Ἔργον
Ἐφραίμ ὁ Σύρος – Παραίνεσις πρὸς μοναχούς
Παρομοιώσεις της μοναχικής κοινότητας, των αρετών και των παθών
Σειρά παρομοιώσεων που περιγράφουν το πλήθος των μοναχών, τις αρετές τους, καθώς και τις πνευματικές συνέπειες των παθών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παρομοιώσεις της μοναχικής κοινότητας, των αρετών και των παθών
Σειρά παρομοιώσεων που περιγράφουν το πλήθος των μοναχών, τις αρετές τους, καθώς και τις πνευματικές συνέπειες των παθών.
Παράδεισος πλήρης καρπῶν εὐφροσύνης καὶ ποικίλων ἀνθῶν, πλήθη μοναχῶν ἐπὶ τὸ αὐτὸ κεκοσμημένων εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Πηγὴ καλὴ καὶ πλήρης ὑδάτων, πλήθη φυτῶν ἄρδουσα, πλήθη μοναχῶν, ἄρδοντες ἑαυτῶν τὴν ψαλμῳδίαν ἐν τοῖς δάκρυσιν. Πόλις τετειχισμένη, ὠχυρωμένη, πλῆθος μοναχῶν ἐπὶ τὸ αὐτὸ ἀλλήλους συγκροτοῦντες εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ. Διάδημα πολύτιμον, πεπλεγμένον ἐν λίθοις τιμίοις καὶ μαργαρίταις ὡραίοις, πλῆθος μοναχῶν πρὸς πᾶν ἔργον ἀγαθὸν καὶ καλόν. Σκάφος πλῆρες πλούτου βασιλικοῦ, πλῆθος μοναχῶν ἐπὶ τὸ αὐτὸ πεπληρωμένων τῆς ἀγάπης τοῦ Χριστοῦ. Ἐλαία ὡραία καὶ εὔκαρπος, πλῆθος μοναχῶν ἐπὶ τὸ αὐτὸ περικεκοσμημένων καὶ ἐστηριγμένων εἰς τὴν ἀγάπην τοῦ Χριστοῦ. Εἰκὼν βασιλικὴ ἔχουσα θαυμαστὴν ἱστορίαν παντοίων χρωμάτων ἐκλεκτῶν καὶ ἀνθηρῶν, πλῆθος μοναχῶν κεκοσμημένων ἐν ταῖς ποικίλαις ἀρεταῖς.
Παρεμβολὴ Ἀγγέλων ἁγίων, πλῆθος μοναχῶν ἐπὶ τὸ αὐτὸ περικεκοσμημένων, ἔχοντες πρὸς τὸν Θεὸν διαπαντὸς τὴν ἔννοιαν αὐτῶν. Ὡς μέλι καὶ κηρίον ἐν τῷ στόματι, οὕτως ἀπόκρισις μοναχοῦ τῷ πλησίον αὐτοῦ μετὰ ἀγάπης καὶ ταπεινοφροσύνης. Ὥσπερ ὕδωρ διψῶντι ἐν καύματι, οὕτως λόγος παρακλήσεως ἀδελφοῦ ἐν θλίψει αὐτοῦ. Ὥσπερ ἂν δῷ τις χεῖρα πεπτωκότι, ἐγείρει αὐτόν, οὕτως ἐγείρει λόγος ζωῆς καὶ παρακλήσεως ῥᾴθυμον ψυχὴν καὶ ὀλίγωρον. Ὥσπερ σπόρος ἀγαθὸς καὶ ἐκλεκτὸς ἐν γῇ ἀγαθῇ καὶ φιλοκάλῳ, οὕτως ἀγαθοὶ λογισμοὶ ἐν ψυχῇ μοναχοῦ. Ὡς λαμπὰς φαιδρὰ ἐν τόπῳ σκοτεινῷ λάμπουσα, οὕτω μοναχὸς νήφων τῷ νοῒ καὶ τῇ καρδίᾳ ἐν καιρῷ τῆς ψαλμῳδίας αὐτοῦ. Ὡς δέσις καλὴ καὶ ἰσχυρὰ ἐν οἰκοδομῇ, οὕτω μακροθυμία μοναχοῦ. Ὥσπερ γόμος ἅλατος ἀνδρὶ ἀσθενεῖ, οὕτως ὕπνος μοναχοῦ ἐν καιρῷ ψαλμῳδίας αὐτοῦ. Ὡς δεσμοὶ καὶ ἅλυσις ἀετῷ, οὕτως ἡ τοῦ κόσμου μέριμνα τῷ μοναχῷ. Ὡς ἄκανθαι καὶ τρίβολοι ἐν σπόρῳ καλῷ, οὕτω λογισμοὶ πονηροὶ καὶ αἰσχροὶ ἐν ψυχῇ μοναχοῦ.
Ὡς γάγγραινα ἰωμένη καὶ σαθρωμένη καὶ μὴ λαμβάνουσα τέλος ἰάσεως, οὕτω μνησικακία ἐν ψυχῇ μοναχοῦ. Ὥσπερ σκώληξ διαφθείρει ξύλον, οὕτως ἔχθρα διαφθείρει ψυχὴν μοναχοῦ. Ὥσπερ σὴς διαφθείρει ἱμάτιον, οὕτω καταλαλιὰ ψυχὴν μοναχοῦ. Ὥσπερ ξύλον ὑψηλὸν καὶ ὡραῖον, ἄκαρπον δέ, οὕτως μοναχὸς ὑπερήφανος καὶ ἀλαζών. Ὥσπερ καρπὸς τερπνὸς καὶ ὡραῖος, ἔσωθεν δὲ σεσηπώς, οὕτως μοναχὸς βάσκανος καὶ φθονερός. Ὥσπερ ἄν τις ἀκοντίσῃ λίθον εἰς πηγὴν καθαρὰν ταράσσει αὐτήν, οὕτως ἀπόκρισις μοναχοῦ μετ᾽ ὀργῆς τὴν διάνοιαν ταράσσει τοῦ πλησίον. Ὥσπερ βασιλεῖ τις παρεστὼς καὶ ὁμιλῶν αὐτῷ, καλέσαντος δὲ αὐτὸν συνδούλου, καταλείψας τὸν βασιλέα τῷ συνδούλῳ ὁμιλεῖ, οὕτως ἐν ψαλμῳδίᾳ ὁμιλῶν καὶ μετεωριζόμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.