος. Ἄλλοι καυχῶνται ἐπὶ συνομιλίᾳ μεγιστάνων, ἀρχόντων καὶ βασιλέων· σὺ δὲ καυχᾶσαι ἔμπροσθεν Βασιλέως οὐχὶ τοῦ ἐπὶ γῆς, ἀλλὰ τοῦ ἐπουρανίου, καὶ τῶν ἁγίων Ἀγγέλων, συνομιλῶν τῷ Ἁγίῳ Πνεύματι διὰ τῶν θείων Γραφῶν· τὸ γὰρ Πνεῦμα τὸ Ἅγιόν ἐστι τὸ λαλοῦν δι᾽ αὐτῶν. Σπούδαζε οὖν συντυγχάνειν ταῖς θείαις Γραφαῖς, καὶ προσκαρτέρει ταῖς ἁγίαις εὐχαῖς. Ὁσάκις γὰρ ἐντυγχάνεις τῷ Θεῷ δι᾽ αὐτῶν, τοσάκις ἁγιάζεταί σου ἡ ψυχὴ καὶ τὸ πνεῦμα. Τοῦτο οὖν προγινώσκων, ἀδελφέ μου, ὅτι καθάπαξ ἑκατέρα σε ἄσκησις ἁγιάζει, σπούδασον πυκνοτέρως σχολάζειν αὐταῖς. Κἂν μὴ σχολάζωσί σου αἱ χεῖρες, εὔχου πάλιν τῇ διανοίᾳ· καὶ γὰρ ἡ μακαρία Ἄννα, ἡ μήτηρ τοῦ προφήτου Σαμουήλ, ηὔχετο καὶ τὰ χείλη αὐτῆς οὐκ ἐκινοῦντο· ἡ δὲ προσευχὴ αὐτῆς εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσῆλθε· καὶ γὰρ αὐτῇ ἐδόθη ἡ αἴτησις αὐτῆς. Διό, ἀδελφέ μου, κἂν μὴ σχολάζωσί σου αἱ χεῖρες, ἀλλὰ τῇ διανοίᾳ εὔχου· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει. Ἐὰν δὲ οὐκ ἐπίστασαι τὸ ἀναγινώσκειν, προσκολλήθητι ὅπου ἐστὶν ἀκοῦσαι καὶ ὠφεληθῆναι.

Γέγραπται γάρ· ἐὰν ἴδῃς ἄνδρα συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου. Τοῦτο γὰρ συμβάλλεται, ἀδελφέ μου, οὐ μόνον τοῖς μὴ ἐπισταμένοις τὸ ἀναγνῶναι, ἀλλὰ 〈καὶ〉 τοῖς ἐπισταμένοις· πολλοὶ γάρ εἰσιν ἀναγινώσκοντες, καὶ οὐκ ἐπιγινώσκουσιν ἃ ἀναγινώσκουσι.

Βλέπε οὖν, μοναχέ, μὴ ἀμελήσῃς τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι τῇ δωρεᾷ τοῦ Χριστοῦ, ἀλλὰ φρόντισον καὶ ἐκζήτησον ὑπὲρ τὸ χρυσίον καὶ τοπάζιον τὸ πῶς εὐαρεστῆσαι Θεῷ, ἵνα τύχῃς τοῦ μακαρισμοῦ τῶν Ἁγίων. Γέγραπται γάρ· μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Βλέπε μή σε περικόψῃ ὁ Ἐχθρός, ὅταν βούλῃ ἀναγνῶναι, ἐπιφέρων σοι τὴν ἀκηδίαν, καὶ βάλλων σε εἰς περισπασμούς, καὶ λέγων σοι· ποίησον πρῶτον τόδε πρᾶγμα, ὅσον ὀλίγον ἐστί, καὶ οὕτως ἀμερίμνως ἀναγινώσκεις· καὶ ὁτὲ μὲν ὑποβάλλει προθυμίαν εἰς τὸ ἐργόχειρον· ταῦτα γὰρ πάντα ἐπάγει, ἵνα σε ἀπασχολήσῃ καὶ ἐμποδίσῃ σε τοῦ ἀναγνῶναι καὶ ὠφεληθῆναι. Ὅταν γὰρ ἴδῃ ἀδελφὸν ἐπιπόνως ἀναγινώσκοντα καὶ ὠφελούμενον, ταύταις ταῖς ἀφορμαῖς καὶ ἄλλαις πολλαῖς παρατάσσεται αὐτῷ, μόνον τὸ ἐμποδίζειν αὐτὸν ζητῶν. Σὺ οὖν μὴ πεισθῇς αὐτῷ, ἀλλ᾽ ἔσο ὡσεὶ ἔλαφος διψῶν 〈καὶ〉 ἐπιποθῶν ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτέστιν ἐπὶ τὰς θείας Γραφάς, ὅπως πίῃς ἐξ αὐτῶν καὶ καταψύξωσί σου τὴν γλῶτταν διψῶσαν, τὴν φλέγουσάν σε διὰ τῶν παθῶν. Σύμπινε δὲ τὴν ἐξ αὐτῶν γινομένην ὠφέλειαν. Οἷόν τι λέγω· ἵνα, ὅταν ὁ Κύριος δωρῆταί σοι τοῦ ἐπιγνῶναι ἐξ αὐτῶν λόγον καὶ ὠφελήσῃ σε, ἵνα μή σε παρέλθῃ, ἀλλ᾽ ἵνα μελετήσῃς αὐτὸν ἐν τῇ διανοίᾳ σου, καὶ ἐγγράψῃς αὐτὸν ἐν τῇ καρδίᾳ σου.

