Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Παρααινετικά

Ἐφραίμ ὁ Σύρος

Απάρνηση της κενοδοξίας και υπομονή των ονειδισμών

Νουθεσία για την περιφρόνηση του εξωτερικού καλλωπισμού και την καλλιέργεια της ταπεινοφροσύνης, με έμφαση στην υπομονή χλευασμών και αδίκων κατηγοριών υπέρ του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ἐν τῷ κοσμικῷ βίῳ ὁ φιλοκαλῶν τὸ σῶμα αὐτοῦ καὶ ἐξαλλάσσων ἱματίοις, δόξαν ἔχει ἀνθρωπίνην· ἐν δὲ τῷ ἐπαγγέλματι τούτῳ ὁ τούτων καταφρονῶν, προσέχων δὲ μόνον τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος, δόξαν περιποιεῖται ἑαυτῷ ἐν τοῖς οὐρανοῖς κατὰ τὸν λέγοντα· ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Δουλεύσωμεν οὖν εὐαρέστως τῷ Θεῷ τῷ ἡμᾶς ἐλευθερώσαντι, καὶ μὴ δελεασθῶμεν πρὸς τὰ πάθη τῆς φθορᾶς, μηδὲ προσχῶμεν εὐπρεπείᾳ στολισμῶν, ἢ κουκουλίου, ἢ ζωναρίου, ἢ ἕως ἀναλάβου πιθανοῦ· ἀλλὰ τὰ ταπεινὰ μεταδιώξωμεν καὶ τὰ ἀκενόδοξα, καθὼς πρέπει ἁγίοις. Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, μιμνῃσκόμενος τῆς μηλωτῆς Ἠλιοὺ καὶ Ἠσαΐου τὸν σάκκον, καθὼς γέγραπται· πορεύου καὶ ἄφελε τὸν σάκκον ἐκ τῆς ὀσφύος σου· καὶ τὰ σανδάλια ἀπόλυσαι ἀπὸ τῶν ποδῶν σου. Καὶ τοῦ Βαπτιστοῦ τὸ ἔνδυμα μὴ ἐπιλανθάνου. Μὴ οὖν δι᾽ ἐσθῆτος λαμπρᾶς περίβλεπτος ἔσο, ἀλλὰ δι᾽ ἔργων ἀγαθῶν λαμψάτω τὸ φῶς σου ἔμπροσθεν πάντων, ἵνα δοξασθῇ ὁ Κύριος.

Ἀδελφοί, εἴποτε συμβῇ ἡμᾶς ὀνειδισθῆναι περὶ ἀγαθοῦ ἔργου, μὴ ἐντραπῶμεν τὸν ὀνειδισμὸν τὸν ὑπὸ τῶν ἀνθρώπων ἀδίκως ἡμῖν ἐπαγόμενον, καὶ πράξωμεν ἃ μὴ δεῖ. Γέγραπται γάρ· λαός μου, οὗ ὁ νόμος μου ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἱμάτιον παλαιωθήσεται ὑπὸ χρόνου, καὶ ὡσεὶ ἔριον βρωθήσεται ὑπὸ σητός· ἡ δὲ δικαιοσύνη 〈μου〉 εἰς τὸν αἰῶνα μένει, καὶ τὸ σωτήριόν μου εἰς γενεὰς γενεῶν. Καὶ πάλιν λέγει· ἐγὼ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπεστράφη ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Καὶ Κύριος ἐγενήθη βοηθός μου. Διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾽ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ.

Διόπερ καὶ ἡμεῖς, ἀγαπητοί, κἂν ὑβριζώμεθα, ἢ ἐμπαιζώμεθα, ἢ ἄλλο τι τῶν δεινῶν πάσχωμεν παρὰ τῶν ἀνθρώπων, ἕνεκεν τοῦ ἀγαθοῦ, μὴ δειλιάσωμεν, μηδὲ ἐγκαταλίπωμεν τὴν εὐθεῖαν ὁδὸν κατὰ τὸν Προφήτην τὸν λέγοντα· ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου. Καὶ πάλιν· ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Καὶ ἐν ἑτέρῳ· ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν, καὶ ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. Λέγει δὲ καὶ ὁ Σωτήρ· μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ τὰ ἑξῆς.

Μὴ οὖν αἰσχυνθῶμεν, ἀγαπητοί, κληθῆναι ὑποκριταὶ ὑπὸ τῶν ἀθετούντων τὰς ἐντολὰς τοῦ Κυρίου. Δῆλον γὰρ ὅτι οὐ κατὰ διόρθωσιν ἡμῶν τὴν μνήμην 〈τῆς〉 ὑποκρίσεως ἄγουσιν, ἀλλ᾽ ἵνα ἐντραπέντες τοὺς ὀνειδισμοὺς αὐτῶν ἀπαιδευσίαν ἀναλάβωμεν· τοῖς γὰρ ἀπαιδεύτοις θάνατος συναντᾷ, κατὰ τὴν Γραφήν.

Λέγει δὲ καὶ ἐν ἑτέρῳ· ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν. Καὶ πάλιν· 〈εἰ〉 ὀνειδίζεσθε ἐν ὀνόματι τοῦ Θεοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ᾽ ὑμᾶς ἀναπαύεται. Μή τις γὰρ ὑμῶν πασχέτω ὡς φονεὺς καὶ ὡς κλέπτης· εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν Θεὸν ἐν τῷ ὀνόματι τούτῳ. Καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ὁ ἁμαρτωλὸς ποῦ φανεῖται;