Ἔργον
Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς μοναχούς
Η εγρήγορση του μοναχού και ο πνευματικός πόλεμος
Προτροπή σε νήψη και αγώνα κατά του αντιδίκου, με χρήση του παραδείγματος του γεωργού και έμφαση στην αμοιβαία πνευματική υποστήριξη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η εγρήγορση του μοναχού και ο πνευματικός πόλεμος
Προτροπή σε νήψη και αγώνα κατά του αντιδίκου, με χρήση του παραδείγματος του γεωργού και έμφαση στην αμοιβαία πνευματική υποστήριξη.
Παρακαλῶ οὖν ὑμᾶς, ἀγαπητοί μου, καὶ προσπίπτω, ὦ φίλοι μου· νήψατε ἐν τῷ βραχεῖ καιρῷ τούτῳ καὶ ἀγωνίσασθε εἰς τὴν ἑνδεκάτην ὥραν ταύτην. Ἡ ἑσπέρα ἤγγικεν καὶ ὁ μισθαποδότης μετὰ δόξης ἔρχεται ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Προσέχετε ἑαυτοῖς, μή τις κατορθώσας θαρρήσει, καὶ ἀμελήσας ἀπολέσει τὴν ἄμετρον αὐτοῦ μισθαποδοσίαν. Ἔοικε γὰρ ὁ μοναχὸς τῇ ἐσπαρμένῃ χώρᾳ, ἥτις αὐξάνει μετὰ ὑετοῦ καὶ δρόσου, καὶ καρποφορεῖ καρπὸν εὐφροσύνης. Ὅταν δὲ φθάσει εἰς αὐτὸν τὸν καρπόν, εἰς πλείονα μέριμναν ἄγει τὸν γεωργόν· μεριμνῶν γὰρ ἀγρυπνεῖ. Φοβεῖται μὴ ἄφνω χάλαζα ἢ ἄγρια ζῶα διαφθείρῃ αὐτόν. Οὕτως ὁ μοναχός· ἐν ὅσῳ ἐστὶν ἐν τῷ σώματι τούτῳ, ἡμέραν καθ᾽ ἡμέραν μεριμνησάτω καὶ φροντισάτω ὑπὲρ τῆς ἀθανάτου ζωῆς, ἵνα μὴ ἀμελήσας εὑρεθῇ εἰς κενὸν τρέχων. Ἡ χαρά, ἡ εὐφροσύνη τοῦ γεωργοῦ ἐστιν, ὅταν τὸ ἄμητον αὐτοῦ συνάξῃ καὶ ἐπιτύχῃ τῶν ἀμοιβῶν. Τὸν αὐτὸν δὴ τρόπον χαίρουσι καὶ ἀγάλλονται οἱ Ἄγγελοι τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, ὅταν φοβούμενος τὸν Θεὸν τελειώσῃ τὸν δρόμον αὐτοῦ. Πληρώσας ὁ γεωργὸς τὰς ἀποθήκας αὐτοῦ καὶ γενόμενος ἀμέριμνος, τρυφᾷ καὶ ἀγάλλεται· καὶ ὁ μοναχὸς ἐτέθη εἰς τὴν ἀποθήκην αὐτοῦ, τουτέστιν εἰς τὸ μνῆμα, καὶ εὐθέως ὁ πλοῦτος αὐτοῦ ἀνέβη εἰς τοὺς οὐρανούς.
Νήψωμεν οὖν, ἀγαπητοί· νήψωμεν ἐν τῷ πολέμῳ τοῦ ἀντιδίκου ἡμῶν. Ὁ μὲν γὰρ πόλεμος αὐτοῦ ἰταμός, αὐτὸς δὲ ἀσθενὴς ὑπάρχει. Ὁ δὲ ἡμέτερος Δεσπότης καὶ ἀγωνοθέτης τοῖς προθύμως πολεμοῦσι καὶ δύναμιν παρέχει καὶ στέφανον ἀμάραντον. Καθάπερ γὰρ διώκεται χοῦς ὑπὸ σφοδροῦ ἀνέμου, οὕτως καὶ ὁ ἀντίδικος ἡμῶν Διάβολος διώκεται ἀπὸ φωνῆς τῆς τοῦ Θεοῦ δοξολογίας, καὶ εὐχῶν καὶ δακρύων. Μηδεὶς οὖν ῥᾳθυμήσει, μηδὲ φοβηθῇ, ἀλλ᾽ ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς ἀντιλαμβανέσθω· ὁ πρόθυμος τὸν ὀλιγόψυχον παρακαλεσάτω· ὁ νήφων τὸν βαρούμενον ὕπνῳ διεγειράτω· ὁ κατεσταλμένος τὸν ἀκατάστατον νουθετησάτω· ὁ ἐγκρατὴς τῷ ἀτάκτῳ ἐπιτιμάτω· οὕτω γὰρ ἀλλήλους συγκροτοῦντες καὶ ὁμοθυμαδὸν νικῶντες, τὸν ἀντίπαλον ἡμῶν καταισχυνοῦμεν καὶ τὸν Θεὸν ἡμῶν δοξάσομεν. Οἵ τε ἅγιοι Ἄγγελοι ἐφ᾽ ἡμᾶς εὐφρανθήσονται καὶ οἱ ὁρῶντες ἡμᾶς καὶ οἱ ἀκούοντες τὰ περὶ ἡμῶν οἰκοδομηθήσονται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.