Γέγραπται γάρ· ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ επιλήσομαι τῶν λόγων σου.

Καὶ πάλιν λέγει· ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Καὶ πάλιν λέγει· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Βλέπεις, ἀδελφέ, ὅτι ἐν τῷ μνημονεύειν τῶν λόγων αὐτοῦ κατορθοῖ ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ; Τίς γάρ ἐστιν ὁ μνημονεύων τῶν λόγων αὐτοῦ, καὶ μὴ κατορθῶν τὴν ὁδὸν αὐτοῦ, εἰ μὴ ἄρα ἐστὶν ἐκεῖνος ἀδόκιμος καὶ ταλαίπωρος; Ὁ τοιοῦτος δὲ οὐδὲν ὅλως μνημονεύει, ἀλλὰ 〈καὶ〉 ἃ δοκεῖ μνημονεύειν ἐπελάθετο· τῷ γὰρ τοιούτῳ ἀνθρώπῳ λέγει ὁ Θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Κελεύει οὖν ἀρθῆναι ἀπ᾽ αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν ὁ τοιοῦτος· δοκεῖ γὰρ ἔχειν πίστιν, καὶ γὰρ Χριστιανὸν ἑαυτὸν ἀποκαλεῖ, τοῖς δὲ ἔργοις ἀρνεῖται, καὶ ἔστιν ἀπίστου χείρων. Διὸ κελεύει ἀρθῆναι ἀπ᾽ αὐτοῦ τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ ἔλαβεν ἐν ἡμέρᾳ ἀπολυτρώσεως, καὶ ὃ δοκεῖ ἔχειν. Καὶ γίνεται ὁ ἄνθρωπος ὁ τοιοῦτος ὥσπερ κεράμιον ῥαγάδα πεποιηκός, καὶ δι᾽ αὐτῆς ἀπολωλεκὸς τὸν οἶνον· καὶ ὃ δοκεῖ ἔχειν ἤρθη ἀπ᾽ αὐτοῦ· καὶ πάντες μὲν οἱ ὁρῶντες αὐτό, καὶ μὴ εἰδότες τὸ γεγονός, δοκοῦσιν αὐτὸ μεστὸν εἶναι· ὅταν δὲ ἐρευνηθῇ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, τότε φανερὸν γίνεται πᾶσιν ὅτι κενὸν ἦν κείμενον.

Οὗτοι γάρ εἰσιν οἱ ἐροῦντες τῷ Βασιλεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;

Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς· 〈ἀμὴν〉 λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Βλέπεις, ἀδελφέ, ὅτι οὐδὲν ὅλως ἔχει ὁ τοιοῦτος; Σὺ οὖν μνημόνευε τῶν λόγων ὧν ἀκούεις, καὶ κατόρθωσον τὴν ὁδόν σου. Βλέπε μὴ ἐάσῃς τὴν λήθην κατελθεῖν καὶ ἁρπάσαι αὐτοὺς ἐκ τῆς καρδίας σου. Βλέπε μὴ ἐάσῃς τὰ πετεινὰ κατελθεῖν καὶ καταφαγεῖν τὸ σπέρμα τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς γὰρ εἶπεν ὅτι τὸ σπέρμα ἐστὶν ὁ λόγος, ὃν ἠκούσατε. Κρύψον οὖν τὸ σπέρμα εἰς τὰς λαγόνας τῆς γῆς, ὅπως καρποφορήσῃς· τουτέστι κρύψον τὸν λόγον ἐν μέσῳ τῆς καρδίας σου, ὅπως καρποφορήσῃς τῷ Κυρίῳ. Ὅταν δὲ ἀναγινώσκῃς, ἐπιμελῶς καὶ ἐπιπόνως ἀναγίνωσκε, ἐν πολλῇ καταστάσει ἀνακρινόμενος τὸν στίχον, εἴτε δεύτερον, εἴτε τρίτον· καὶ μὴ σπούδαζε τὰ φύλλα τοῦ βιβλίου μόνον διέρχεσθαι, ἀλλ᾽ οὗ ἂν χρεία, καὶ δεύτερον καὶ τρίτον ἢ καὶ πλεῖστον διέρχεσθαι τὸν στίχον, ὅπως νοήσῃς τὴν δύναμιν τοῦ στίχου. Ὅταν δὲ μέλλῃς καθεσθῆναι καὶ ἀναγινώσκειν, ἢ δὲ καὶ πάλιν ἄλλου ἀκοῦσαι ἀναγινώσκοντος, δεήθητι τοῦ Κυρίου πρῶτον λέγων· Κύριε Ἰησοῦ Χριστέ, ἄνοιξον τὰ ὦτα καὶ τοὺς ὀφθαλμούς μου, τουτέστι τῆς καρδίας μου, τοῦ ἀκοῦσαί με καὶ συνιέναι 〈καὶ〉 ποιῆσαι τὸ θέλημά σου, Κύριε, ὅτι πάροικός εἰμι ἐγὼ ἐν τῇ γῇ. Μὴ ἀποκρύψῃς ἀπ᾽ ἐμοῦ τὰς ἐντολάς σου, ἀλλὰ ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐν τῷ νόμῳ σου.

Δήλωσόν μου τὰ ἄδηλα καὶ τὰ κρυφὰ τῆς καρδίας μου καὶ τῆς σῆς σοφίας. Ἐπὶ σὲ γὰρ ἐλπίζω, ὁ Θεός μου, ἵνα σύ μου φωτίσῃς τὴν διάνοιαν. Ναί, ἀδελφέ μου, παρακαλῶ, οὕτω πάντοτε εὔχου τῷ Θεῷ, ὅπως φωτίσῃ σου τὸν νοῦν καὶ δηλώσῃ σοι τὴν διάνοιαν αὐτῶν· πολλοὶ γὰρ ἐπλανήθησαν, θαρροῦντες τῇ συνέσει ἑαυτῶν, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, μὴ νοοῦντες τὰ γεγραμμένα, καὶ περιέπεσαν εἰς βλασφημίας, καὶ ἀπώλοντο. Ἐὰν οὖν ἐν τῷ ἀναγινώσκειν σε εὕρῃς λόγον δυσνόητον, βλέπε μή σε διδάσκῃ ὁ Πονηρὸς λέγων· πῶς ἐστιν ὁ λόγος οὗτος, ἢ πῶς δύναται εἶναι; Ἀλλ᾽ εἰ πιστεύεις τῷ Θεῷ, πίστευε τοῖς λόγοις αὐτοῦ. Καὶ λέγε πρὸς τὸν Πονηρόν· πορεύου εἰς τὰ ὀπίσω μου, Σατανᾶ. Ἐγὼ γὰρ οἶδα ὅτι τὰ λόγια τοῦ Θεοῦ, λόγια ἁγνά εἰσιν, ὥσπερ γὰρ ἀργύριον πεπυρωμένον, δόκιμον, καθαρὸν ἑπταπλασίως, καὶ οὐδὲν ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες, ἀλλὰ ἀγαθὰ τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Ἐγὼ δὲ ἀσύνετός εἰμι καὶ οὐ γινώσκω. Οἶδα οὖν ὅτι πνευματικῶς γεγραμμένα εἰσί· λέγει γὰρ ὁ Ἀπόστολος ὅτι ὁ νόμος πνευματικός ἐστι.