Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς μοναχούς

Ἐφραίμ ὁ Σύρος

Εισαγωγική προτροπή σε πνευματική εργασία και συγχώρηση

Εισαγωγική νουθεσία για πνευματική σπουδή, κατάνυξη και ανεπιφύλακτη συγχώρηση μεταξύ των αδελφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Νουθεσία, ἤγουν κατήχησις πρὸς μοναχούς Δεῦτε, ἀγαπητοί μου, δεῦτε, πατέρες καὶ ἀδελφοί μου, ποίμνιον ἐκλεκτὸν τοῦ Σωτῆρος, πραγματευσώμεθα ἕως στήκει ἡ πανήγυρις. Πληρώσατε τοὺς ὀφθαλμοὺς ὑμῶν δακρύων, καὶ εὐθέως τῆς καρδίας ὑμῶν οἱ ὀφθαλμοὶ ἀνοίγονται. Λαλήσατε λόγους ζωῆς, καὶ παραχρῆμα κατανύγεται ὑμῶν ἡ καρδία. Λάβετε καλὴν ἔννοιαν περὶ τῆς βασιλείας καὶ τοῦ παραδείσου, καὶ εὐθέως καταφρονεῖτε τῶν γηΐνων πραγμάτων. Μηδεὶς ῥᾳθυμήσας πτοηθῇ, μηδὲ ὀλιγοψυχήσῃ, μηδὲ φοβηθήτω τις, μηδὲ ὑπνώσειεν, ἀλλ᾽ ἀναιδῶς ἐπικαλεσώμεθα τὸν Θεόν, καὶ δουλεύσωμεν τῷ Σωτῆρι ἡμῶν. Σπουδαίως ἁγνίσωμεν τὰς καρδίας ἡμῶν διὰ τοῦ Ἁγίου Πνεύματος. Συγκροτήσωμέν τε ἀλλήλους καὶ παρακαλέσωμεν καὶ στηρίξωμεν. Συγχωρήσωμέν τε ἀλλήλοις ἐξ ὅλης καρδίας· δοῦλοι γάρ ἐσμεν τοῦ ἀψευδοῦς Θεοῦ τοῦ εἰπόντος· ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἐξ ὅλης τῆς καρδίας τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ παραπτώματα ὑμῶν. Καὶ δι᾽ αὐτῶν ἁγίων Ἀποστόλων αὐτοῦ ἐσήμανεν ἡμῖν ποσάκις συγχωρῆσαι χρὴ τῷ ἀδελφῷ· εἰπόντος γὰρ τοῦ Πέτρου· Κύριε, ποσάκις, ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, συγχωρήσω αὐτῷ; Ἑπτάκις; Ἔφη αὐτῷ ὁ Κύριος· οὐ λέγω σοι ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά· ἡμεῖς δὲ ἐνίοτε οὐδὲ τρίτον τῆς ἡμέρας συγχωροῦμεν ἀλλήλοις.